Homilia in divini corporis sepulturam Unit 2 opening
Unit 2.
Lemma-led open — ᾅδου συντρίψας; ὁ πύλας ἐπὶ Θωμᾷ μὴ ἀνοίξας, ἀλλὰ πύλας τῆς βασιλείας ἀνθρώποις διανοίξας,
Greek
ᾅδου συντρίψας; ὁ πύλας ἐπὶ Θωμᾷ μὴ ἀνοίξας, ἀλλὰ πύλας τῆς βασιλείας ἀνθρώποις διανοίξας, τὰς δὲ πύλας τοῦ τάφου καὶ σφραγῖδας ἀδιανοίκτους σώζων; Πῶς δὲ ἐν νεκροῖς λογίζεται ὁ ἐν νεκροῖς ἐλεύθερος; πῶς τὸ φῶς τὸ ἀνέσπερον ἐν σκοτεινοῖς καὶ σκιᾷ θανάτου παραγίνεται; ποῦ πορεύεται; ποῦ παραγίνεται ὁ ὑπὸ θανάτου κρατηθῆναι μὴ δυνάμενος; Τίς ὁ λόγος; τίς ὁ τρόπος; τίς ἡ βουλὴ τῆς ἐν τῷ ᾄδῃ αὐτοῦ καταβάσεως; Τάχα τὸν Ἀδὰμ τὸν κατάδικον καὶ ἡμῶν σύνδουλον ἀνενέγκαι κατέρχεται. Ὄντως τὸν πρωτόπλαστον ὡς ἀπολωλὸς πρόβατον ἐπιζητῆσαι πορεύεται. Πάντως καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένους βούλεται ἐπισκέψασθαι· πάντως τὸν αἰχμάλωτον Ἀδὰμ, καὶ τὴν συναιχμάλωτον Εὔαν τῶν ὀδυνῶν λύσαι πορεύεται ὁ Θεὸς, καὶ υἱὸς αὐτῆς ὅθεν καὶ υἱὸς αὐτοῦ ἀναδέδεικται. Ἀλλὰ συγκατέλθωμεν, ἀλλὰ συγχορεύσωμεν, ἀλλὰ σπεύσωμεν, ἀλλὰ συσκιρτήσωμεν, ἀλλὰ προπέμψωμεν, ἀλλὰ ἀνυμνήσωμεν, ἀλλὰ ταχύνωμεν, Θεοῦ καταλλαγὰς πρὸς ἀνθρώπους βλέποντες, καταδίκων ἀπόλυσιν ἐξ ἀγαθοῦ ∆εσπότου γινομένην. Πορεύεται γὰρ ὁ φύσει φιλάνθρωπος ἐξάξαι τοὺς ἀπ' αἰῶνος δεσμίους ἐν ἀνδρείᾳ καὶ ἐξουσίᾳ πολλῇ, τοὺς κατοικοῦντας ἐν τάφοις, οὓς κατέπιεν τυραννικῶς ὁ πικρὸς καὶ ἀκόρεστος θάνατος τυραννήσας, καὶ ἐκ Θεοῦ ἀποσυλήσας ὁμοῦ τε καὶ σωρεύσας, τοῖς ἄνω κατοικοῦσιν ἐλευθερώσας συναριθμῆσαι. Ἐκεῖ δέσμιος Ἀδὰμ ὁ πρωτόπλαστος, καὶ πρωτογέννητος πάντων κατωτάτων καταδίκων κατώτερος. Ἐκεῖ Ἄβελ ὁ πρωτόθνητος, καὶ πρωτοδίκαιος ποιμὴν Χριστοῦ ποιμένος τύπος τῆς ἀδίκου σφαγῆς. Ἐκεῖ Νῶε ὁ Χριστοῦ τύπος, τῆς μεγάλης κιβωτοῦ Θεοῦ Ἐκκλησίας κτιστὴς, τῆς τὰ θηριώδη ἔθνη πάντα ἐκ κατακλυσμοῦ ἀσεβείας διὰ περιστερᾶς, ἁγίου Πνεύματος, διασωσάσης, καὶ τὸν ζοφερὸν κόρακα ἐκ ταύτης ἐξορισάσης. Ἐκεῖ Ἀβραὰμ ὁ Χριστοπάτωρ θύτης, ὁ τὴν ξιφάξιφον ὁμοῦ, καὶ θνητάθνητον Θεῷ θύσας θυσίαν πανόλβιον. Ἐκεῖ κάτω δέσμιος Ἰσαὰκ ὁ πάλαι δέσμιος Χριστό 43.453 τυπος ὑπὸ Ἀβραὰμ γενόμενος