Testimonia ex divinis et sacris scripturis · §u02-rem-mid

Unit 2 rem mid

Rem mid: Unit 2; lemma continues; reading with the letter.

Greek

45.2 Καὶ Ιερεμιας λέγει· Ἔδωκαν τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ισραηλ· καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως. 46.t μ ὅτι δήσουσιν αὐτόν– 46.1 Ησαϊας λέγει· Οὐαὶ τῇ ψυχῇ ὑμῶν, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ' ἑαυτῶν εἰπόντες· ὅτι δήσωμεν ἄνδρα δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. 46.2 Καὶ Σολομων λέγει· Ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι· βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος. 47.t μζ ὅτι κρίνουσιν αὐτόν– 47.1 ∆αυιδ ἐν τῷ ξη ψαλμῷ λέγει· Σῶσόν με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. 47.2 Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ ο ψαλμῷ λέγει· Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. Καὶ τὰ ἑξῆς. 47.3 Καὶ Ησαϊας λέγει· Ἐπὶ τίνα ἀνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; Ἀλλ' ἢ ἐπὶ τὸν πρᾷον καὶ ταπεινὸν καὶ ἡσύχιον. 47.4 Καὶ πάλιν· Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ' ἐμὲ φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. οὐκ ἐγὼ παρῃτησάμην ἀλλ' αὐτοὶ παρῃτήσαντό με. διὰ τοῦτο ἐγκαταλέλιπα τὸν οἶκόν μου. 48.t μη ὅτι ῥαπίσουσιν αὐτὸν καὶ ἐξουθενήσουσιν– 48.1 Μιχαιας λέγει· Πατάξουσιν ἐπὶ σιαγόνα τὸν κριτὴν τοῦ Ισραηλ. 48.2 Καί· Βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται ἄρχοντες καὶ προκυνήσουσιν αὐτόν. 48.3 Καὶ ἀλλαχοῦ λέγει· Ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω. τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. 49.t μθ ὅτι φεύξονται οἱ ἀπόστολοι– 49.1 ∆αυιδ ἐν τῷ λζ ψαλμῷ λέγει· Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν. 49.2 Καὶ πάλιν· Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ. 49.3 Καί· Ἐζήτησα συλλυπούμενον, καὶ οὐκ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐκ εὗρον. 50.t ν ὅτι ἀρνήσεται Πετρος– 50.1 Ησαϊας λέγει· Καὶ ἐφοβήθη ἀπὸ ἀνθρώπου θνητοῦ, οἳ ὡσεὶ χόρτος ἀποξηρανθήσονται· ἐμοῦ δὲ ἐπελάθετο, λέγει Κύριος. 51.t να ὅτι σταυρώσουσιν αὐτόν– 51.1 Ιερεμιας λέγει· Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι. 51.2 Καὶ Ησαϊας λέγει· Ὡς πρόβατον ἐπὶ σφραγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. 51.3 Καὶ ἡ Σοφία λέγει· Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν. 51.4 Καὶ πάλιν· ∆εῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων. 51.5 Καὶ ∆αυιδ λέγει· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου. 52.t νβ ὅτι ἀκάνθαις στεφανώσουσιν αὐτόν– 52.1 Ἐν τοῖς Ἄσμασι λέγει· Ἐξέλθετε καὶ ἴδετε, θυγατέρες Ιερουσαλημ, ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ. 52.2 Καὶ Ησαϊας λέγει· Ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησε δὲ ἀκάνθας. 53.t νγ ὅτι ὄξος καὶ χολὴν ποτίσουσιν αὐτόν– 53.1 ∆αυιδ ἐν τῷ ξη ψαλμῷ λέγει· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐποτισάν με ὄξος. 53.2 Καὶ Μωυσης λέγει· Ταῦτα Κυρίῳ ἀνταποδίδοτε; 53.3 Καὶ ἐν τοῖς Ἄσμασι λέγει· Εἰσῆλθεν εἰς τὸν κῆπόν μου, ἀδελφή μου, νύμφη μου· καὶ ἐτρύγησαν σμύρναν μου. 53.4 Καὶ πάλιν· Χεῖρές μου ἔσταξαν σμύρναν, καὶ οἱ δάκτυλοι μου σμύρναν πλήρεις. 53.5 Καὶ πάλιν λέγει· Ποτιῶ σε ἀπὸ τοῦ οἴνου τοῦ μυρεψικοῦ. 54.t νδ ὅτι κόκκινον ἱμάτιον ἐνδύσουσιν αὐτόν– 54.1 Ησαϊας λέγει· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Εδωμ, ἐρύθημα ἱμάτια αὐτοῦ ἐκ Βοσορ, οὗτος ὡραῖος ἐν στολῇ αὐτοῦ βία; ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; 55.t νε ὅτι σιωπήσει κρινόμενος– 55.1 ∆αυιδ ἐν τῷ λζ ψαλμῷ λέγει· Ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. 55.2 Καὶ πάλιν· Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. 55.3 Καὶ Ησαϊας λέγει· Καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι αὐτὸν οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος οὕτως οὐκ ἀνοίγῃ τὸ στόμα αὐτοῦ ἐν τῇ ταπεινώσει. 56.t ν ὅτι χλευαστήσεται– 56.1 ∆αυιδ ἐν τῷ ρη ψαλμῷ λέγει· Εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν. 56.2 Καὶ ἐν τῇ Σοφιᾳ λέγει· Εἰ ἐστι δίκαιος υἱὸς Θεοῦ, ἀντιλήψεται αὐτοῦ. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ καὶ παιδίον Κυρίου ἑαυτὸν ὀνομάζει. 57.t νζ ὅτι αὐτός ἐστιν ἡ ζωὴ ὁ κρεμμάμενος ἐπὶ ξύλου– 57.1 Μωυσης λέγει· Ἔσται ἡ ζωή σου κρεμμαμένη ἐπὶ ξύλου ἀπέναντι τῶν ὀφθαλμῶν σου, καὶ φοβηθήσῃ ἡμέρας καὶ

About this text

Epiphanius of Salamis, Testimonia ex divinis et sacris scripturis (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Testimonia ex divinis et sacris scripturis — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.