Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
ἅγιον Ματθαῖον ἕκτῃ ὥρᾳ αὐτὸν ἐσταυρῶσθαι λέγειν· μεμελέτηται δὲ τῷ ἁγίῳ τὸ ἀπὸ τῆς ἕκτης ὥρας σκότος. Σταυροῦται μὲν οὖν ὡς εἴρηται προσαββάτῳ ὥρᾳ γ καὶ ἐλογίσθη αὐτῷ ἡμέρα μία ἀπὸ ὥρας γ εἰς . μετὰ τὸ σταυρωθῆναι γὰρ λοιπὸν τῶν καταχθονίων εἰργάζετο τὴν σωτηρίαν, καὶ ἀπὸ τῆς ἕκτης εἰς θ μία νύξ, ἀπὸ δὲ ἐννάτης εἰς ἑσπέραν μία ἡμέρα. ** καὶ γεγόνασι τρεῖς ἡμέραι καὶ δύο νύκτες. καὶ δι' ὅλου τοῦ σαββάτου μία ἡμέρα καὶ ἡ νὺξ ἡ ἐπιφώσκουσα εἰς τὴν κυριακήν. καὶ ἐπληρώθη τὸ περὶ αὐτοῦ εἰρημένον ὅτι "δεῖ ποιῆσαι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας". ὥρᾳ γ ἐσταυρώθη πλήρης ἕκτῃ σαββάτων τεσσαρεσκαιδεκάτῃ κατὰ σελήνην, τετάρτῃ καὶ εἰκάδι τοῦ Φαμενὼθ μηνός, πρὸ ιγ καλάνδων Ἀπριλλίων. διὸ νηστεύομεν καὶ τῷ προσαββάτῳ. ἀνέστη δὲ τῇ ἡμέρᾳ τῆς κυριακῆς, ἐξότε οἱ ἀλεκτρυόνες ἐφώνησαν, ἐν νυκτὶ τῆς ἰσονυκτίας συημμένῃ τῇ ἰσημερίᾳ τουτέστι τῇ καὶ εἰκάδι τοῦ Φαμενὼθ μηνός, ὃς ἦν Νισὰν παρ' Ἑβραίοις ὁ ἑρμηνευόμενος Φαρμουθί. προλαμβάνουσι δὲ οἱ τῶν Ἑβραίων μῆνες τοὺς τῶν Αἰγυπτίων μῆνας καὶ οἱ τῶν εὐδαιμόνων Ἀθηναίων ὡσαύτως καὶ Λακεδαιμονίων ὀκτὼ ἡμέραις, ἐὰν οὕτω τύχοι. ἦν δὲ ἡ νὺξ ἡ ἔχουσα τὰς αὐτὰς ὥρας καὶ ἡ παρελθοῦσα ἡμέρα τὰς αὐτάς.
About this text
Epiphanius of Salamis, Epistula ad Eusebium (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s Epistula ad Eusebium — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.