ἄνω. Ἐκεῖ Ἰακὼβ ἐνᾅδῃ κατώδυνος κάτω πρὶν διὰ Ἰωσὴφ κατώδυνος ἄνω. Ἐκεῖ Ἰωσὴφ ὁ δέσμιος, ὁ ἐν Αἰγύπτῳ γεγονὼς ἐν τῷ δεσμωτηρίῳ εἰς Χριστοῦ τύπον δεσμώτης καὶ δεσπότης. Ἐκεῖ Μωϋσῆς ἐν σκοτεινοῖς κάτω, ὁ ποτὲ ἐν τῇ θήκῃ ἐν σκοτεινοῖς ἄνω. Ἐκεῖ ∆ανιὴλ ἐν ᾅδῃ τῷ λάκκῳ, ὁ ἐν τῷ λάκκῳ ποτὲ τῶν λεόντων ἄνω. Ἐκεῖ Ἱερεμίας ὡς ἐν λάκκῳ βορβόρου, ἐν τῷ λάκκῳ τοῦ ᾅδου καὶ τῆς φθορᾶς τοῦ θανάτου. Ἐκεῖ ἐν τῷ κοσμοδόχῳ κήτει τοῦ ᾅδου κεῖται εἰς τύπον Ἰωνᾶς Χριστοῦ τοῦ αἰωνίου καὶ προαιωνίου Ἰωνᾶ τοῦ ζῶντος εἰς αἰῶνα, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων καὶ ἐπ' αἰῶνα. Καὶ ἔτι ἐκεῖ ∆αβὶδ ὁ Θεοπάτωρ, ἐξ οὗ τὸ κατὰ σάρκα Χριστός. Καὶ τί λέγω ∆αβὶδ καὶ Ἰωνᾶν καὶ Σολομῶντα; Ἐκεῖ καὶ αὐτὸς ὁ πολὺς Ἰωάννης, ὁ μείζων πάντων τῶν προφητῶν, ὡς ἐν τῇ σκοτεινῇ μήτρᾳ Χριστὸν προκηρύττων τοῖς ἐν ᾅδῃ ἅπασιν· ὁ διττὸς πρόδρομος, καὶ κῆρυξ ζώντων καὶ νεκρῶν· ὁ ἐκ φυλακῆς Ἡρώδου τῇ πανδήμῳ φυλακῇ παραπεμφθεὶς τοῦ ᾅδου ὅθεν τῶν ἀπ' αἰῶνος δικαίων τε καὶ ἀδίκων κεκοιμημένων. Οἱ δὲ προφῆταί τε καὶ δίκαιοι ἅπαντες λιτὰς ἀλήκτους κρυφιομύστως Θεῷ ἐκεῖθεν προσέφερον, λύτρωσιν ἐξαιτοῦντες τῆς πανωδύνου ἐκείνης καὶ κατηφοῦς ἐχθροκράτου ζοφερᾶς, καὶ πανεσπέρου παννυξίας. Καὶ ὁ μὲν πρὸς Θεὸν ἔλεγε· Ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἄκουσον, φωνῆς μου· ὁ δ' ἄλλος· Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου· καὶ ἄλλος· Ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα· καὶ ἕτερος· Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ἐμφάνηθι· καὶ ἄλλος· Ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς· καὶ ἕτερος· Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε· καὶ ἄλλος· Ῥῦσαι τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου· καὶ ἕτερος· Κύριε, ἀνάγαγε ἐξ ᾅδου τὴν ψυχήν μου· καὶ ἄλλος· Μὴ ἐγκατάλιπε τὴν ψυχήν μου εἰς ᾅδην· καὶ ἕτερος· Ἀναβήτω ἐκ
About this text
Epiphanius of Salamis, Homilia in divini corporis sepulturam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s Homilia in divini corporis sepulturam — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.