Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
Ἀδὰμ καταφυτεύσασα. ∆ιὰ σοῦ γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ τὴν ἔχθραν κατέλυσεν, ὦ ἁγία Παρθένε· διὰ σοῦ ἡ οὐράνιος εἰρήνη τῷ κόσμῳ ἐδωρήθη, διὰ σοῦ τὰ πέρατα τῆς οἰκουμένης ἐφωτίσθη, διὰ σοῦ ἄνθρωποι ἄγγελοι γεγόνασι, διὰ σοῦ φίλοι, καὶ δοῦλοι, καὶ τέκνα Θεοῦ ἄνθρωποι ἐκλήθησαν, καὶ διὰ σοῦ σύνδουλοι ἀγγέλων καὶ συνόμιλοι ἄνθρωποι ἠξιώθησαν γενέσθαι· διὰ σοῦ γνῶσις οὐράνιος, καὶ δοξολογία ἀπὸ γῆς εἰς οὐρανοὺς ἀναπέμπεται· διὰ σοῦ παῤῥησίαν ἄνθρωποι ἐν οὐρανῷ πρὸς τὸν Ὕψιστον ἔχουσι· διὰ σοῦ σταυρὸς ἔλλαμψε κατὰ πάσης τῆς οἰκουμένης, ἐν ᾧ τὸ βρέφος σου ἐκρέματο Χριστὸς ὁ Θεὸς ἡμῶν· διὰ σοῦ θάνατος πατεῖται, καὶ ᾅδης σκυλεύεται· διὰ σοῦ τὰ εἴδωλα πεπτώκασι, καὶ γνῶσις οὐράνιος ἐγήγερται· διὰ σοῦ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἐγνώκαμεν, ὃν ἔτεκες, παναγία Παρθένε, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ᾧ πάντες ἄγγελοι καὶ ἄνθρωποι προσκυνοῦντες λέγομεν, ἄναρχον τὸν Πατέρα, ἄναρχον τὸν Υἱὸν, ἄναρχον τὸ ἅγιον Πνεῦμα, Τριάδα ἀχώριστον καὶ ὁμοούσιον δοξάζοντες εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
About this text
Epiphanius of Salamis, Homilia in laudes Mariae deiparae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s Homilia in laudes Mariae deiparae — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.