Homilia in divini corporis sepulturam Unit 3 opening
Unit 3.
Lemma-led open — θησαυροὶ τῶν ἀγαθῶν ἀνεῴχθησαν, ἡ τῶν οὐρανῶν βασιλεία πρὸ αἰώνων ἡτοίμασται· ἃ ὀφθαλμὸς ο
Greek
θησαυροὶ τῶν ἀγαθῶν ἀνεῴχθησαν, ἡ τῶν οὐρανῶν βασιλεία πρὸ αἰώνων ἡτοίμασται· ἃ ὀφθαλμὸς οὐκ οἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἀγαθὰ τὸν ἄνθρωπον περιμένουσι. Ταῦτα καὶ τὰ τοιαῦτα τοῦ ∆εσπότου λέγοντος, ἀνίστανται σὺν αὐτῷ ὁ ἐν αὐτῷ ἡνωμένος Ἀδὰμ, καὶ συνανίσταται καὶ ἡ Εὔα· καὶ ἄλλα πολλὰ σώματα πίστει ἀπ' αἰῶνος κεκοιμημένα ἀνέστησαν κηρύττοντα τοῦ ∆εσπότου τριήμερον ἀνάστασιν, ἣν φαιδρῶς, οἱ πιστοὶ, ὑποδεξώμεθα, καὶ ὀψώμεθα, καὶ περιπτυξώμεθα μετὰ ἀγγέλων χορεύοντες, μετὰ τῶν ἀσωμάτων ἑορτάζοντες, ὁμοῦ καὶ συνδοξάζοντες τὸν ὑμᾶς ἐκ τῆς φθορᾶς Χριστὸν ἀναστήσαντα, καὶ ζωοποιήσαντα· ᾧ ἡ δόξα, καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
About this text
Epiphanius of Salamis, Homilia in divini corporis sepulturam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s Homilia in divini corporis sepulturam — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.