Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
μονογενῆ Υἱὸν, οὐράνιον νύμφην, ἣν ὁ Πατὴρ ἠγάπησεν, ὁ Υἱὸς ἐνῴκησε, τὸ ἅγιον Πνεῦμα ἐπεπόθησεν. Αὕτη γὰρ νύμφη καὶ παστὰς, καὶ ἐκ ταύτης ὁ νυμφίος ἐκπορευόμενος Χριστὸς, τὸ παρθενικὸν ἔνδυμα, κατὰ τὴν τοῦ προφήτου ∆αβὶδ μελῳδίαν· Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ. Ὦ νυμφίου πόθος ἁγνείας! τὴν ἰδίαν δούλην, νύμφην, καὶ μητέρα ὁρμᾶται ὁ Γαβριήλ· πρόξενος τῆς Παρθένου ἐγένετο, οὐρανοῦ καὶ γῆς συνάπτων τὸ θυμίαμα· ἣν προφῆται σαφῶς ὑπέγραψαν, τοῦ γάμου τὴν τάξιν κηρύξαντες, πῶς ἡ Παρθένος οὐράνιος εὑρίσκεται νύμφη ὁμοῦ τε καὶ μήτηρ, ἡ τὰ πρὸ γάμου δῶρα λαβοῦσα τὸ ἅγιον Πνεῦμα, προῖκα δὲ τὸν οὐρανὸν ὁμοῦ τε καὶ παράδεισον. Ἐζήτει οὖν ἰδεῖν ἡ Παρθένος ὃν ἐπόθει, καὶ ἔλεγε· Ποῦ ὁ νυμφίος οὗ τὸ κάλλος ποθῶ; ποῦ τὸ κάλλος τοῦ ἡλίου λαμπρότερον; ποῦ τῆς πάσης εὐμορφίας ἡ ἀνεκλάλητος δόξα; ποῦ τὸ ἄσβεστον φῶς, ὃ ποθοῦσα ζητῶ; ποῦ ὁ ἥλιος ὃς ἀκτῖνα ζητεῖ; ποῦ τῶν χερουβεὶμ ἡ κιθάρα; ποῦ τῶν σεραφεὶμ τὸ ἀκοίμητον ὄμμα Χριστός; ποῦ τῶν ἀγγέλων ἡ προσκύνησις, ἣν ὁ Γαβριὴλ ἐμήνυσε; ποῦ ὁ μόνος τοῦ μόνου μονογενὴς Υἱὸς τοῦ Πατρὸς, ὃν ἡ Παρθένος ποθοῦσα, καὶ φιλοῦσα ὁμοῦ τε καὶ ζητοῦσα ἀσπάζεται; πρὸς ἣν ὁ Γαβριήλ· Χαῖρε, κεχαριτωμένη. Ἡ χάρις ἡ ἀπέραντος τῆς ἁγίας Παρθένου. Χαῖρε, κεχαριτωμένη, πολλῶν ἀρετῶν κατακεκοσμημένη, λαμπαδηφοροῦσα Παρθένε τὸ ἄσβεστον τοῦ ἡλίου λαμπρότερον φῶς. Χαῖρε, κεχαριτωμένη, τοῦ νοητοῦ ἀγκίστρου τὸ δέλεαρ· ἐν σοὶ γὰρ ἄγκιστρον ἡ θεότης. Χαῖρε, κεχαριτωμένη, ἡ νοερὰ τῆς δόξης κιβωτός· Χαῖρε, κεχαριτωμένη, ἡ στάμνος ἡ χρυσῆ, τὸ οὐράνιον ἔχουσα μάννα. Χαῖρε, κεχαριτωμένη, ἡ τὴν γλυκεῖαν τῆς ἀεννάου πηγῆς τοὺς διψῶντας ἐμπλήσασα. Χαῖρε, κεχαριτωμένη, νοερὰ θάλασσα, τὸν οὐράνιον ἔχουσα μαργαρίτην Χριστόν· Χαῖρε, κεχαριτωμένη, ὁ λαμπρὸς οὐρανὸς, ἡ τὸν ἀχώρητον ἐν 43.492 οὐρανοῖς ἔχουσα Θεόν. Χαῖρε, κεχαριτωμένη, ἡ τὸν χερουβικὸν θρόνον τῆς θεότητος ἐξαστράπτουσα. Χαῖρε, κεχαριτωμένη, κύκλον ἔχουσα οὐρανοῦ, καὶ Θεὸν ἀχώρητον, ἐν σοὶ δὲ χωρητὸν, καὶ ἀστενοχώρητον. Χαῖρε, κεχαριτωμένη, στυλοειδὴς νεφέλη, ἡ τὸν Θεὸν ἔχουσα, τὸν ἐν τῇ ἐρήμῳ τὸν λαὸν καθοδηγήσαντα. Τί εἴπω; καὶ τί λαλήσω; πῶς μακαρίσω τὴν ὁλόῤῥιζον δόξαν; ὅτι χωρὶς Θεοῦ μόνου πάντων ἀνωτέρα ὑπάρχει. Καλλιωτέρα γὰρ τῶν χερουβεὶμ καὶ σεραφεὶμ, καὶ πάσης στρατιᾶς πέφυκεν