Homilia in laudes Mariae deiparae · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

δεξαμένη, καὶ τὸ δράγμα βλαστήσασα, ἡ νοερὰ κλίβανος, ἡ τὸ πῦρ καὶ τὸν ἄρτον τῆς ζωῆς ἔχουσα· ἡ ὁσία μήτηρ τοῦ Σωτῆρος, 43.493 ἡ τὸν Λόγον τοῦ Πατρὸς ἐκ σοῦ σαρκωθέντα τεκοῦσα, πρὸς ἣν Ἡσαΐας· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ, Ἐμμανουήλ. Ὦ Παρθένος ἁγία, ἁγία μήτηρ Κυρίου· μακαρία νύμφη Τριάδος ἀχωρίστου· μακαρία σὺ ἐν γυναιξὶν, ἡ τεκοῦσα ἐπὶ γῆς ὡς βρέφος τὸν πάντων κτίστην Θεόν· μακαρία σὺ ἐν γυναιξὶν, ἡ μόνη ἐπὶ γῆς κυήσασα τὸν οὐράνιον Θεόν· μακαρία σὺ ἐν γυναιξὶν, ἧς μασθοὺς ἐθήλασεν ὁ τρέφων τὰ σύμπαντα· μακαρία σὺ ἐν γυναιξὶν, ἡ νῦν γεννήσασα τὸν ποτὲ πλάσαντα πηλῷ τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ, Θεοτόκε ἁγία παρθένε Μαρία. Θεοτόκος γὰρ ὑπάρχεις, ἡ τὸν Λόγον ἐκ σοῦ σαρκωθέντα τεκοῦσα· Θεοτόκος ὑπάρχεις ἡ τὸν Θεὸν Λόγον ἐν μορφῇ δούλου κυήσασα· Θεοτόκος ὑπάρχεις, ὅτι Θεὸν Λόγον δεξαμένη σαρκωθέντα ἔτεκες· Θεοτόκος ὑπάρχεις ἡ μόνη τοῦ μόνου μονογενῆ Υἱὸν τοῦ Θεοῦ γεννήσασα· οὐ πρόσκαιρον Θεὸν γεννήσασα, ἀλλ' αἰώνιον τὸν πρὸ σοῦ καὶ πάντων Θεὸν, ἐκ σοῦ σαρκωθέντα· τὸ ἄσπιλον πρόβατον, ἡ τὸν ἀμνὸν τεκοῦσα Χριστόν· ἡ δάμαλις ἡ ἀπειρόζυγος, ἡ τὸν μόσχον γεννήσασα· ἡ νοερὰ τῆς πίστεως τράπεζα, ἡ τὸν ἄρτον τῆς ζωῆς τῷ κόσμῳ χορηγήσασα. Τί εἴπω; καὶ τί λαλήσω τὴν ὁλόῤῥιζον δόξαν; Περὶ ταύτης τῆς ὁσίας κόρης τῆς ἀείπαιδος καὶ παρθένου, διὰ τοῦ προφήτου λέγοντος ὁ Θεός φησιν· Ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ· καὶ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. ∆ιὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης, τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτοῦ ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ· καὶ στήσεται, καὶ ὄψεται, καὶ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος. Ὦ Παρθένε ἁγία, φωτὸς αἰωνίου ὑπάρχουσα μήτηρ· φωτὸς τοῦ φωτίσαντος ἐν οὐρανοῖς τὰς τῶν ἀγγέλων στρατιάς· φωτὸς τοῦ φωτίσαντος τῶν σεραφεὶμ τὸ ἀνεκλάλητον ὄμμα· φωτὸς τοῦ φωτίσαντος λαμπραῖς λαμπάσι τὸν ἥλιον· φωτὸς τοῦ φωτίσαντος τὰ πέρατα τῆς οἰκουμένης τῇ Τριάδι· φωτὸς τοῦ εἰπόντος· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· φωτὸς τοῦ εἰρηκότος· Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα· φωτὸς τοῦ ἀναληφθέντος καὶ φωτίσαντος ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς τὰ σύμπαντα. Ὦ παναγία Παρθένε, ἡ στρατιὰς ἀγγέλων ξενίσασα! Ξένον γὰρ θαῦμα ἐν οὐρανοῖς, γυνὴ τὸ φῶς ἐν ἀγκάλαις βαστάσασα· ξένον θαῦμα ἐν οὐρανοῖς, χερουβικὸς θρόνος ἕτερος· ξένον θαῦμα ἐν οὐρανοῖς, γυναικὸς υἱὸς, αὐτῆς καὶ τῶν αἰώνων πατὴρ ὑπάρχων· ξένον θαῦμα ἐν οὐρανοῖς, Παρθένου θάλαμος, Υἱὸν Θεοῦ, Θεὸν νυμφίον ἔχουσα Χριστόν· ξένον θαῦμα ἐν οὐρανοῖς, τὸ βρέφος τῆς Παρθένου, ∆εσπότης τῶν ἀγγέλων πέφυκεν. Ὦ παναγία Παρθένε, μήτηρ τοῦ Σωτῆρος, ἡ τὸν ἄναρχον γεννήσασα Λόγον, τὸν τοῦ Πατρὸς σύνθρονον Υἱὸν, τὸν ὁμοούσιον τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, τὸν προαιώνιον σὺν Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, τὸν τοὺς οὐρανοὺς καμαρώσαντα, τὸν τὴν γῆν ἑδράσαντα. Χαῖρε, παναγία Παρθένε, ἡ τὸ πῦρ τῆς θεότητος 43.496 ἀφλέκτως, ὡς νοερὰ βάτος, κατέχουσα, ἡ νοερὰ κλίβανος, ἡ τὸ πῦρ καὶ τὸν ἄρτον τῆς ζωῆς θερμὸν τῷ κόσμῳ πρὸς βρῶσιν ἐνέγκασα· περὶ οὗ λέγει ὁ Σωτὴρ τοῦ κόσμου Χριστός· Λάβετε, φάγετε· τοῦτό μου ἐστὶ τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Πλουσία τῆς παρθενικῆς ἡ πανάρετος τράπεζα, ὦ ἀγαπητοὶ, παντοίων καλῶν βρωμάτων πρὸς ἀπόλαυσιν τῇ οἰκουμένῃ ἐδωρήσατο ἡ ὁσία Παρθένος καὶ μήτηρ τοῦ Χριστοῦ, ἡ τὸν φωτεινὸν λύχνον τὸν ἐκλάμποντα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς βαστάσασα Χριστόν· πρὸς ἣν ὁ προφήτης Ζαχαρίας· Ἰδοὺ λυχνία χρυσῆ καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς. Τοιγαροῦν καὶ ὁ ∆αβὶδ τὸ μελῳδικὸν ᾆσμα τοῦτο βοᾷ· Λύχνος τοῖς ποσί μου ὁ λόγος σου, καὶ φῶς τοῖς τρίβοις μου. Ὦ λυχνία παρθενικὴ, ἡ τὸ σκότος ἀπελαύνουσα καὶ τὸ φῶς καταυγάζουσα. Ὦ λυχνία παρθενικὴ, ἡ τὸ πῦρ καὶ τὸ ἔλαιον ἀχώριστον πρὸς φωτισμὸν ἐνέγκασα. Ὦ λυχνία παρθενικὴ, τρίφωτον ἓν πῦρ ἄσβεστον, ὁμοούσιον ἀφ' ὑψηλοτάτου θρόνου λαβοῦσα, καὶ πρὸς φωτισμὸν τῆς οἰκουμένης ἐκλάμψασα. Ὦ λυχνία παρθενικὴ, περὶ ἧς διὰ τοῦ Προφήτου λέγει ὁ Θεός· Ἐκεῖ ἐξανατελῶ κέρας τῷ ∆αβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Ὁ βασιλικὸς στέφανος, τὸν μαργαριτοειδῆ πολύτιμον ἔχουσα λίθον Χριστόν· ἡ βασιλικὴ πορφύρα, τὸν οὐρανοῦ καὶ γῆς ἐνδύσασα βασιλέα τὸ οἰκουμενικὸν τοῦ σώματος πορφυροειδὲς ἔνδυμα· ἡ ἀκηλίδωτος τῶν Χριστιανῶν πίστις· ἡ ἀκατάληπτος βίβλος,

About this text

Epiphanius of Salamis, Homilia in laudes Mariae deiparae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Homilia in laudes Mariae deiparae — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.