Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
μηδ' αὖ με λαθὼν τηλοῦ σέο τεύξῃς.» αὖτις δὲ προφάτωρ Ὠσηὲ μέγας τάδ' ἔειπεν ἔνθους· «εἰ δ' ἄγε μὴ πάις ἔσσεται.» αὐτὰρ ὁ αὖτις ∆αυίδης ἀγόρευε· «προέστιχον ὄμματ' ἐμεῖο ὄρθρον, φωτοφαῆ νυκτὸς ζοφερῆς ἐλατῆρα, ὄφρα γε θειοτέροις σέο ῥήμασιν ἕσπομαι αἰέν.» Ἠσαΐας δ' ἑτέρωθι· «φόβος σέο μή ποτ' ἀπαυρῇ θυμόν, τέκνον ἐμεῖο καί, ὃν φιλέω, Ἰάκωβε, ὃν πάντων κατέλεξα περικτιόνων πρόμον ἄλλων.» Παῦλος δ' ὧδ' ἀγόρευε θεηγόρος· «αὐτὸς ἀνάσσων ἡμέας ἐπρίατο Χριστὸς δυσπεμφέλου ἀρῆς ἐκ προτέρης θέμιδος.» πάλι δ' ἔννεπεν ὧδ' ὑποφήτης ∆αυὶδ ἀριστολύρης· «τίς δ' ἂν δεοῦ ἐξερεείνοι ἀθανάτου δύναμιν καὶ οὔασι πᾶσιν ἐνίσποι ὕμνους παντομέδοντος;» ἔπειτα δέ τ' εὖχος ἄνακτος θειοτέρων ἐπέων· μετέπειτα δὲ ἀρητῆρος παρφασίη· ἀτὰρ αὖτε κατηχήεις λόγος ἀνδρῶν· «ἔξιτε ἐκ νηοῖο θεοῦ, βροτοὶ ἡμιτέλεστοι.» Κυπριανὸς δ' ἀγανὸς θώκοις ἔτι ἧστο σιωπῇ. Ἀστέριος δέ τις ἦε διάκτορος, ὃς φάτο τῷδε· «ἔξιθι κοιρανίων μεγάρων.» τὸν δ' ἂψ ἀπάμειπτο· «σταυροπαγοῦς Χριστοῦ θεράπων πέλω, ἔκτοθι δ' αὖ με σεύεις;» τῷ δ' ἐνένιπε διάκτορος· «ἀλλ' ἔτι σύγε οὐ πλήρης τελέθεις δοῦλος κρατεροῖο θεοῖο.» αὐτὸς δ' αὖτις ἔειπε· «θεὸς ζωὸς πέλει αἰέν, ὅστις ἐλεγχίστους κακοδαίμονας οἶος ἔδειξε, σῶσε δὲ παρθενικήν, καὶ ἐμὴν κραδίην ἐλεήρας. ἔκτοθι τῶνδε δόμων οὔ μοι θέμις ἐστὶν ἱκέσθαι, εἰ μὴ πίστεως ἐντὸς ἐγὼ Χριστοῖο γενοίμην.» ταῦτα μαθὼν δὲ θεοῦ ζάκορος τάχος ἦλθ' ἱερῆι ἀγγέλλων. ὁ δ' ἔπειτα καλέσσατο· ὡς δ' ἐπεῴκει, Κυπριανῷ πολέας καὶ ἀταρτηροὺς φάτο μύθους, εἰρωτῶν ὅσ' ἔοργεν. ἀτὰρ τόσον εὐξάμενός γε ἔργα θεοῖο δόνησεν, ὅσα περὶ κόσμον ἔτευξε. καὶ τότε δὴ θείοισι λοετροῖς ἁγνὸν ἔτευξεν. ἠοῖ δ' ὀγδοάτῃ γέντ' αἰπυβόης πολυσέπτων βίβλων Χριστοφάτων. ἀτὰρ εἰκάδι πεμπταίῃ τε μείων τυτθότερός τε διακτορίῃ τετέλεστο καὶ θυρεῶνας ἔχεν σεπτῆς ἅμα μυστιπολείης. ἤματα πεντήκοντα δ' ὅτ' ἤλυθεν, ἄξιος αἶψα γέντο διακτορίης. αὐτὰρ κρατερῶς ἐδάμαζεν ἀντιθέων γε φάλαγγας ἀναιδήτων, ἀπαλάμνων, καὶ νούσους στυγερὰς μελέων ἀποήλαεν ἀνδρῶν· ἤδη καὶ πολέας Χριστοῦ ἐς πώεον ἦγεν, εἰδώλων κακόπιστον ἀναινομένους ἀλάωσιν. ἀλλ' ὅτε δὴ λυκάβας τέλος ἔλλαβεν, ἔλλαχε θῶκον ἀρητῆρος ἴσον. δέκα δ' ἓξ ἑξῆς ἐνιαυτοὺς μίμνασκεν διέπων κλισμὸν τότε δημογέροντος. καὶ τότε δὴ μακαριστὸς ἐπίσκοπος Ἄνθιμος ἠὺς ἱρῆας κίκλησκε περικτίονας ἅμα πάντας· λέξας δ' ὅσσ' ἀγορῇ Χριστοῦ πέλεν αἴσιμα πάντα, εἰσέτι κόσμον ὁρῶν κλισίην πόρε Κυπριανῷ γε. αὐτὰρ δὴ μετὰ βαιὸν ἐς οὐρανὸν Ἄνθιμος ἐλθών, ποίμνην, ἧς πρόμος ἦεν, ἀγαυῷ πάρθετο φωτί. αὐτὰρ ὁ Κυπριανός, διέπων θεοῦ ἀγλαὸν οἶκον, παρθενικὴν ὑπέδεκτο, διακτορίηφι γερήρας· οὐ δ' ἔτι μιν καλέεσκεν Ἰούσταν, ἀλλ' ὀνόμηνεν Ἰουστίναν ἄμωμον· ὅλων δέ τε μητέρα θῆκε κουράων ἀταλῶν, Χριστοῦ μεγάλου θεραπαινῶν. 4 πολλοὺς δ' ἐκσώσας δυσπειθέας, αἰσυλοθρήσκους, παρφάμενος Χριστὸν ποθέειν, μογέων ἐκόμιζεν εἰς ἀγέλην μεδέοντος, ὃς αἰὲν ἔχει γέρας. ἀμήν. 2 «Ὅσσοις δὴ Χριστοῦ πολυυμνήτοιο μέμηλε πίστις μυστιπόλος, θαλεροῖς ἐμέθεν δακρύοισι λεύσσατε, ὄφρα μάθητε, πόθεν τόσον ἐστί μοι ἄλγος– καὶ σάφα οἶδ', ὅτι ἴστε· ἀληθέα μυθέομαι γάρ–· ἠδ' ὅσσοι τέρπεσθε ἀεικέσιν εἰδώλοισι, πεύθεσθ'· ἐξενέπω γὰρ ἐγὼν ἀπατήλια τῶνδε. οὐδὲ γὰρ οὐδ' ἕτερός τις ἐν ἀνθρώποισιν ἐμεῖο ἔπλετο δύσθρησκος καὶ δαίμοσιν ὠμάρτησεν οὐδέ τε μαψιδίων εἰδώλων ἔσκεν ὀπηδός, οὔθ' ὅ πέρ εἰσι μαθεῖν οὔτ' αὖ μένος ἐστὶν ἐκείνοις. – οὗτος ἐκεῖνος ἔφυν Κυπριανός, τόν ποτε κοῦρον ἡμέτεροι τοκέες δῶρον δόσαν Ἀπόλλωνι. εἰσέτι νηπίαχος δέ τ' ἐὼν μάθον ὄργια θηρὸς νηδυπόροιο δράκοντος. ἔτος δ' ἐπὶ ἕβδομον ἐλθὼν Μιθραίῳ Φαέθοντι πάλιν μετέπειτα τελέσθην· ᾤκεον εὐγενέων δέ τ' Ἀθηναίων πόλιν αἰπήν. καὶ ναέτης γενόμην δέ, ἐπεὶ τόδε ἥνδαν' ἐμεῖο πατράσιν, οἵ μ' ἔτεκον. δεκάτῳ δ' ἐπιβὰς λυκάβαντι ∆ηοῖ δᾷδας ἀνῆψα, Κόρης δ' ἀργεννὸν ὑπέστην πένθος. Ἀθηναίης δ', ἥτις πόλιν ἐστὶν ἐς ἄκρην, ῥέξα δρακοντείους τελετάς. ζάκορος δὲ τελεσθεὶς ἦλθον ἐς Οὐλύμποιο νάπος, τό γε δὴ καλέουσιν ἀγνῶτες μακάρων ἀμενηνῶν εἶναι ἔδεθλον. ἔνθα τινῶν ἐπέων ἦχον καὶ δοῦπον ἄκουον. λεῦσα πόας πρέμνους τε, ὅσον θαμβῆσαι ὀπωπήν, ἅς περ ἐπισκόπεόν γε μάτην κακοδαίμονες αἰνοί. ἔνθ' ὥρας κάτιδον καὶ ἀμειβομένους δέ τ' ἀήτας, αὕτως δ' ἤματα πολλά, τά πέρ τινες ἔνδον ἀνιγροὶ φαντασίῃ τεύχουσιν ἀπηνέες ἀντιπάλαμνοι. καὶ χορὸν εἰσιδόμην μέγ' ἀναιδέα
About this text
Eudocia Augusta, De martyrio sancti Cypriani (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Eudocia Augusta’s De martyrio sancti Cypriani — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.