Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
προεφήτευσε δὲ περὶ τῆς πόλεως καὶ περὶ τοῦ τέλους τῶν ἐθνῶν καὶ τῆς αἰσχύνης τῶν ἀσεβῶν· καὶ τελευτήσας ἐτάφη ἐν ἀγρῷ αὐτοῦ. ιʹ. Ἀγγαῖος νέος ἦλθεν ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλὴμ καὶ φανερῶς περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ προεφήτευσε, καὶ εἶδε ἐκ μέρους τὴν οἰκοδομὴν τοῦ ναοῦ. Καὶ θανὼν ἐτάφη ἐνώπιον τοῦ τάφου τῶν ἱερέων ἐνδόξως. ιαʹ. Ζαχαρίας υἱὸς Βαραχίου ἦλθεν ἀπὸ Χαλδαίων εἰς Ἱερουσαλήμ, ἤδη προβεβηκώς· κἀκεῖ τῷ λαῷ πολλὰ προεφή 59 τευσε, καὶ τέρατα ἔδωκεν εἰς ἀπόδειξιν. Ὃς καὶ τῷ Ἰωσεδὲκ εἶπεν, ὅτι γεννήσεις υἱόν, καὶ ἐν Ἱερουσαλὴμ ἱερατεύσει, καὶ τὸν Σαλαθιὴλ ἐπὶ υἱῷ ηὐλόγησε, καὶ τὸ ὄνομα Ζοροβάβελ ἐπέθηκε· καὶ ἐπὶ Κύρου τέρας ἔδωκεν εἰς νῖκος καὶ περὶ τῆς λειτουργίας αὐτοῦ προηγόρευσεν, ἣν ποιήσει ἐν Ἱερουσαλήμ, καὶ ηὐλόγησεν αὐτόν· καὶ περὶ τέλους ἐθνῶν, καὶ Ἰσραὴλ, καὶ τοῦ ναοῦ καὶ ἀργίας προφητῶν καὶ ἱερέων προεφήτευσεν. Ἀπέκτεινε δὲ αὐτὸν Ἰωὰς βασιλεὺς Ἰούδαμεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, παραινοῦντα αὐτῷ τε καὶ τῷ λαῷ ἀπέχεσθαι τῆς ἀσεβείας καὶ ἐπιστρέφειν πρὸς θεόν, καὶ λαβόντες αὐτὸν οἱ ἱερεῖς ἔθαψαν μετὰ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἀπὸ τότε ἐγίνοντο τέρατά τε ἐν ναῷ πολλὰ φαντασιώδη. Καὶ οὐκ ἴσχυον οἱ ἱερεῖς ἰδεῖν ὀπτασίαν ἀγγέλων θεοῦ, οὔτε δοῦναι χρησμοὺς ἐκ τοῦ ∆αβὴρ οὔτε διὰ τῶν δήλων ἀποκριθῆναι ἐν τῷ λαῷ ὡς τὸ πρίν. ιβʹ. Μαλαχίας μετὰ τὴν ἐπιστροφὴν τοῦ λαοῦ τίκτεται ἐν Σοφᾷ, ὃς νέος ὢν βίον εἶχε καλὸν πάνυ. Καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτίμα αὐτὸν ὡς ἅγιον, ἐκάλεσαν αὐτὸν Μαλαχίαν, ὅ ἐστιν ἄγγελος. Ἦν γὰρ καὶ τῷ εἴδει εὐπρεπὴς καὶ τῷ λαῷ πληρωτής. Ὅσα γὰρ εἶπεν αὐτοῖς ἐν προφητείᾳ, αὐτῇ 60 τῇ ἡμέρᾳ ὀφθεὶς ἄγγελος κυρίου ἐβεβαίωσε. Καὶ ἔτι νέος ὢν ἐτελειώθη καὶ ἐτάφη ἐν ἀγρῷ αὐτοῦ. ιγʹ. Ἡσαΐας υἱὸς Ἀμὼς ἦν ἀπὸ Ἱερουσαλήμ· ἀναιρεθεὶςδὲ ὑπὸ Μανασσῆ, πρισθεὶς εἰς δύο ἐτάφη ὑποκάτω δρυὸς Ῥωγήλ, πλησίον τῆς διαβάσεως τῶν ὑδάτων ὧν ἀπώλεσεν Ἐζεκίας χώσας αὐτά. Καὶ ὁ θεὸς τὸ σημεῖον τοῦ Σιλωὰμ διὰ τὸν προφήτην ἐποίησεν, ὅτι πρὸ τοῦ θανεῖν ὀλιγορήσας ηὔξατο πιεῖν ὕδωρ, καὶ εὐθέως ἀπεστάλη αὐτῷ ἐξ αὐτοῦ. Καὶ διὰ τοῦτο ἐπεκλήθη Σιλωάμ, ὅ ἐστιν ἀπεσταλμένος. Καὶ Ἐζεκίας ἐπὶ τῶν εὐχῶν τούτου