Testimonia ex divinis et sacris scripturis · §u03-rem-early

Unit 3 rem early

Rem early: Unit 3; lemma and argument toward the thesis.

Greek

τοῦ ἀναγαγεῖν με ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν λαός μου· καὶ δώσω πνεῦμα εἰς ὑμᾶς, καὶ ζήσεσθε. 86.t π ὅτι εἰς οὐρανοὺς ἀνελεύσεται– 86.1 ∆αυιδ ἐν τῷ μ ψαλμῷ λέγει· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. 86.2 Καὶ Αμως λέγει· Ὁ οἰκοδομῶν εἰς οὐρανὸν τὴν ἐπίβασιν αὐτοῦ. 87.t πζ ὅτι αὐτὸς ἦν ὁ κηρύξας– 87.1 Ησαϊας λέγει· Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίῳ δεκτὸν καὶ ἡμέραν ἀνταποδώσεως τῷ Θεῷ ἡμῶν. 87.2 Καὶ πάλιν· Γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι ὡς ὡραῖος ἐπὶ τῶν ὡραίων, ὡς εὐαγγελιζόμενος ἀκοὴν εἰρήνης, ἀκουστὴν ποίων τὴν σωτηρίαν σου. 88.t πη ὅτι ἐν πάσῃ τῇ γῇ τὸ ὄνομα αὐτοῦ– 88.1 Ζαχαριας λέγει· Καὶ ἔσται ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ιερουσαλημ, ἀναβήσονται κατ' ἐνιαυτὸν προσκυνῆσαι Κυρίῳ παντοκράτορι. 88.2 Καὶ Ιεζεκιηλ λέγει· Καθαριῶ ὑμᾶς, καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν. 88.3 Καὶ πάλιν· ∆ώσω αὐτοῖς καρδίαν ἑτέραν καὶ πνεῦμα καινὸν δώσω αὐτοῖς. 88.4 Καὶ ∆αυιδ ἐν τῷ ιη ψαλμῷ λέγει· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. 88.5 Καὶ Ιερεμιας λέγει· ∆ώσω αὐτοῖς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν τοῦ φόβεισθαί με πάσας τὰς ἡμέρας. 89.t πθ ὅτι ἐκ δεξιῶν τοῦ Πατρὸς οὐκ ἀφ' οὗ ἀνῆλθεν ἐκάθισεν, ἀλλὰ καὶ πρὸ τούτου– 89.1 Ησαϊας λέγει· Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. 89.2 Καὶ ∆αυιδ ἐν τῷ β λέγει· Ἕτοιμος ὁ θρόνος σου, Κύριε, καὶ ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. 89.3 Καὶ πάλιν ἐν τῷ ρθ λέγει· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 89.4 Καὶ Ησαϊας λέγει· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. 90.t ὅτι κληθησόμεθα Χριστιανοί– 90.1 Ησαϊας λέγει· Ὄψονται ἔθνη τὴν δόξαν σου καὶ πάντες οἱ βασιλεῖς τὴν δικαιοσύνην σου, καὶ καλέσει σε τὸ ὄνομα τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτῷ. 90.2 Καὶ πάλιν· Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. 91.t α ὅτι καὶ ἡ ἐπὶ τοῦ μετώπου σημείωσις προκατηγγέλετο– 91.1 ∆αυιδ ἐν τῷ νθ ψαλμῷ λέγει· Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. 91.2 Καὶ Ησαϊας λέγει· Φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον μαθεῖν. 91.3 Καὶ Ιεζεκιηλ λέγει· Εἶπε Κύριος πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, δὸς τὴν σημείωσιν ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ κατωδυνωμένων ἐπὶ πάσαις ταῖς ἀδικίαις, καὶ διέλθετε μέσην τὴν Ιερουσαλημ·

About this text

Epiphanius of Salamis, Testimonia ex divinis et sacris scripturis (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Testimonia ex divinis et sacris scripturis — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.