Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
ἄχραντόν σου μητέρα παρακαλέσας ἀπὸ τοῦ σταυροῦ ὀδυρμοῦ, καὶ τοῦ κλαυθμοῦ· αὐτὸς ὁ τότε βοήσας ταῖς μυροφόροις τὸ, Χαίρετε, αὐτὸς καὶ νῦν βόησον ταῖς Ἐκκλησίαις σου, Χαίρετε· αὐτὸς ὁ τοῖς ἥλοις τοῖς τιμίοις προσηλωθεὶς τὰς χεῖρας καὶ τοὺς πόδας, λῦσον σιδηροδέσμων λαῶν τὰς χεῖρας καὶ τοὺς πόδας. Ναὶ, ∆έσποτα φιλάνθρωπε, ὁ εἰπών· Περίλυπός ἐστιν ἡ ψυχή μου ἐκ θανάτου, ῥῦσαι τὸν λαόν σου τῆς λύπης καὶ τοῦ θανάτου· αὐτὸς ὁ τῇ ῥομφαίᾳ νυγεὶς τὴν πλευράν σου, σύντριψον τῶν ἐχθρῶν τὴν ῥομφαίαν τῇ χειρί σου τῇ κραταιᾷ, καὶ μνήσθητι, ∆έσποτα, ὡς 43.476 τοῦ λῃστοῦ σου τοῦ πιστοῦ καὶ τοῦ λαοῦ σου· ὁ χύσας τὸ ἄχραντον αἷμα ὑπὲρ ἡμῶν, παῦσον τὴν σύγχυσιν τῶν αἱμάτων ἡμῶν. Σῶσον τὸν λαόν σου, ∆έσποτα· φεῖσαι τῆς κληρονομίας σου. Ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, Κύριε; Ἵνα τί τοῖς ἐχθροῖς μακροθυμεῖς; Ἵνα τί ἀποστρέφεις τὸ πρόσωπόν σου ἀφ' ἡμῶν; Ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος· μὴ παρίδῃς εἰς πλήρης. Μνήσθητι τοῦ σταυροῦ σου, μνήσθητι τοῦ λαοῦ σου, μνήσθητι τῶν οἰκτιρμῶν σου. Ὁ τεσσαράκοντα ἡμέρας ἑκουσίως δι' ἡμᾶς πειρασθεὶς, ∆έσποτα, μνήσθητι τῶν ἐν ἐρήμοις πειραζομένων λαῶν σου, τῶν ἐν ἀβάτοις καὶ ἀνύδροις· ἐκείνων μνήσθητι μεθ' ἡμῶν, καὶ πρὸ ἡμῶν, ἀγαθὲ φιλάνθρωπε. Ἐκείνους συμβοήθησον, ἐκείνους πρόφθασον· ἐκείνους λοιπὸν ἐπίσκεψαι· ἐκείνους τοὺς ὑπὲρ πάντας ἐλεεινοὺς, τοὺς παρὰ πάντας ὄντας ἐπὶ τῆς γῆς ταπεινούς· ἐκείνους τοὺς ἐν ἐρήμοις παρὰ ἀνθρώπων ἀπεγνωσμένους· οἵτινες μακρὰν ἐκ τῆς χειρός σου ἐδιώχθησαν· οἵτινες μεγάλως τῷ θυμῷ σου ἐπαιδεύθησαν· οἵτινες μεγάλως τῇ ὀργῇ σου ἠλέγχθησαν· οἵτινες πρὸ θανάτου ὡς νεκροὶ ἀπὸ ἀνθρώπων ἐπλήσθησαν· οἵτινες μετὰ θηρίων ἀγρίων οἰκεῖν κατεκρίθησαν· ὧν τὴν βίαν οὐδεὶς καθορᾷ, εἰ μὴ μόνος ὁ σὸς ἀκοίμητος ὀφθαλμός· ὧν τὴν ἀνάγκην σὺ, ∆έσποτα, γινώσκεις, καὶ ἄλλος οὐδεὶς *** εἰς αἰῶνα· λοιπὸν δι' ὧν χωρισθέντες, τῆς οἰκουμένης τέλος μακρυνθέντες, τῶν ἐκκλησιῶν λοιπὸν ἐπιλησθέντες, τῶν ἑορτῶν τὴν ἡμέραν ἀγνοοῦντες. Ἐκείνοις μικρὸν ἔλεος ποίησον, ∆έσποτα· οὐ γὰρ αἰτοῦμαι πολύ. Φθάσον ἐκείνους, ὁ Θεὸς, ὁ παιδεύσας ἐκείνους· φθάσον τά ποτε τέκνα σου, ὅτι καὶ αὐτοί ποτε τέκνα σου, ὅτι καὶ αὐτοί ποτε Χριστιανοὶ ὑπῆρχον, καὶ αὐτοί ποτε ποίμνη σου, καὶ αὐτοί ποτε μέλη σου, καὶ αὐτοί