Epistula ad Eusebium Unit 1 opening
Unit 1.
Lemma-led open — , , , οῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου Κωνσταντίας τῆς Κυπρίων νήσου περὶ τῆς
Greek
Epistula ad Eusebium, Marcellum, Vivianum, Carpum et ad Aegyptios Tοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου Κωνσταντίας τῆς Κυπρίων νήσου περὶ τῆς τοῦ πάσχα ἡμέρας ἀκριβὴς διασάφησις· ἐκ τῆς πρὸς Εὐσέβιον καὶ Μάρκελλον, Βιβιανόν (Βηβιανόν cod.) τε καὶ Κάρπον ἐπιστολῆς. 205 Ἔφαγον οὖν οἱ Ἰουδαῖοι τὸ πάσχα, μεθ' ὧν ὁ κύριος τοῦτο συνέφαγε, πρὸ δύο ἡμερῶν τοῦ τεταγμένου ἀληθινοῦ πάσχα· ὡς ἔλεγον οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι, ὅτι προλάβωμεν ποιῆσαι τὸ πάσχα, ἵνα μὴ ἐν τῷ θορύβῳ συλληφθέντος αὐτοῦ μὴ δυνηθῶμεν φαγεῖν τὸ πάσχα· ὥς φησι καὶ ὁ ἱερώτατος Ματθαῖος περὶ τοῦ σωτῆρος ὅτι εἴρηκε τοῖς μαθηταῖς· "οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι". τοῦτο δὲ ἀκριβῶς ἐτελέσθη ὁπηνίκα ὁ Χριστὸς εἰς τὸ μυστήριον ἤγετο τῇ δευτέρᾳ τοῦ σαββάτου, σύμβολον οὔσης τῆς δεκάτης τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ διὰ τὸ ἰῶτα. τότε γὰρ ὁ Ἰούδας ἔλαβε τὸ τίμημα τοῦ τετιμημένου, οὗ διετιμήσαντο παρὰ τῶν υἱῶν Ἰσραὴλ κατὰ τὸ γεγραμμένον, καὶ ἐζήτει εὐκαιρίαν ὅπως αὐτὸν παραδῷ. προέλαβον δὲ τεθορυβημένοι ἀντὶ τοῦ φυλαχθῆναι παρ' αὐτοῖς τὸ ἠγορασμένον αὐτοῖς πρόβατον διὰ τῶν τῷ Ἰούδᾳ δοθέντων ἀργυρίων ἕως πέμπτης σαββάτων καὶ ἀπὸ δεκάτης ἀριθμουμένων ἕως τεσσαρεσκαιδεκάτης ἥτις ἦν ἡ πέμπτη σαββάτων. προλαμβάνουσι δὲ θορυβούμενοι διὰ τὸν λαὸν καί φασι· προλάβωμεν ποιῆσαι τὸ πάσχα, ἵνα μὴ ὅταν ἔλθῃ ὁ λαὸς μὴ δυνηθῶμεν συλλαβέσθαι αὐτόν. καὶ τούτου ἕνεκα οὐκέτι τῇ πέμπτῃ ἔφαγον τὸ πάσχα, ἥτις κατήντα τῇ ιδ τῆς σελήνης, ἀλλὰ τῇ
About this text
Epiphanius of Salamis, Epistula ad Eusebium (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s Epistula ad Eusebium — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.