Epistula ad Eusebium · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

τρίτῃ σαββάτων ἐπιφωσκούσης τετράδος συλλαμβάνουσι τὸν Χριστόν, ἐν ᾗ καὶ τὸ πάσχα προλαμβάνοντες ἐπετέλουν. 206 βεβρώκει τοίνυν μετ' αὐτῶν τὸ πάσχα πρὸς ἑσπέραν τῇ δωδεκάτῃ πρὸ δύο ἡμερῶν τοῦ πάσχα, ἐπιφωσκούσης ιγ, λογιζομένης τῆς νυκτὸς εἰς τὴν ἡμέραν τουτέστιν ἀπὸ τρίτης εἰς τετράδα σαββάτων· ὅθεν ἡ ἐκκλησία τὴν τετράδα φυλάττει διὰ τὴν τοῦ κυρίου σύλληψιν, νηστεύουσα δι' ὅλου τοῦ ἔτους πάρεξ μόνον πεντηκοστῆς καὶ ἐπιφανίων. Συλληφθεὶς δὲ πρὸς ἑσπέραν ἐπιφωσκούσης τετράδος μένει ἐν τῇ αὐλῇ τοῦ Καιάφα ὅλην τὴν νύκτα. μὴ γὰρ νόμιζε ἐν τῇ πέμπτῃ πρὸς ἑσπέραν αὐτὸν συνειλῆφθαι, ἀνάγνωθι εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ διάσκεψαι καὶ ὁρᾷς, ὅτι ὅτε μὲν ἀπὸ Γεθσημανῆ συλλαμβάνεται πρὸς Καιάφαν φέρεται. ἔμεινεν δὲ ἐν τῇ οἰκίᾳ τοῦ Καιάφα ἕως τῆς ἕω. πρωίας δὲ παραδίδοται Ποντίῳ Πιλάτῳ· γέγονε δὲ τοῦτο τετάρτῃ τῶν σαββάτων. καὶ ποιεῖ τὴν ἡμέραν ἐκείνην παρὰ Ποντίῳ Πιλάτῳ καὶ τὴν νύκτα ἕως πρωΐ. πέμπτῃ δὲ σαββάτων ἀποστέλλεται πρὸς Ἡρῴδην, ὄντα τότε ἐν Ἱεροσολύμοις, διὰ τὸ καὶ αὐτὸν ἐληλυθέναι μετὰ τῶν ἄλλων φαγεῖν τὸ πάσχα. καὶ ὡς ἐκεῖνος πολλὰ αὐτὸν ἐρωτήσας καὶ μὴ καταξιωθεὶς ἀποκρίσεως ἀντιπέμπει αὐτὸν Πιλάτῳ, καὶ ἐπιμείνας ἕως ἐνάτης ὥρας ἐν τῷ πραιτωρίῳ συγκεκλεισμένος. παράδοσις δέ τις ἔδραμε λεγόντων ἕως καὶ τῶν ἡμετέρων χρόνων,

About this text

Epiphanius of Salamis, Epistula ad Eusebium (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Epistula ad Eusebium — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.