ἐποίησε τοὺς λάκκους καὶ τὰς κολυμβήθρας. Μικρὸν γὰρ ἦν ὕδωρ ἐξεληλυθός, ὅτε ἦν ὁ λαὸς ἐν συγκλεισμῷ ἀλλοφύλων· καὶ ἵνα μὴ διαφθαρῇ ἡ πόλις ὡς μὴ ἔχουσα ὕδωρ, ἐποίησε τοῦτο. Καὶ ὅταν οὖν ἤρχοντο οἱ πολέμιοι ἀντλῆσαι, οὐκ ἤρχετο ὕδωρ· ὅταν δὲ Ἰουδαῖοι ἤρχοντο, ἤρχετο καὶ τὸ ὕδωρ. Ὅθεν ἕως τοῦ νῦν αἰφνίδιον ἐξέρχεται τὸ ὕδωρ, ἵνα δειχθῇ τὸ μυστήριον τοῦ θεοῦ. Καὶ ἐπειδὴ διὰ τοῦ Ἡσαΐου τοῦτο γέγονε, μνήμης χάριν καὶ ὁ λαὸς πλησίον αὐτὸν ἔθαψεν ἐνδόξως, ἵνα διὰ τῶν εὐχῶν αὐτοῦ ὡσαύτως ἔχωσιν τὴν ἀπόλαυσιν τοῦ ὕδατος, ὅτι χρησμὸς ἐδόθη αὐτοῖς περὶ τούτου. Ἔστιν δὲ ὁ τάφος ἐχόμενα τοῦ τάφου τῶν βασιλέων, ὄπισθεν τοῦ τάφου τῶν ἱερέων ἐπὶ τὸ μέρος τὸ πρὸς νότον. Σολομὼν 61 γὰρ ἐποίησε τοὺς τάφους τοῦ ∆αυὶδ διαγράψαντος κατὰ ἀνατολὰς τῆς Σιών, ἥτις ἔχει εἴσοδον ἀπὸ Γαβαώ, μήκοθεν τῆς πόλεως σταδίους κʹ καὶ ἐποίησε σκολιὰν σύνθεσιν ἀνυπονόητον, καὶ ἔστιν ἕως τοῦ νῦν τοῖς πολλοῖς ἀγνοουμένη. Ἐκεῖ εἶχεν ὁ βασιλεὺς τὸ χρυσίον τὸ ἐξ Αἰθιοπίας καὶ τὰ ἀρώματα. Καὶ ἐπειδὴ Ἐζεκίας ἔδειξε τοῖς ἔθνεσι τὸ μυστήριον ∆αυὶδ καὶ Σολομῶντος, καὶ ἐμίανεν ὀστᾶ πατέρων αὐτοῦ, διὰ τοῦτο ὁ θεὸς ἐπηράσατο εἰς δουλείαν τὸ σπέρμα αὐτοῦ τοῖς ἐχθροῖς αὐτοῦ, καὶ ἄκαρπον ἐποίησεν ὁ θεὸς ἀπὸ τῆς ἡμέρας ἐκείνης. ιδʹ. Ἱερεμίας ἦν ἐξ Ἀναθὼθ καὶ ἐν Τάφναις τῆς Αἰγύπτου λίθοις βληθεὶς ὑπὸ τοῦ λαοῦ ἀποθνήσκει. Κεῖται δὲ πλησίον τῆς οἰκίας Φαραώ, ὅτι οἱ Αἰγύπτιοι ἐδόξασαν αὐτὸν εὐεργετηθέντες δι' αὐτοῦ· ηὔξατο γὰρ, καὶ αἱ ἀσπίδες αὐτοὺς ἔασαν καὶ τῶν ὑδάτων οἱ θῆρες, οὓς καλοῦσιν οἱ Αἰγύπτιοι μὲν Ἐφώθ, Ἕλληνες δὲ κροκοδείλους, οἳ ἦσαν αὐτοὺς θανατοῦντες, καὶ εὐξαμένου τοῦ προφήτου ἐκωλύθησαν ἐκ τῆς γῆς ἐκείνης τὸ γένος τῶν ἀσπίδων καὶ ἐκ τοῦ ποταμοῦ ὡσαύτως τὸ ἔνεδρον τῶν θηρίων. Καὶ ὅσοι εἰσὶ πιστοὶ θεοῦ, ἕως τοῦ νῦν εὔχονται ἐν τῷ τόπῳ ὅπου κεῖται, καὶ λαμβάνοντες τοῦ χοὸς τοῦ τόπου δήγματα ἀσπίδων θεραπεύουσιν, καὶ τὰ θηρία τοῦ ὕδατος φυγαδεύουσιν. Ἡμεῖς δὲ ἠκούσαμεν ἐκ τῶν παίδων Ἀντιγόνου καὶ Πτολεμαίου γε 62 ρόντων τινῶν, ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν ἐπιστὰς
About this text
Epiphanius of Salamis, De prophetarum vita et obitu Recensio altera (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s De prophetarum vita et obitu Recensio altera — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.