Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
ὅτι τὴν ἐνάτην ὥραν εἰσῆλθον οἱ μαθηταὶ κρυφῇ πρὸς αὐτὸν καὶ ἔκλασεν ἄρτον ψιλὸν καὶ συνεγεύσατο μετ' αὐτῶν ἐν τῇ φυλακῇ. ἔμεινε δὲ ἐκεῖ ὅλην τὴν νύκτα καὶ πρωῒ λίαν προφέρει αὐτὸν ἀπὸ τοῦ πραιτωρίου ἡμέρᾳ προσαββάτου τῇ παρασκευῇ καλουμένῃ καὶ οὕτως ὥρᾳ γ σταυροῦται κατὰ τὴν ἀκριβῆ τοῦ Μάρκου εἰσήγησιν καὶ Ἰωάννου τῶν θεσπεσίων εὐαγγελιστῶν· εἰ καὶ ἔν τισιν ἀντιγράφοις τοῦ κατὰ Ἰωάννην εὐαγγελίου γραφικοῦ ἕνεκεν σφάλματος παραπεποίηται τὸ Γ στοιχεῖον, ὅπερ τὸν τρεῖς ψῆφον δηλοῖ, εἰς τὸ ἐπισήμου, ὅπερ τὸν ἓξ παρίστησι διὰ τὸ ἀμφοτέρων τῶν στοιχείων τὰς κεραίας ἐκ τῶν εὐωνύμων εἰς τὰ δεξιὰ ἐπιβλέπειν ἡμᾶς· ὃ καὶ πρὸ ἡμῶν ἠκρίβωσαν Κλήμης τε καὶ Ὠριγένης καὶ ὁ Πάμφιλος Εὐσέβιος. καὶ οὐ χρὴ τοὺς φιλομαθεῖς ἀκροατὰς διὰ τὴν τοῦ στοιχείου ἀναίρεσιν ἢ παράθεσιν διασπᾶν τὴν τῶν θείων εὐαγγελίων συμφωνίαν. ὅρα γὰρ πῶς καὶ Ματθαῖος ὁ σοφώτατος τὸν τοῦ σταυροῦ καιρὸν ἀκριβῶς ἐπισημαίνεται τῷ εἰπεῖν "καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθά, ὅ ἐστι κρανίου τόπος", ἔπειτα καὶ τὸν οἶνον μετὰ τῆς σμύρνης λοιπὸν 207 καὶ τὴν τῶν ἱματίων διαμέρισιν ** ἐπάγει· "ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας θ" καὶ τὰ ἑξῆς. τινὲς δὲ οἴονται τὸν
About this text
Epiphanius of Salamis, Epistula ad Eusebium (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s Epistula ad Eusebium — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.