Testimonia ex divinis et sacris scripturis · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

ἀντιστάς; ἢ τίς ἀντιστήσεταί με καὶ ὑπομενεῖ; 33.t λγ ὅτι θεραπεύσει πολλούς– 33.1 Ησαϊας λέγει· Ἰσχυσάτε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε ὀλιγόψυχοι τῇ διανοίᾳ· μὴ φοβηθῆτε. 33.2 Καὶ πάλιν· Ὁ Θεὸς τότε ἥξει· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων. 34.t λδ ὅτι ἀναστήσει νεκρούς– 34.1 Ησαϊας λέγει· Κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. 35.t λε ὅτι ἀπιστήσουσιν οἱ Ἰουδαῖοι– 35.1 Ησαϊας λέγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ὄψονται οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν. 36.t λ ὅτι ἀπὸ ε ἄρτων θρέψει πολλούς– 36.1 Ησαϊας λέγει· Ἐροῦσιν ἐν τῇ ἡμέρα ἐκείνῃ· ἰδοὺ ὁ Θεὸς ἡμῶν· ἠλπίζομεν καὶ ἠγαλλιασάμεθα ἐπὶ τῷ σωτηρίῳ ἡμῶν, ὅτι ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. 37.t λζ ὅτι ἐπὶ ὄνου εἰς τὴν Σιων ἐπελεύσεται– 37.1 Ζαχαριας λέγει· Χαῖρε σφόδρα θύγατερ Σιων, κήρυσσε θύγατερ Ιερουσαλημ, ὅτι ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. 37.2 Καὶ Ιακωβ λέγει· ∆εσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ. 37.3 Καὶ Μαλαχιας λέγει· Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς θέλετε, καὶ ὁ ἄγγελος τῆς διαθήκης. 38.t λη ὅτι τὰ βρέφη προδράμουσι κράζοντα τὸ εὐλογήμενος ὁ ἐρχόμενος– 38.1 ∆αυιδ ἐν τῷ η ψαλμῷ λέγει· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. 39.t λθ ὅτι ἐλέγξει τὸν λαόν– 39.1 Μαλαχιας λέγει· Προσάξω πρὸς ὑμᾶς ἐν κρίσει καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τοῦς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας ἐπὶ ψεύσμασι. 39.2 Καὶ Ιερεμιας λέγει· Μὴ σπήλαιον λῃστῶν ὁ οἶκος μου ἐστι; καὶ ἐπικέκ ληται τὸ ὄνομά μου ἐπ' αὐτοῖς; 40.t μ ὅτι ἐπιχυθήσεται αὐτῷ νάρδος– 40.1 Ἐν τοῖς Ἄσμασι λέγει· Ἕως οὐ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ νάρδος ἔδωκεν ὀσμὴν αὐτοῦ. 41.t μα ὅτι συναχθήσονται κατ' αὐτοῦ– 41.1 ∆αυιδ ἐν τῷ β ψαλμῷ λέγει· Ἵνα τί ἐρρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτῶν. 41.2 Καὶ πάλιν ἐν τῷ γ ψαλμῷ λέγει· Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ· πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτοῦ ἐν τῷ Θεῷ αὐτοῦ. 41.3 Καὶ Ιερεμιας λέγει· Πνεῦμα πρὸ πρόσωπον ἡμῶν Χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν, οὐ εἴπαμεν· ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα. 41.4 Καὶ πάλιν λέγει· 41.4 Ὅτι ἐνεχείρισαν λόγους εἰς σύλληψίν μου καὶ παγίδας ἔκριψάν μοι. Καὶ σύ, Κύριε, ἔγνως πᾶσαν αὐτῶν τὴν βουλὴν ἐπ' ἐμὲ εἰς θάνατον· μὴ ἀθῳώσῃς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου μὴ ἐξαλείψῃς. 42.t μβ ὅτι καταψευδομαρτυρήσουσι– 42.1 ∆αυιδ ἐν τῷ λδ ψαλμῷ λέγει· Ἀναστάντες μοι μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με· ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν. 42.2 Καὶ πάλιν ἐν τῷ νη ψαλμῷ λέγει· Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ λύτρωσαί με· ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. 43.t μγ ὅτι Ιουδας προδώσει– 43.1 ∆αυιδ ἐν τῷ μ ψαλμῷ λέγει· Οἱ ἐχθροί μου εἶπον κακά μοι· πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; καὶ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει. ἐπὶ τὸ αὐτὸ κατ' ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ' ἐμοῦ ἐλογίζοντο κακά μοι, λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ. 43.2 Καὶ πάλιν· Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. 43.3 Καὶ πάλιν ἐν τῷ να ψαλμῷ λέγει· Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός, ἀνομίαν ὅλην τὴν ἡμέραν; ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον· ἠγάπησας κακίαν ὑπὲρ ἀγαθοσύνην. 43.4 Καὶ πάλιν ἐν τῷ λζ ψαλμῷ λέγει· Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν. 44.t μδ ὅτι ἐρεῖ ὁ Ιουδας· χαῖρε ῥαββί– 44.1 ∆αυιδ ἐν τῷ νδ ψαλμῷ λέγει· Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει. 44.2 Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ ρη ψαλμῷ λέγει· Ὁ Θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. 45.t με ὅτι ἀργυρίου πραθήσεται– 45.1 Ζαχαριας λέγει· Ἐρῶ πρὸς αὐτούς· εἰ καλὸν ἐνώπιον ὑμῶν, δότε τὸν μισθόν μου τριάκοντα ἀργύρια.

About this text

Epiphanius of Salamis, Testimonia ex divinis et sacris scripturis (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Testimonia ex divinis et sacris scripturis — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.