Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
Ἀντιοχείας μετὰ Πέτρον τὸν κορυφαῖον ἐγένετο. ξʹ. Φιλήμων, πρὸς ὃν ἐπιστολὴν ἰδίαν ὁ Παῦλος ἔγραψεν, ἐπίσκοπος Γάζης ἐγένετο. ξαʹ. Ζηνᾶς ὁ νομικός, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος ∆ιοσπόλεως γέγονεν. ξβʹ. Ἀκύλας, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἡρακλείας ἐγένετο. ξγʹ. Πρίσκας, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Κολοφῶνος ἐγένετο. ξδʹ. Ἰουνίας, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἀπαμείας τῆς Συρίας ἐγένετο. 126 ξεʹ. Μάρκος ὁ καὶ Ἰωάννης καλούμενος, οὗ μέμνηται ὁ Λουκᾶς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων, ἐπίσκοπος Βίβλου ἐγένετο. ξς ʹ. Ἀρίσταρχος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται. ξζʹ. Πούδης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται. ξηʹ. Τρόφιμος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος μέμνηται. Οὗτοι οἱ τρεῖς ἐν πᾶσι τοῖς διωγμοῖς τοῦ ἀποστόλου Παύλου συγκακοπαθήσαντες αὐτῷ, τελευταῖοι καὶ διὰ μαρτυρίου σὺν ἐκείνῳ ἐτελειώθησαν ὑπὸ Νέρωνος τὰς κεφαλὰς σὺν ἐκείνῳ ἀποτμηθέντες. Τούτοις συναριθμουμένων καὶ Μάρκου καὶ Λουκᾶ τοῦ εὐαγγελιστοῦ ὁμοῦ οʹ. Τοῦ ἁγίου Ἐπιφανίου ἀρχιεπισκόπου Κύπρου. Ταῦτα τὰ ὀνόματα τῶν ιβʹ ἀποστόλων. αʹ. Πέτρος, οὗτος ἐλέγετο καὶ Σίμων καὶ Κηφᾶς καὶ Συμεών. βʹ. Ἀνδρέας ἀδελφὸς αὐτοῦ. γʹ. Ἰάκωβος. δʹ. Ἰωάννης, οὗτοι βοανεργὲς ἐκαλοῦντο, ὃ ἑρμηνεύεται υἱοὶ βροντῆς. εʹ. Φίλιππος. ςʹ. Βαρθολομαῖος. ζʹ. Ματθαῖος ὁ τελώνης. ηʹ. Θωμᾶς, οὗτος καὶ ∆ίδυμος ἐκαλεῖτο. θʹ. Ἰάκωβος Ἀλφαίου. ιʹ. Θαδδαῖος, οὗτος παρὰ μὲν τῷ Ματθαίῳ Λεββαῖος καλεῖται, παρὰ δὲ τῷ Λουκᾷ Ἰούδας Ἰακώβου, παρὰ δὲ τῷ Μάρκῳ Λευὶς καθήμενος παρὰ τὸ τελώνιον. ιαʹ. Σίμων ὁ Κανανίτης. ιβʹ. Ἰούδας Ἰσκαριότης, καὶ ἀντὶ τούτου Ματθίας εἰσῆλθεν Ἀδελφοὶ δὲ Πέτρος καὶ Ἀνδρέας, υἱοὶ Ἀννᾶς, καὶ Ἰάκωβος καὶ Ἰωάννης, υἱοὶ Ζεβεδαίου, Ἰάκωβος καὶ Ἰούδας, υἱοὶ Ἀλφαίου, ἁλιεῖς. Πέτρος καὶ Ἀνδρέας, Ἰάκωβος καὶ Ἰωάννης. Ἰάκωβος ὁ καλούμενος ἀδελφὸς τοῦ κυρίου, ποῖος ἦν ὁ γενόμενος ἐπίσκοπος Ἱερουσαλήμ, ὁ ἐπονομαζόμενος δίκαιος, ὁ εἷς ἦν υἱὸς Ζεβεδαίου καὶ ὁ ἕτερος Ἀλφαίου, καὶ ὁ ἄλλος τοῦ Ἰωσὴφ τοῦ μνήστορος, ὡς ἔλεγον Ἰουδαῖοι. Σίμωνα καὶ Ἰούδα, Ἰωσὴ τὸν ἀδελφόν, Ματθαῖος λέγει αὐτοὺς καλεῖσθαι τελῶνας, Λουκᾶς δὲ καὶ Λευῒν κεκλῆσθαι τελῶνα. Ἰωνᾶς δὲ ἑρμηνεύεται περιστερά.
About this text
Epiphanius of Salamis, Index discipulorum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s Index discipulorum — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.