Homilia in divini corporis sepulturam · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

Ἰωσὴφ, δῶρον δεξάμενος τὸν πάντα τρέφοντα καὶ πάντα δεσπόζοντα; Ὀψίας γενομένης· ἦν γὰρ λοιπὸν δύσας ἐν ᾅδῃ ὁ τῆς δικαιοσύνης ἥλιος. ∆ιὸ ἦλθεν ἄνθρωπος πλούσιος τοὔνομα Ἰωσὴφ ἀπὸ Ἀριμαθαίας, ὃς ἦν κρυβόμενος, διὰ τὸν φόβον τῶν Ἰουδαίων. Ἦλθε δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτός. Μυστήριον μυστηρίων ἀπόκρυφον. ∆ύο κρυπτοὶ μαθηταὶ κατακρύψαι Ἰησοῦν ἐν τάφῳ ἔρχονται, τὸ κρυπτὸν ἐν τῷ ᾅδῃ μυστήριον τοῦ κρυπτοῦ Θεοῦ ἐν σαρκὶ διὰ τῆς ἰδίας κρύψεως διδάσκοντες. Ἕτερος δὲ τὸν ἕτερον ὑπερβάλλων τῇ πρὸς Χριστὸν διαθέσει. Ὁ μὲν γὰρ Νικόδημος ἐν τῇ σμύρνῃ, καὶ ἐν τῇ ἀλόῃ μεγαλόψυχος· ὁ δὲ Ἰωσὴφ ἐν τῇ πρὸς Πιλᾶτον τόλμῃ καὶ παῤῥησίᾳ ἀξιέπαινος. Οὗτος γὰρ πάντα φόβον ἀποῤῥιψάμενος, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον, αἰτούμενος τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ εἰσελθὼν πανσόφως ἐχρήσατο, ἵνα τοῦ ποθουμένου σκοποῦ ἐντὸς γένηται. ∆ιὸ οὐκ ἐχρήσατο πρὸς Πιλᾶτον κόμποις τισὶ καὶ ὑψηλοῖς ῥήμασιν, ἵνα μὴ εἰς ὀργὴν τοῦτον ἐξάψας ἐκπέσῃ τῆς αἰτήσεως· οὐδὲ λέγει πρὸς αὐτόν· ∆ός μοι τὸ σῶμα τοῦ Ἰησοῦ, τοῦ πρὸ βραχέως τὸν ἥλιον σκοτίσαντος, τὰς πέτρας ῥήξαντος, καὶ τὴν γῆν δονήσαντος, καὶ τὰ μνημεῖα ἀνοίξαντος, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ σχίσαντος. Οὐδὲν τοσοῦτον πρὸς Πιλᾶτον λέγει. Ἀλλὰ τί; αἴτησίν τινα οἰκτρὰν, καὶ τοῖς πᾶσι μικράν. Ὦ κριτὰ, αἰτούμενος παρὰ σοῦ ἐλήλυθα αἴτησιν πάνυ μικράν. Καὶ οὕτως· ∆ός μοι νεκρὸν πρὸς ταφήν· τὸ σῶμα ἐκείνου τοῦ παρὰ σοῦ κατακριθέντος Ἰησοῦ τοῦ Ναζαρινοῦ, Ἰησοῦ τοῦ πτωχοῦ, Ἰησοῦ τοῦ ἀοίκου, Ἰησοῦ τοῦ κρεμαμένου, τοῦ γυμνοῦ, τοῦ εὐτελοῦς, Ἰησοῦ τοῦ τέκτονος υἱοῦ, Ἰησοῦ τοῦ δεσμίου, τοῦ αἰθρίου, τοῦ ξένου, καὶ ἐπὶ ξενίᾳ ἀγνωρίστου, τοῦ εὐκαταφρονήτου, καὶ ἐπὶ πᾶσι κρεμαμένου. ∆ός μοι τοῦτον τὸν ξένον· τί γάρ σε ὠφελεῖ τὸ σῶμα τούτου τοῦ ξένου; ∆ός μοι τοῦτον τὸν ξένον· ἐκ μακρᾶς γὰρ ἦλθεν ὧδε τῆς χώρας, ἵνα σώσῃ τὸν ξένον· κατῆλθε γὰρ εἰς τὴν σκοτεινὴν ἀνενέγκαι τὸν ξένον. ∆ός μοι τοῦτον τὸν ξένον· αὐτὸς γὰρ καὶ μόνος ὑπάρχει ξένος. ∆ός μοι τοῦτον τὸν ξένον, οὗτινος τὴν χώραν ἀγνοοῦμεν οἱ ξένοι. ∆ός μοι τοῦτον τὸν ξένον, οὗτινος τὸν πατέρα ἀγνοοῦμεν οἱ ξένοι. ∆ός μοι τοῦτον τὸν ξένον, οὗτινος τὸν τόπον καὶ τὸν τόκον, καὶ τὸν τρόπον ἀγνοοῦμεν οἱ ξένοι. ∆ός μοι