Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
ἐπιδιδάσκει μυστήρια. Εἶτα τί καὶ μετὰ ταῦτα; Ἡμεῖς μόνοι ἑορτάζομεν, ἢ καὶ τοῦ πλησίον μεριμνήσομεν; Ἡμεῖς πανηγυρίσωμεν, ἢ καὶ περὶ ἄλλων ἡμῖν ὁ λόγος; Ἀναγκαίως τῆς ἡμῶν ἑορτῆς θεάρεστος ὁμοῦ καὶ εὐπρόσδεκτος γενέσθω τις κοινὸς τῆς Ἐκκλησίας στεναγμὸς πρὸς τὸν Θεὸν, καὶ ὑπὲρ τῶν ἐνάγκαις ἡμῶν ἀδελφῶν μνημονεύσωμεν, τῶν ἐν ἐρήμοις ἐνάγκαις ἐξεταζομένων ἰδίων ἡμῶν. Γενώμεθα ὡς συνδεδεμένοι τοῖς δεδεμένοις· γενώμεθα ὡς συμπάσχοντες τοῖς τὴν ἀνάγκην πάσχουσιν· ὅτι ἐὰν ἓν μέλος πάσχοι, συμπάσχει πάντα τὰ μέλη. Συμπαθήσωμεν τοίνυν τοῖς ἡμῶν ἀδελφοῖς, τοῖς ἡμῶν μέλεσιν· οἱ μὲν διὰ χρημάτων, οἱ δὲ διὰ ῥημάτων, καὶ ἄλλοι δι' εὐποιίας, πάντες δὲ διὰ τῆς πρὸς Θεὸν ὑπὲρ αὐτῶν ἱκεσίας. Κοινὴ πάντων, παρακαλῶ, σήμερον γενέσθω πρὸς Θεὸν πρεσβεία, ὅτι κοινὴ ἡμῶν καὶ ἡ αἰχμαλωσία. Κοινὴ, παρακαλῶ, γενέσθω ἡ δέησις, ὅτι κοινὴ ὑπάρχει ἡ παίδευσις. Ἀκούσωμεν τοῦ λέγοντος, ὅτι Εὔξασθε ὑπὲρ ἀλλήλων ὅπως ἐσθῆτε. Ἀκούσωμεν Χριστοῦ λέγοντος, ὅτι Ἐὰν δύο ἢ τρεῖς συμφωνήσουσιν εἰς εὐχὴν, περὶ παντὸς αἰτήματος οὗ αἰτήσονται, γενήσεται αὐτοῖς. Μέγα, ἀδελφοὶ, ὅπλον εὐχὴ Ἐκκλησίας· μέγα τεῖχος, ἀδελφοὶ, πρὸς Θεὸν εὐχὴ συμφωνίας, καὶ μάλιστα λαοῦ πιστοῦ αἰχμαλωσίας. Μηδεὶς εἰπεῖν τολμήσει, ὅτι οὐκ εἰσακούει ὁ Θεὸς ἁμαρτωλῶν. Πλεῖον δέχεται τὴν δέησιν τῶν ταπεινῶν, καὶ μάλιστα τῶν διὰ τὸ ὄνομα αὐτοῦ καταπονουμένων, μαστιζομένων, φυλακιζομένων, θλιβομένων, ὑπὸ ἐχθρῶν ὀνειδιζομένων, καὶ τὴν πίστιν Χριστοῦ μὴ ἀρνησαμένων. Ἐξ ὧν ὑπάρχουσι πολλοὶ καὶ πολλαὶ ἐν τῷ παρόντι ἡμῶν λαῷ τοῦ Χριστοῦ ὁμολογηταὶ γενόμενοι, καὶ παρ' αὐτοῦ ταχέως εἰσακουόμενοι. Μέγα ὅπλον, ἀγαπητοὶ, ἡ ἐκείνων εὐχή· αἰδεῖται γὰρ αὐτοὺς πάντας ὁ Χριστὸς, δι' ὧν καὶ καθ' ἡμέραν κινδυνεύουσι. ∆ιὸ ταῖς τούτων ἡμεῖς θαῤῥοῦντες εὐχαῖς, καὶ εἰς τὴν τούτων παῤῥησίαν πρὸς Θεὸν ἀποβλέποντες, κοινῶς καὶ ἐκτενῶς ὑπὲρ τῶν ἐνάγκαις ἀδελφῶν ἡμῶν προσευξώμεθα, διότι πολλάκις φιλανθρωπία βασιλικὴ ἐν ταῖς ἑορταῖ· πολλοῖς καταδίκοις ἄφεσιν καὶ ἀπολύτρωσιν χαρίζεται. Μέγα, πάλιν λέγω, ἀδελφοὶ, εὐχὴ Ἐκκλησίας, καὶ μάλιστα πίστις αἰχμαλωσίας. 