Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
κατ' αὐτὴν τὴν ἑσπέραν ἐπετελοῦντο· ἐπειδὴ καὶ σωτηρίαι, ζώντων λέγω καὶ νεκρῶν, ἐπραγματεύοντο. Καὶ ὁ μὲν Ἰουδαῖος ἐδέσμει θύων ἀμνὸν ἐπὶ σφαγὴν, ὁ δὲ ἐξ ἐθνῶν Θεὸν ἐν σαρκί. Καὶ ὁ μὲν τῇ σκιᾷ ἠτένιζεν· ὁ δὲ τῷ ἡλίῳ Θεῷ προσέτρεχε, Καὶ οἱ μὲν δήσαντες Χριστὸν ἀπεπέμποντο, οἱ δὲ ἐξ ἐθνῶν προθύμως αὐτὸν ἐδέχοντο. Καὶ οἱ μὲν κτηνόθυτον, οἱ δὲ θεόσωμον θυσίαν προσέφερον. Ἀλλ' οἱ μὲν Ἰουδαῖοι τὴν ἐξ Αἰγύπτου διάβασιν ἐμνημόνευον, οἱ δὲ ἐξ ἐθνῶν τὴν ἐκ τῆς πλάνης λύτρωσιν προεκηρύττοντο. Καὶ ταῦτα ποῦ; ἐν Σιὼν τῇ πόλει τοῦ Βασιλέως τοῦ μεγάλου· ἐν ᾗ εἰργάσατο σωτηρία ἐν μέσῳ τῆς γῆς, ἐν μέσῳ δύο ζώων γνωσθεὶς Ἰησοῦς ὁ θεόπαις· ἐν μέσῳ Πατρὸς καὶ Πνεύματος τῶν δύο ζώων, ζωὴ ἐκ ζωῆς, φησὶ, ζωὸς γνωριζόμενος, καὶ ἐν μέσῳ ἀγγέλων καὶ ἀνθρώπων τῇ φάτνῃ τικτόμενος· καὶ ἐν μέσῳ δύο λαῶν λίθος ἀκρογωνιαῖος κείμενος· καὶ ἐν μέσῳ νόμου καὶ προφητῶν ὁμοῦ κηρυττόμενος· καὶ ἐν μέσῳ Μωϋσῆ καὶ Ἠλία ἐπὶ τοῦ ὄρους ὀπτανόμενος· καὶ ἐν μέσῳ τῶν δύο λῃστῶν Θεὸς τῷ εὐγνώμονι λῃστῇ γνωριζόμενος· καὶ ἐν μέσῳ τῆς παρούσης ζωῆς καὶ τῆς μελλούσης κριτὴς αἰώνιος καθεζόμενος· καὶ ἐν μέσῳ σήμερον ζώντων καὶ νεκρῶν διττὴν ζωὴν καὶ σωτηρίαν ποιησάμενος. ∆ιττὴν πάλιν λέγω ζωὴν, διττὴν γέννησιν ὁμοῦ καὶ ἀναγέννησιν, καὶ ἄκουσον Χριστοῦ διττοῦ τόκου τὰ πράγματα, καὶ κρότει τὰ θαύματα. Ἄγγελος μὲν τῇ Μαρίᾳ μητρικὴν τοῦ Χριστοῦ γέννησιν εὐηγγελίσατο· ἄγγελος δὲ τῇ Μαρίᾳ τῇ Μαγδαληνῇ τὴν ἐκ τοῦ τάφου φρικτὴν ἀναγέννησιν εὐηγγελίσατο. Νυκτὶ Χριστὸς ἐν Βηθλεὲμ γεννᾶται· νυκτὶ πάλιν ἐν 43.444 τῇ Σιὼν ἀναγεννᾶται. Σπάργανα εἰς τὴν γέννησιν καταδέχεται· σπάργανα καὶ ἐνταῦθα κατατυλίττεται. Σμύρναν γεννηθεὶς ἐδέξατο σμύρναν καὶ ἐν τῇ ταφῇ καὶ ἀλοὴν καταδέχεται. Ἐκεῖ Ἰωσὴφ ἄνανδρος ἀνὴρ τῆς Μαρίας προσηγόρευται· ἀλλ' ὧδε Ἰωσὴφ ὁ ἐξ Ἀριμαθαίας κηδευτὴς τῆς ζωῆς ἡμῶν ἀναδείκνυται. Ἐν Βηθλεὲμ καὶ ἐν φάτνῃ ὁ τόπος· ἀλλὰ καὶ ἐν τῷ τάφῳ ὡς ἐπὶ φάτνης ὁ τόπος. Πρῶτοι πάντων ποιμένες τὴν Χριστοῦ εὐηγγελίζοντο γέννησιν· ἀλλὰ καὶ πρῶτοι πάντων ποιμένες Χριστοῦ μαθηταὶ εὐηγγελίσθησαν τοῦ Χριστοῦ τὴν ἐκ νεκρῶν ἀναγγέννησιν. Ἐκεῖ, Χαῖρε, ὁ ἄγγελος τῇ Παρθένῳ ἐβόησε· καὶ ἐνταῦθα, Χαίρετε, ὁ τῆς μεγάλης βουλῆς ἄγγελος Χριστὸς ταῖς γυναιξὶ ἀνακέκραξεν. Ἐν τῇ πρώτῃ γεννήσει Χριστὸς