τοῦτον τὸν ξένον, τὸν ξένην ζωὴν καὶ βίον ζήσαντα ἐπὶ ξένα. ∆ός μοι τοῦτον τὸν Ναζωραῖον ξένον [οὗ τὸν τόκον καὶ τὸν τρόπον ἀγνοοῦμεν οἱ ξένοι. ∆ός μοι τοῦτον τὸν ἑκούσιον ξένον], τὸν μὴ ἔχοντα ὧδε ποῦ τὴν κεφαλὴν κλίνῃ. ∆ός μοι τοῦτον τὸν ξένον, 43.448 τὸν ὡς ξένον ἐπὶ ξένης ἄοικον, ἐπὶ φάτνης τεχθέντα. ∆ός μοι τοῦτον τὸν ξένον, τὸν ἐξ αὐτῆς τῆς φάτνης ὡς ξένον ἐξ Ἡρώδου φυγόντα. ∆ός μοι τοῦτον τὸν ξένον, τὸν ἐξ αὐτῶν τῶν σπαργάνων ἐν Αἰγύπτῳ ξενωθέντα, οὐ πόλιν ἔχοντα, οὐ κώμην, οὐκ οἶκον, οὐ μονὴν, οὐ συγγενῆ· ἐπ' ἀλλοδαπῆς δὲ χώρας τυγχάνει οὗτος ὁ ξένος. ∆ός μοι, ὦ ἡγεμὼν, τοῦτον τὸν ἐπὶ ξύλου γυμνόν· σκεπάσω τὸν τῆς ἐμῆς φύσεως σκεπάσαντα γύμνωσιν. ∆ός μοι τοῦτον τὸν νεκρὸν ὁμοῦ καὶ Θεόν· σκεπάσω τὸν τὰς ἐμὰς ἀνομίας καλύψαντα. ∆ός μοι, ὦ ἡγεμὼν, νεκρὸν, τὸν ἐπὶ Ἰορδάνου τὴν ἐμὴν ἁμαρτίαν ἐνθάψαντα. Ὑπὲρ νεκροῦ παρακαλῶ ὑπὸ πάντων ἀδικηθέντος, ὑπὸ φίλου πραθέντος, ὑπὸ μαθητοῦ προδοθέντος, ὑπὸ ἀδελφῶν διωχθέντος, καὶ ὑπὸ δούλου ῥαπισθέντος. Ὑπὲρ νεκροῦ πρεσβεύω, τοῦ ὑπὸ τῶν ὑπ' αὐτοῦ ἐκ δουλείας ἐλευθερωθέντων κατακριθέντος, τοῦ ὑπ' αὐτοῦ ὄξος ποτισθέντος, τοῦ ὑπὸ τῶν ἰαθέντων ὑπ' αὐτοῦ τραυματισθέντος, τοῦ ὑπὸ τῶν μαθητῶν καταλειφθέντος, καὶ αὐτῆς τῆς μητρὸς ἀποστερηθέντος. Ὑπὲρ νεκροῦ, ὦ ἡγεμὼν, δυσωπῶ, τοῦ ἐπὶ ξύλου κρεμαμένου ἀοίκου. Οὐ γὰρ πάρεστι τούτῳ οὐ πατὴρ ἐπὶ γῆς, οὐ φίλος, οὐ μαθητὴς, οὐ συγγενὴς, οὐκ ἐνταφιαστής· ἀλλ' αὐτὸς μόνος τοῦ μόνου μονογενὴς, ἐν κόσμῳ Θεὸς, καὶ ἄλλος οὐδείς. Τούτων οὕτως ὑπὸ Ἰωσὴφ πρὸς Πιλᾶτον εἰρημένων, ἐκέλευσεν ὁ Πιλᾶτος δοθῆναι αὐτῷ τὸ πανάγιον σῶμα τοῦ Ἰησοῦ. Καὶ ἐλθὼν ἐπὶ τὸν Γολγοθὰ τόπον, καθεῖλε Θεὸν ἐν σαρκὶ ἀπὸ τοῦ ξύλου, καὶ τίθησιν ἐπὶ γῆν· Θεὸν ἐν σαρκὶ γυμνὸν, καὶ ἄνθρωπον οὐ ψιλόν. Καὶ ὁρᾶται κείμενος κάτω, ὁ πάντας ἑλκύσας ἄνω· καὶ γίνεται πρὸς βραχὺ ἄπνους, ἡ πάντων ζωὴ καὶ πνοή· καὶ ὁρᾶται ἀόμματος, ὁ κτίσας τὰ πολυόμματα· καὶ κεῖται ὕπτιος, ἡ πάντων ἀνάστασις· καὶ νεκροῦται σαρκὶ Θεὸς, ὁ τοὺς νεκροὺς ἀνιστῶν· καὶ σιγᾷ πρὸς βραχὺ ἡ τοῦ Θεοῦ λόγου βροντή· καὶ αἴρεται παλάμαις, ὁ τὴν γῆν κατέχων δρακί. Ἆρα γὰρ, ἆρα, ὦ Ἰωσὴφ, αἰτήσας καὶ λαβὼν, οἶδας ὃν εἴληφας; ἆρα προσελθὼν

About this text

Epiphanius of Salamis, Homilia in divini corporis sepulturam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Homilia in divini corporis sepulturam — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.