ἀγγελικῆς· πρὸς ἣν οὐρανοῦ καὶ γῆς οὐκ ἐπαρκέσει γλῶττα, τάχα δὲ οὔτε ἀγγέλων. Καὶ γὰρ αὐτοὶ ὕμνον καὶ αἶνον καὶ τιμὴν καὶ δόξαν προσήνεγκαν· ἀλλ' οὔτε οὕτω κατ' ἀξίαν εἰπεῖν ἴσχυσαν. Ἔχαιρον δὲ ἄγγελοι, ὡς αὐτοὶ μόνον τὸν Θεὸν ἔχοντες, πρὸς οὓς ἡ παναγία Παρθένος ἀνωτέρα πέφυκε, τὸν Θεὸν τὸν ἐν οὐρανῷ ἐπὶ γῆς κυήσασα, ἵν' οὕτως ἑλκύσῃ στρατιὰς ἀγγέλων ἐπὶ γῆς μετὰ ἀνθρώπων. Αὕτη γὰρ οὐρανοῦ καὶ γῆς μεσίτης πέφυκεν ἑνότητα ποιήσασα. Ὦ μακαρία Παρθένε, ἁγνὴ περιστερὰ, ἡ οὐράνιος νύμφη Μαρία, οὐρανὸς καὶ ναὸς καὶ θρόνος τῆς θεότητος· ἡ τὸν ἐξαστράπτοντα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἥλιον ἔχουσα Χριστόν· ἡ φωτεινὴ νεφέλη, πάμφωτον ἀστραπὴν ἐξ οὐρανοῦ τῷ κόσμῳ καταλάμψασα Χριστόν· ἡ οὐράνιος νεφέλη, ἡ τὴν βροντὴν τοῦ ἁγίου Πνεύματος ἐν ἑαυτῇ κρυπτομένην τῷ κόσμῳ καταβιβάσασα, ἡ τὸν ὄμβρον τοῦ ἁγίου Πνεύματος τῇ πάσῃ γῇ πρὸς καρποφορίαν πίστεως καταράξασα. Χαῖρε, κεχαριτωμένη, ἡ πύλη τῶν οὐρανῶν, περὶ ἧς ὁ προφήτης κέκραγε λέγων· Ἰδοὺ ἡ πύλη κεκλεισμένη, καὶ οὐδεὶς εἰσελεύσεται δι' αὐτῆς, οὐδὲ ἐξελεύσεται, εἰ μὴ Κύριος ὁ Θεὸς μόνος· καὶ ἔσται ἡ πύλη κεκλεισμένη τῷ ἡγουμένῳ, διότι ἡγούμενος αὐτὸς κληθήσεται, καὶ εἰς αὐτὸν ἐλπιοῦσι πάντα τὰ ἔθνη. Περὶ ταύτης τῆς πύλης καὶ ἐν τοῖς Ἄσμασι τῇ λέξει ὁ προφήτης τρανῶς καὶ σαφῶς καταλέγεται κεκραγώς· Κῆπος κεκλεισμένος, ἀδελφή μου, νύμφη· κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη. Ἔμεινεν ἐν τῇ παρθενίᾳ ἡ ἁγία καὶ σεμνὴ κόρη Μαρία, ἡ φωτεινὴ νεφέλη, ἡ ἔνδον ἔχουσα τὸν Θεὸν Λόγον· πρὸς ἣν ὁ μεγαλόφωνος Ἡσαΐας· Ἰδοὺ νεφέλη κούφη, καὶ ἥξει εἰς Αἴγυπτον· τὸ ἀλατόμητον ὄρος, ἡ τὴν ἀκρότομον ἔχουσα πέτραν Χριστὸν, περὶ ἧς ὁ σοφώτατος ∆ανιὴλ λέγει· Ἀπετμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν· τουτέστιν, ἄνευ ἀνδρὸς τὴν στερεὰν πέτραν Χριστὸν ἔτεκεν ἡ Παρθένος, ὁ ἀσύνθετος ναὸς, ἡ τὸν οὐράνιον ἔχουσα λίθον Χριστὸν, ἡ βροντοειδὴς νεφέλη, ἡ τὴν ἀστραπὴν ἔνδον κοιλιοφόρως βαστάσασα· καὶ μαρτυρεῖ μοι τῷ λόγῳ ἡ θεία Γραφὴ λέγουσα, Κοιλία σου θημωνία σίτου πεφραγμένη ἐν κρίνοις· ἡ ἀγεώργητος χώρα, ἡ τὸν Λόγον ὡς κόκκον σίτου
About this text
Epiphanius of Salamis, Homilia in laudes Mariae deiparae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s Homilia in laudes Mariae deiparae — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.