ποτε τοῦ ἀχράντου σου μετελάμβανον σώματος, καὶ νῦν σωμάτων ἀλόγων μεταλαμβάνουσι. ∆ιὸ δὴ, ∆έσποτα, ἐπίβλεψον ἐπ' αὐτοὺς ἐν ἐλέοις καὶ οἰκτιρμοῖς σου. Ἴδε ἐκείνων τῶν ἐλεεινῶν τὴν βίαν, καὶ δὸς φιλανθρωπίαν· ἴδε τὴν γύμνωσιν, καὶ δὸς τὴν ἀνάῤῥυσιν· ἴδε τὴν βαθεῖαν ἐρημίαν, καὶ ποίησον τὴν σὴν εὐσπλαγχνίαν. Εἰ γὰρ καὶ δικαίως ἐπαίδευσας, ἀλλ' ὅμως ἴασαι· εἰ καὶ ἀξίως παρέδωκας, ὅμως συνάγαγε. Ἐμάστιξας, παρακάλεσον· παρέδωκας, λύτρωσαι. Εἰ καὶ πολλάκις ἡμάρτομεν, ἀλλ' ὅμως πάλιν ἡμῶν μνήσθητι, καὶ πάλιν ἡμῶν τῇ δεήσει πείσθητι, καὶ μάλιστα τοῖς ἐν ἐρημίαις, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ὁ παῖς τῆς γῆς ἀβάτοις τόποις ἡμῶν ἀδελφοῖς σου Χριστιανοῖς, σοῦ δὲ λαοῖς. Εἰ γὰρ καὶ ἡμεῖς ἐν ἐκκλησίαις μετὰ τῶν πιστῶν, ἀλλ' ἐκεῖνοι ἐν ἐρημίαις μετὰ τῶν ἐχθρῶν· εἰ καὶ ἡμεῖς φαιδροὶ ἐν ταῖς ἑορταῖς, ἀλλ' ἐκεῖνοι ἐν μεγάλῃ σκοτίᾳ. Μεγάλη ἡ ἐκείνων δυστυχία· μέγα τὸ ἐκείνων ὕποπτον· δεινὸν τὸ ἐκείνων τραῦμα, πικρὰ ἡ ἐκείνων συμφορά· ἀδιήγητος ἡ αὐτῶν καταφθορὰ, μέγα τὸ ἐκείνων κέντρον, πολλὴ ἡ ἐκείνων τραγῳδία, ∆έσποτα. Μὴ ἀφήσῃς ἕως ἔξω, ἀλλὰ μετὰ 43.477 τῆς παιδείας δεῖξον καὶ τὴν σὴν φιλανθρωπίαν, ἵνα μὴ εἰς τέλος οἱ Ἰουδαῖοι καυχήσωνται, ἵνα μὴ τὰ ἔθνη περὶ ἡμῶν εἴπωσι· Ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν; Ποῦ ἔστιν ὁ Χριστὸς αὐτῶν; Ποῦ ἔστιν ὁ σταυρὸς αὐτῶν; Ποῦ ἔστιν ἡ ἐλπὶς αὐτῶν; Ποῦ ἡ πίστις τῶν Χριστιανῶν; Ἵνα μὴ ταῦτα εἴπωσι, ταχὺ τὰ ἐλέη σου εἰς ἡμᾶς θεωρήσουσι· Ταχὺ προσκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα, ὅτι ἐταπεινώθημεν σφόδρα, ὅτι ὠλιγώθημεν σφόδρα. Λοιπὸν εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων· δυσωπήσει σε τὰ δάκρυα τῶν ἀκάκων νηπίων, τῶν κατασφαζομένων· ἱκετεύσει σε ὀδυρμὸς μητέρων τῶν ἀτεκνουμένων. Ταῦτα λέγοντες δεόμεθα, οὐ μαχόμεθα, ∆έσποτα· δεόμεθα, ἀλλ' οὐ πρὸς σὲ δικαζόμεθα. ∆εόμεθα, ὅτι ὑπὸ ἀνόμων ὀνειδιζόμεθα, ὅτι ἐξ Ἑλλήνων καταπονούμεθα· οὐ μαχόμεθα, ἀλλὰ ἐξομολογούμεθα. Κλαίομεν, ὅτι καὶ οἱ λοιποὶ κινδυνεύουσιν. Εἰ γὰρ καὶ ἁμαρτωλοὶ, ἀλλ' ὅμως Χριστιανοὶ τυγχάνομεν· εἰ καὶ ταπεινοὶ, ἀλλ' ὅμως τῆς
About this text
Epiphanius of Salamis, Homilia in Christi resurrectionem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s Homilia in Christi resurrectionem — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.