Testimonia ex divinis et sacris scripturis Unit 3 opening
Unit 3.
Lemma-led open — ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος. . Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ πα ψαλμῷ λέγει· Ἀνάστα,
Greek
ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος. 74.7 Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ πα ψαλμῷ λέγει· Ἀνάστα, ὁ Θεὸς, κρίνων τὴν γῆν. 74.8 Καὶ Ησαϊας λέγει· Ὁ ἀναγαγὼν ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν. 74.9 Καὶ Ναουμ λέγει· Ταχεῖς ἰδοὺ οἱ πόδες ἐπὶ τὰ ὄρη εὐαγγελιζομένου εἰρήνην. 75.t οε ὅτι μάτην οἱ στρατιῶται τὸν τάφον τηρήσουσιν– 75.1 ∆αυιδ ἐν τῷ οε ψαλμῷ λέγει· Ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐκ εὗρον οὐδέν. 76.t ο ὅτι πρωὶ ἡ ἀνάστασις– 76.1 ∆αυιδ ἐν τῷ κθ ψαλμῷ λέγει· Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις. 76.2 Καὶ πάλιν ἐν τῷ πζ λέγει· Ἐγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωὶ ἡ προσευχή μου προφθάσει σε. 76.3 Καὶ πάλιν ἐν τῷ ν λέγει· Ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου. 77.t οζ ὅτι μαρτύριον ὁ τόπος ἔσται– 77.1 Ναουμ λέγει· Ἑτοιμάζου ὄρθρισον, διέφθαρται πᾶσα ἡ ὑποφυλλὶς αὐτῶν· διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριόν μου· διότι τὸ κρίμα μου ἄξει πάντας τοὺς ἐχθρούς μου. 78.t οη ὅτι ἀπὸ τοῦ προτειχίσματος– 78.1 Ἐν τοῖς Ἄσμασι λέγει· Ἀνάστα, ἐλθέ, ἡ πλησίον μου, ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος. 79.t οθ ὅτι ζητηθήσεται ὑπὸ γυναικῶν– 79.1 Ἐν τοῖς Ἄσμασι λέγει· Ἐπὶ κοίτην μου ἐξεζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐζήτησα, καὶ οὐκ εὗρον αὐτόν. μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε; 80.t π ὅτι πρῶτον ἀπαντήσει γυναιξί– 80.1 Ἐν τοῖς Ἄσμασι λέγει· Εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν. 81.t πα ὅτι ἀναχωρήσουσιν ἔμφοβοι– 81.1 ∆αυιδ ἐν τῷ β ψαλμῷ λέγει· ∆ουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. 81.2 Καὶ Ησαϊας λέγει· Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων φρόνησιν. 82.t πβ ὅτι ἐμφυσήσει τοῖς ἀποστόλοις τὸ πνεῦμα τὸ ἅγιον– 82.1 Ναουμ λέγει· Ἑτοιμάζου ὄρθρισον, διέφθαρται πᾶσα ἡ ὑποφυλλὶς αὐτῶν. ἀνέβη γὰρ ἐμφυσιῶν εἰς τὸ πρόσωπον αὐτῶν. 83.t πγ ὅτι ἀπὸ μέλιτος κηρίου φάγεται μετὰ τὴν ἀνάστασιν– 83.1 Ἐν τοῖς Ἄσμασι λέγει· Ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου. Τὸ πικρὸν πρὸ τοῦ πάθους, καὶ τὸ γλυκὺ μετὰ τὴν ἀνάστασιν. 84.t πδ ὅτι ἐροῦσιν ὅτι ἐκλάπη– 84.1 Ιωνας λέγει· Φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεον αὐτῶν ἐγκατέλιπον. 84.2 Καὶ Ησαϊας λέγει· Ἀλλὰ λέγετε ἡμῖν καὶ ἀπαγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν. 85.t πε ὅτι νεκροὶ ἀναστήσονται– 85.1 Ωσηε λέγει· Ὀρθριοῦσι πρός με λέγοντες· πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς Κύριον, ὅτι αὐτὸς πέπαικε καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, καὶ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα ἐναντίον αὐτοῦ. 85.2 Καὶ Ησαϊας λέγει· Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφραντήσονται οἱ ἐν τῇ γῇ. 85.3 Καὶ Ζαχαριας λέγει· Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. 85.4 Καὶ πάλιν Ωσηε λέγει· Ἐκ χειρὸς Ἅδου ῥύσομαι αὐτοὺς, καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς· ποῦ ἡ δίκη σου θάνατε; ποῦ τὸ κέντρον σου Ἅδη; 85.5 Καὶ Ιεζεκιηλ λέγει· Τάδε λέγει Κύριος· ἀνοίγω τὰ μνήματα ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ισραηλ, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ἀνοιξαί με τοὺς τάφους ὑμῶν
About this text
Epiphanius of Salamis, Testimonia ex divinis et sacris scripturis (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s Testimonia ex divinis et sacris scripturis — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.