Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
ἀναίμακτος θυσία· καινὴ καὶ θεία διαθήκη. Ἐγκαινίζεσθε σήμερον, καὶ πνεῦμα εὐθὲς ἐγκαινίσατε ἐν ταῖς καρδίαις ὑμῶν, ὅπως δέξησθε τὰ τῆς ἑορτῆς τῆς νέας καὶ ἀληθινῆς μυστήρια, καὶ τρυφήσητε σήμερον τρυφὴν τὴν ὄντως οὐράνιον, καὶ ἀπέλθητε φωτισθέντες τὰ μὴ παλαιούμενα τοῦ νέου Πάσχα ἀντὶ παλαιοῦ μυστήρια ἀντίτυπα· ὅπως συνήσητε ὅσον τὸ μέσον, καὶ διάφορον τῶν Ἰουδαίων τὰ ἡμέτερα, καὶ τίς σύγκρισις τῶν τύπων πρὸς τὴν ἀλήθειαν. Ἀρξώμεθα τὰ τῆς Χριστοῦ Πάσχα ἀναστάσεως, καὶ θεωρίας, ἐκ τῶν ἐντεῦθεν. Ἀπεστέλλετό ποτε πρὸς σωτηρίαν λαοῦ ἀπὸ Θεοῦ ἐξ ὄρους ὑψηλοῦ ὁ νομοθέτης Μωϋσῆς πρὸς τὸν τοῦ νόμου τύπον· ἀπεστάλη καὶ ὁ Κύριος ὁ νομοθέτης, καὶ Θεὸς ἀπὸ Θεοῦ, καὶ ὄρος ἀπ' ὄρους οὐρανίων ὀρέων, εἰς σωτηρίαν τοῦ ἡμετέρου λαοῦ, τὸ τῆς ἀληθείας. Ἀλλὰ Μωϋσῆς ἐκ Φαραὼ καὶ Αἰγυπτίων ἐλυτρώσατο· Χριστὸς δὲ ἐκ διαβόλου, καὶ δαιμόνων ἐλυτρώσατο ἡμᾶς. Ἀλλὰ πεφόνευκε Μωϋσῆς χώσας ἐν τῇ ἄμμῳ τὸν ἀδικοῦντα τὸν Ἰουδαῖον· τεθανάτωκε καὶ Χριστὸς διάβολον, παραπέμψας αὐτὸν τῇ ἀβύσσῳ. Εἰρήνευσε Μωϋσῆς τοὺς δύο ἀδελφοὺς αὐτοῦ μαχομένους· εἰρήνευσε καὶ ὁ Χριστὸς τοὺς δύο λαοὺς αὐτοῦ, ἑνώσας τὰ οὐράνια τοῖς ἐπιγείοις. Ἐκεῖ ἡ θυγάτηρ Φαραὼ λούσασθαι ἀπερχομένη εὗρε λαβοῦ 43.469 σα τὸν Μωϋσῆν· ἡ δὲ τοῦ Χριστοῦ Ἐκκλησία καὶ θυγάτηρ βαπτίζεσθαι λαμβάνει Χριστὸν, οὐκ ἀπὸ θίβης τριμηνιαῖον, ὡς Μωϋσῆν, ἀλλ' ἐκ τοῦ τάφου τριήμερον ἀντὶ Μωϋσῆ. Ἐκεῖ τυπικῶς καὶ νυκτερινῶς τὸ Πάσχα ὁ Ἰσραὴλ ἐποίησεν· ἐνταῦθα φωτεινῶς τε καὶ ἡμερινῶς τὸ Πάσχα ἑορτάζομεν. Ἐκεῖ πρὸς ἑσπέραν τῆς ἡμέρας· ἐνταῦθα πρὸς ἑσπέραν τῶν χρόνων τοῦ αἰῶνος. Ἐκεῖ αἱ τῶν φλιῶν θύραι τῷ αἵματι ἐχρίοντο· ἐνταῦθα αἱ τῶν πιστῶν καρδίαι τῷ τοῦ Χριστοῦ σφραγίζονται αἵματι. Ἐκεῖ νυκτερινὴ ἦν θυσία, καὶ νυκτὶ ἡ τῆς Ἐρυθρᾶς θαλάσσης διάβασις· ἐνταῦθα σωτηρία, καὶ φωτεινὴ ἡ τῆς Ἐρυθρᾶς τοῦ βαπτίσματος θάλασσα, καὶ πυριζούσης τὸ πῦρ τοῦ Πνεύματος· ἐν ᾧ καὶ Πνεῦμα Θεοῦ ἀληθῶς ἐπιφέρεται ὁμοῦ, καὶ ἐπιφαίνεται, καὶ ἐπὶ τοῦ αὐτοῦ ὕδατος, ἐν ᾧ συντρίβεται ἡ κεφαλὴ τοῦ δράκοντος, καὶ ἄρχοντος τῶν δρακόντων τῶν δαιμονικῶν τοῦ διαβόλου λαῶν. Ἐκεῖ τὸν Ἰσραὴλ νυκτερινῷ Μωϋσῆς βαπτίσματι· ἐκεῖ νεφέλη τὸν λαὸν σκέπει· τὸν δὲ Χριστοῦ λαὸν ἡ δύναμις τοῦ Ὑψίστου ἐπισκιάζει. Ἐκεῖ τοῦ λαοῦ σωθέντος ἡ Μωϋσέως Μαρία ἐχόρευσεν· ἐνταῦθα δὲ τοῦ λαοῦ τῶν ἐθνῶν