μετὰ τεσσαράκοντα ἡμέρας εἰσῆλθεν εἰς τὴν ἐπίγειον Ἱερουσαλὴμ, εἰς τὸν ναὸν, καὶ προσήγαγεν ὡς πρωτότοκος ζεῦγος τρυγόνων Θεῷ· ἀλλὰ καὶ ἐν τῇ ἐκ νεκρῶν ἀναστάσει Χριστὸς μετὰ τεσσαράκοντα ἡμέρας ἀνῆλθεν εἰς τὴν ἄνω Ἱερουσαλὴμ, ὅθεν οὐκ ἐχωρίζετο, καὶ εἰς τὰ ὄντως Ἅγια τῶν ἁγίων ὡς πρωτότοκος ἄφθαρτος ἐκ νεκρῶν, καὶ προσήγαγε τῷ Θεῷ καὶ Πατρὶ ὡς δύο ἀμώμους τρυγόνας, τὴν ψυχὴν καὶ τὴν σάρκα τὴν ἡμετέραν· ὃν καὶ ὑπεδέξατο, ὡς Συμεών τις, ὁ Παλαιὸς τῶν ἡμερῶν Θεὸς καὶ Πατὴρ, ὡς ἐν ἀγκάλαις ἐν ἰδίοις κόλποις ἀπεριγράπτως. Ἐὰν δὲ μυθικῶς ταῦτα καὶ οὐ πιστῶς ἀκούῃς, κατηγοροῦσί σου αἱ ἄλυτοι σφραγῖδες τοῦ ∆εσποτικοῦ τῆς ἀναγεννήσεως Χριστοῦ μνήματος. Ὥσπερ γὰρ ἐσφραγισμένων τῶν πανεμφύτων μητρανοίκτων κλείθρων τῆς παρθενικῆς φύσεως Χριστὸς ἐκ Παρθένου γεγέννηται· οὕτως ἀδιανοίκτων ὄντων τῶν τοῦ τάφου σφραγίδων ἡ Χριστοῦ ἀναγέννησις πέπρακται. Πῶς δὲ ἐν τάφῳ καὶ πότε, καὶ ὑπὸ τίνων Χριστὸς ἡ ζωὴ κατατίθεται, τῶν ἱερῶν λογίων ἀκούσωμεν. Ὀψίας γενομένης, φησὶν, ἦλθεν ἄνθρωπος πλούσιος τοὔνομα Ἰωσήφ· οὗτος τολμήσας εἰσῆλθεν πρὸς Πιλᾶτον, καὶ ᾐτήσατο παρ' αὐτοῦ τὸ σῶμα τοῦ Ἰησοῦ. Εἰσῆλθεν βροτὸς πρὸς βροτὸν, αἰτούμενος λαβεῖν τὸν Θεόν· τὸν Θεὸν τῶν βροτῶν αἰτεῖται· πηλὸς πρὸς πηλοῦ λαβεῖν τὸν πάντων πλαστουργόν· ὁ χόρτος παρὰ χόρτου κομίσασθαι τὸ οὐράνιον πῦρ· ἡ σταγὼν ἡ οἰκτρὰ παρὰ σταγόνος οἰκτρᾶς λαμβάνει τὴν ἄβυσσον. Τίς ἴδε; τίς ἤκουσε πώποτε; Ἄνθρωπος ἀνθρώπῳ τὸν ποιητὴν τῶν ἀνθρώπων χαρίζεται· ἄνομος τῶν ἀνόμων τὸν ὅρον καὶ τοῦ νόμου ὑπισχνεῖται χαρίζεσθαι· κριτὴς ἄκριτος ὡς κατάκριτον τὸν κριτὴν τῶν κριτῶν εἰς ταφὴν ἀφίησιν. Ὀψίας γενομένης, φησὶν, ἦλθεν ἄνθρωπος πλούσιος τοὔνομα Ἰωσήφ. Ὄντως πλούσιος, πᾶσαν τὴν σύνθετον τοῦ Κυρίου ὑπόστασιν κομισάμενος· ἀληθῶς πλούσιος, ὅτι τὴν διττὴν οὐσίαν τοῦ Χριστοῦ παρὰ Πιλάτου ἔλαβε· καὶ γὰρ πλούσιος, ὅτι τὸν ἀτίμητον μαργαρίτην ἠξιώθη κομίσασθαι. ᾿´̣τ̣ 43.445 πλούσιος· βαλάντιον γὰρ ἐβάστασε γέμον τοῦ θησαυροῦ τῆς θεότητος. Πῶς γὰρ οὐ πλούσιος ὁ τὴν τοῦ κόσμου ζωὴν καὶ σωτηρίαν κτησάμενος; πῶς δὲ οὐ πλούσιος
About this text
Epiphanius of Salamis, Homilia in divini corporis sepulturam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s Homilia in divini corporis sepulturam — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.