43.473 Καὶ γὰρ καὶ βασιλεὺς πολλάκις αἰδεῖται παράκλησιν δήμου, καὶ χαρίζεται καταδίκους δυσωποῦντι ὄχλου. Οὐκοῦν δεόμεθα πᾶσαν τὴν ὑμετέραν ἀγάπην ἐκτενῶς μνημονεῦσαι τῶν ἀδελφῶν ἡμῶν τῶν ἐνάγκῃ· καὶ κατ' αὐτὴν ἐκείνην τὴν φρικωδεστάτην ὥραν, ἐν ᾗ τὸν ἀτίμητον μαργαρίτην τοῦ Χριστοῦ σώματος ὑποδεξόμεθα ἐν ταῖς χερσὶν ἡμῶν. Οὕτως ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν ἐκτενῶς προσευξώμεθα, καὶ τῷ Χριστῷ εἴπωμεν· Αὐτὸς ὁ μόνος ὁ τότε καὶ νῦν ἀγαθὸς Θεὸς, καὶ φιλάνθρωπος ∆εσπότης, ὁ διὰ τοῦ Πάσχα τὸν Ἰσραὴλ ἐκ δουλείας Αἰγύπτου ῥυσάμενος καὶ διὰ τοῦ αἵματος τοῦ ἀμνοῦ ἐλευθερίαν αὐτῷ χαρισάμενος, αὐτὸς καὶ νῦν διὰ τοῦ ἀχράντου σου σώματος, καὶ τοῦ τιμίου αἵματος, τῆς πικρᾶς δουλείας ἐλευθερίαν τῷ κόσμῳ σου δώρησαι. Ὁ προσδεξάμενος τῆς ἁμαρτωλοῦ πόρνης τὸν κλαυθμὸν, πρόσδεξαι σήμερον καὶ τὴν σὴν Ἐκκλησίαν καὶ αἰχμαλωσίας τὸν στεναγμόν· ὁ προσδεξάμενος τοῦ λῃστοῦ τοῦ πιστοῦ τὴν παράκλησιν, πρόσδεξαι τοῦ λαοῦ σου τοῦ πιστοῦ τὴν δέησιν· ὁ προσδεξάμενος τοῦ Πέτρου τὴν μετάνοιαν, καὶ τὸν στεναγμὸν, πρόσδεξαι καὶ ἡμῶν τὸν κλαυθμὸν τῶν πτωχῶν· ὁ μὴ ἀποστρέψας Χαναναίας τὰ δάκρυα, δέξαι καὶ μικρὰν Ἐκκλησίαν ὑπὲρ μεγάλης αἰχμαλωσίας πρεσβεύουσαν, καὶ πρὸς σὲ τὸν Θεὸν σήμερον βοῶσαν καὶ λέγουσαν· Ὁ Θεὸς, ὁ τριήμερος ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἐκ τῶν ἐχθρῶν τὸν πιστόν σου λαόν· ὁ τὸν Ἀδὰμ ἐγείρας ἐκ τῶν θνητῶν, ἔγειρον τὸ κέρας τῶν Χριστιανῶν· αὐτὸς ὁ τότε καὶ νῦν Θεὸς, ὁ τὴν μορφὴν τοῦ δούλου ἀναλαβὼν, λύτρωσαι ἐκ δουλείας τὸν ταπεινόν σου λαόν· ὁ νήπιος γενέσθαι καταξιώσας ὑπὲρ ἡμῶν, σῶσον μαχαίρας τὸ πλῆθος τῶν νηπίων ἡμῶν. Αὐτὸς ὁ τότε Θεὸς, ὁ μετὰ μητρὸς ἐν Αἰγύπτῳ ξενιτεύσας, ἀνακάλεσαι τῆς μακρᾶς ξενιτείας τὰς μητέρας καὶ τὰ τέκνα· ὁ πραθεὶς ὑπὲρ πολλῶν ἑκουσίως, παῦσον τὴν πράσιν τοῦ λαοῦ τῶν Ἐκκλησιῶν· ὁ δι' ἡμᾶς ἐν τῷ νώτῳ δεξάμενος τὰς τοῦ Πιλάτου μάστιγας, καὶ ἀπειλὰς, αὐτὸς ὁ κοπιάσας δι' ἡμᾶς ἐκ τῆς ὁδοιπορίας, παῦσον τοῦ λαοῦ σου τοὺς κόπους καὶ ταλαιπωρίας· ὁ ἐν σταυρῷ βοήσας· ∆ιψῶ, δρόσισον ψυχὰς δεινῶς διψώσας καὶ πεινώσας· ὁ μετὰ ἀνόμων ὑπὸ ἀνόμων κατακριθεὶς, ῥῦσαι καὶ ἡμᾶς ἐκ τῆς τῶν ἀνόμων βουλῆς· ὁ γυμνωθεὶς ὡς κακοῦργος ὑπὸ ἀνόμων, αὐτὸς ἐκεῖνος, ∆έσποτα, ὑπὸ παρανόμων δεσμευθεὶς, λῦσον τοὺς ἐν δεσμοῖς πεπεδημένους· ὁ τὴν
About this text
Epiphanius of Salamis, Homilia in Christi resurrectionem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s Homilia in Christi resurrectionem — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.