σωζομένου ἡ τοῦ Χριστοῦ Ἐκκλησία σὺν πάσαις αὐτῆς ταῖς Ἐκκλησίαις ἑορτάζει. Ἐκεῖ τῆς κτίσεως πέτρᾳ προσφεύγει Μωϋσῆς· ἐνταῦθα τῆς πίστεως πέτρᾳ προσφεύγει ὁ λαός. Ἐκεῖ αἱ πλάκαι αἱ νομικαὶ συντρίβονται, τὴν τοῦ νόμου διάβασιν μηνύουσαι ὁμοῦ, καὶ παλαίωσιν· ἐνταῦθα δὲ οἱ θεῖοι νόμοι ἀδιάῤῥηκτοι σώζονται. Ἐκεῖ μόσχος ἐχωνεύετο εἰς τὴν τοῦ λαοῦ τιμωρίαν· ἐνταῦθα δὲ ὁ Ἀμνὸς τοῦ Θεοῦ θύεται εἰς τὴν τοῦ λαοῦ σωτηρίαν. Ἐκεῖ ῥάβδῳ πέτρα τύπτεται· ἐνταῦθα δὲ Χριστὸς ἡ πέτρα τὴν πλευρὰν νύττεται. Ἐκεῖ ὕδωρ ἐκ τῆς πέτρας ἐξέρχεται· ἐνταῦθα αἷμα καὶ ὕδωρ ἐκ ζωοποιοῦ πλευρᾶς πηγάζεται. Ἐκεῖνοι ὀρτυγομήτραν κρέα ἐξ οὐρανοῦ ἐδέξαντο· ἡμεῖς δὲ περιστερὰν τοῦ Πνεύματος ἐξ ὕψους δεχόμεθα. Ἐκεῖνοι μάννα πρόσκαιρον ἔφαγον, καὶ ἀπέθανον· ἡμεῖς γὰρ ἄρτον ἐσθίομεν εἰς ζωὴν αἰώνιον. Ἀλλ' ἐκεῖνα ὡς παλαιὰ καὶ σκιώδη πεπαλαίωται, καὶ τετέλεσται· τὰ δὲ τοῦ ἡμετέρου λαοῦ αὔξει, καὶ ἐπανθεῖ εἰς ἀεὶ διαμένοντα. Αὕτη τοῦ Πάσχα ἡμῶν ἡ πρότυπος· αὕτη τῶν νομικῶν πραγμάτων ἡ σκιώδης διάβασις. Οὕτω τὰ τῆς ἑορτῆς νόησον· οὕτω τὰ τοῦ Μωσέως καὶ τῶν προφητῶν περὶ τῆς ἡμέρας σκόπησον, ἵνα πεισθῇς τῇ ἀναστάσει. Ἀπιστίας γὰρ πάντες τὸ κάλυμμα περίκεινται. Ἔχει πολλοὺς τοὺς τύπους, καὶ ἀπεριγράπτους τῆς ἐκ νεκρῶν ἀναστάσεως, καὶ ἀναβιώσεως. Ταύτης μάρτυρ ἀξιόπιστος Ἰσαὰκ ἡ σφαγή· ταύτης τύπος ὁ λάκκος τοῦ Ἰωσὴφ, ἐν ᾧ ὑπὸ τῶν ἀδελφῶν ἐνεβλήθη, ἔνθεν ἀνῆλθεν ἀθάνατος· ταύτης τύπος Ἱερεμίου ὁ λάκκος, ὅθεν ἅπαξ ἐκ τῆς φθορᾶς, καὶ τοῦ βορβόρου ἀνῆλθε. Χριστοῦ τῆς ἀναστάσεως τύπος τοῦ Ἰωνᾶ τὸ κῆτος, ἐξ οὗ προῆλθε τριήμερος. Ἔχεις καὶ ἄλλον τοῦ ἐν ᾅδου δεσμωτηρίου τύπον τὸ τοῦ Ἰωσὴφ δεσμωτήριον, ἔνθα αὐτὸν ἡ μοιχαλὶς συναγωγὴ κατέκλεισεν, ἐξ οὗ προῆλθεν ἀβλαβὴς καὶ τριετὴς, ὡς Χριστὸς τριήμερος ἐκ νεκρῶν. 43.472 Μεθ' ὧν καὶ ∆ανιὴλ τὸν τῶν λεόντων λάκκον προτυποῖ τὸν τοῦ Σωτῆρος τάφον, ἐξ οὗ ζῶν Ἰησοῦς ἀνῆλθεν, ὡς ἐκ λεόντων ῥυσθεὶς τοῦ ᾅδου, καὶ τοῦ θανάτου. ∆ιὰ τούτων Ἰουδαίους ἔλεγξον· διὰ τούτων αὐτοὺς ἐπιτίμησον· οὕτως ὑπὲρ τοῦ Χριστοῦ πάθου, καὶ ἀναστάσεως ἀπολόγησαι. Ταῦτά σοι πρὸς συμμαχίαν σήμερον τὰ ὅπλα ὁ λόγος χαρίζεται· ταῦτά σε ἡ ἑορτὴ
About this text
Epiphanius of Salamis, Homilia in Christi resurrectionem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s Homilia in Christi resurrectionem — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.