Index discipulorum · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

ἐπίσκοπος δεύτερος Ἰκονίου ἐγένετο. μβʹ. Ἔραστος, οὗ καὶ αὐτοῦ μέμνηται Παῦλος ἐν τῇ αὐτῇ ἐπιστολῇ, οἰκονόμος τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ἐγένετο, ἔπειτα ἐπίσκοπος Πανεάδος ἐγένετο. μγʹ. Φύγελος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται ὡς ἑτεροδοξήσαντος καὶ τὰ Σίμωνος φρονήσαντος, ἐπίσκοπος Ἐφέσου γέγονεν. μδʹ. Ἑρμογένης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος ὁμοίως ὡς ἑτεροδοξήσαντος μέμνηται, ἐπίσκοπος ἐν Μεγάροις ἐγένετο. μεʹ. ∆ημᾶς, οὗ καὶ αὐτοῦ ὁμοίως ὁ ἀπόστολος Παῦλος μέμνηται ὡς ἀποστήσαντος· δηλοῖ γὰρ περὶ τῶν τριῶν ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ αὐτοῦ ἐπιστολῇ, ὅτι ἑτεροδοξήσαντες Φύγελος καὶ Ἑρμογένης ἀντέστησαν τῇ διδασκαλίᾳ αὐτοῦ. Ὁ δὲ ∆ημᾶς ἀγαπήσας τὸν νῦν αἰῶνα κατέλιπε τὸν εὐαγγελικὸν λόγον, καὶ ἐν Θεσσαλονίκῃ ἱερεὺς τῶν εἰδώλων ἐγένετο. Περὶ τούτων καὶ Ἰωάννης ὁ ἀπόστολος ἔγραψεν· ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ' οὐκ ἦσαν ἐξ ἡμῶν. μς ʹ. Κούαρτος, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Βηρυτοῦ ἐγένετο. 124 μζʹ. Ἀπολλώς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Καισαρείας ἐγένετο. μηʹ. Κηφᾶς, ὃν ὁ ἀπόστολος Παῦλος ἐν Ἀντιοχείᾳ ἤλεγξε διαλεχθεὶς ὁμωνυμοῦντα τῷ Πέτρῳ, ἐπίσκοπος Κονίας ἐγένετο. μθʹ. Σωσθένης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Κολοφονιάδος ἐγένετο. νʹ. Ἐπαφρόδιτος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἀδριακῆς ἐγένετο. ναʹ. Καῖσαρ, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος ∆υῤῥαχίου ἐγένετο. νβʹ. Μάρκος ὁ ἀνέψιος Βαρνάβα, οὗ καὶ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἀπολλωνιάδος ἐγένετο. νγʹ. Ἰωσὴφ ὁ λεγόμενος καὶ Ἰοῦστος καὶ Βαρσαββᾶς, οὗ μέμνηται Λουκᾶς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων ὡς συγκληρωθέντος τῷ Ματθίᾳ, ἐπίσκοπος Ἐλευθεροπόλεως γέγονε. νδʹ. Ἀρτεμᾶς, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος ἐν Λύστρᾳ ἐγένετο. νεʹ. Κλήμης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, λέγων· μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν συνεγρῶν μου, ὃς καὶ πρῶ125 τος ἐξ ἐθνῶν καὶ Ἑλλήνων ἐπίστευσεν εἰς Χριστόν, ἐπίσκοπος Σαρδικῆς ἐγένετο. νς ʹ. Ὀνησίφορος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Κορωνείας ἐγένετο. νζʹ. Τυχικός, οὗ καὶ αὐτοῦ μέμνηται ὁ Παῦλος, πρῶτος ἐπίσκοπος Χαλκηδόνος τῆς ἐν Βιθυνίᾳ ἐγένετο. νηʹ. Κάρπος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Βεῤῥοίας τῆς Θρᾴκης ἐγένετο. νθʹ. Εὔοδος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, πρῶτος ἐπίσκοπος

About this text

Epiphanius of Salamis, Index discipulorum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Index discipulorum — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.