De martyrio sancti Cypriani Unit 2 opening
Unit 2.
Lemma-led open — μελπομένων γε, ἄλλους δ αὖτ ἐς ὅμιλον Ἀρήια ἔργα τελεῦντας. ἄλλων δ αὖτε λόχους καὶ κέρτομ
Greek
μελπομένων γε, ἄλλους δ' αὖτ' ἐς ὅμιλον Ἀρήια ἔργα τελεῦντας. ἄλλων δ' αὖτε λόχους καὶ κέρτομα ἤθεα εἶδον ἠδέ τ' ἀτυζομένους. ἔνθ' ἔδρακον, ὅσσα θεάων καὶ μακάρων στίφη· αὐτοῦ γὰρ ἔμιμνον ἔγωγε ἤματα τεσσαράκοντα καὶ ἄλλ' ἐπὶ τοῖσι δέ τ' ὀκτώ. ἔνθεν δὴ στέλλονται ἅτ' ἐκ κρατερῶν βασιλείων πνεύματα ἠερόφοιτα ποτὶ χθόνα, ἔθνεα πάντα ῥέζειν ὅσσ' ἐθέλουσιν ἀεικέα, οἷα κάκιστα. ἦν δέ μοι ἐκ δένδρων θαλερῶν δαὶς ἀκροπέτηλος δυομένου Φαέθοντος. ἐπὶ πέμπτον δέκατόν τε ἐλθὼν εἰς ἔτος, αὐτὸς ὅλων πνοιῶν τε θεῶν τε ἦα διδασκόμενός γε παρ' ἀνδρῶν ἱεροφαντῶν ἑπτά, καὶ ἔργματα δ', ὅσσα ἀθέσμοις δαίμοσίν εἰσι. καὶ γὰρ ἐμοὶ γλίχοντο γονεῖς, ὅππως κε μάθοιμι, ὅσσα περ ἐν γαίῃ τε καὶ ἠέρι ἐστὶ καὶ ἅλμῃ, οὐ μόνον ὅσσα πέλουσι κατὰ φθορὰν ἀνθρώποισιν, ἀλλ' ὅσα καὶ θαλερῆς ποίης πέλει εὐπρέμνου τε φυταλίης, ὅσα τ' ἀνδρὸς ἀκιδνότερον περὶ σῶμα εἰλεῖται καὶ ὅσσα κακόφρων ἀντιπάλαμνος εὗρεν, ὁ τῆσδε γύης ἀρχός, ὄφις αἰολόμητις, εἰς ἔριν ἀθανάτου βουλὴν μεδέοντος ἀτίζων. – ἔνθεν ἐς ἱππόβοτον θαλερὸν γενόμην κατὰ Ἄργος· ἦν δὲ Τιθωνιάδος ἔροτις λευχείμονος Ἠοῦς. μύστης δ' αὖ γενόμην, καὶ αὐτόθι ἠέρος ἅμμα ἠδὲ πολυπτύχοιο πόλου καὶ εἶδον ἄημα, συγγενίην δ' ὑδάτων καὶ εὐφόρβοιο ἀρούρης ἠδ' αὖτις δροσερῶν ναμάτων εἰς ἠέρα δῖαν. – Ἤλιδος ἄχρι δ' ἔβην· καὶ Ταυροπόλου Κελαδεινῆς ἐν Σπάρτῃ ἔσιδον βρέτας ὄβριμον, ὄφρα δαείην ὑλομενῆ, πολύμορφον ἄγαν φύσιν ἠδὲ μεταλλὰξ ψήφους τε γραφίδας τε χαρακτῆρας δέ τε κόσμου γραιώδεις μύθους τε. ἀτὰρ Φρυγίης χθόνα βαίνων μαντιπόλος γενόμην πινυτὸς μάλα, ἐκ πραπίδων δὲ ἥπατος ὅσσα πέλουσιν ἐγὼν ἐδάην κατὰ μέσσον, ἐκ Σκυθέων δ' οἰωνοὺς σήματά τ' ἠχήεντα ἠδ' ἄρα καὶ ζῴων καμπτὰς ἐπὶ τοῖσι πορείας, κληδόνας αἰζηῶν, τοί κεν τὰ ἔπειθ' ὁρόωσι, βόμβους δουρατέων σανίδων, πετρῶν δέ θ' ὁμοίως, φωνὰς δ' ἐκ τύμβων πρόπαλαι κατατεθνηώτων, δοῦπον δ' αὖ θυρέων, παλμοὺς βροτέων μελεδωνῶν, ὄγκους δ' αἱματόεντας, ὅσοι μέλεα χραίνουσιν· εὖτε δὲ μυρμήκων βρώμη κατὰ ἅψεα βαίνει· καὶ μύθων ὀάρους καὶ ἀριθμοὺς αὖτ' ἐπέων γε· καὶ σαρκὸς ὁρατούς γε πόνους, στήλας φύσιος δέ· ὅρκοι δ' ὅσσοι ἔασιν ἀληθέες ἠδὲ καὶ οὐκί· ἠδὲ καὶ ὅσσα πέλουσιν ἐναντία μήδεα φωτῶν. οὐδέ τί με χθονίων πρῆξις λάθεν ἠερίων τε καὶ βυθίων, οὐ φάσμα πολύτροπον, οὐ κρύφιος νοῦς, οὐ δολόεις οὐδ' αὖ πολυμέρμερος οὐδὲ τεχνήεις, εἵως ἠπεδανῆς ἀπάτης καὶ 5 αἰσυλοεργῶν καὶ τοίων πάντων, ὅσ' ἐπὶ χθονὶ τῇδέ τ' ἔασιν. – ἀλλ' ὅτε δὴ μετὰ ταῦτα ἐεικοστοῦ λυκάβαντος ἐντὸς ἔβην, τότε δὴ ζοφερῶν ἀνδρῶν ποτὶ γαῖαν Αἰγύπτου ἱκόμην καὶ Μέμφιδος οὖδας ἔτετμον. πειρήθην κἀκεῖσε ὅσον βροτῷ οὐκ ἐπιεικτόν· ὡς χθονίοισι πέλουσιν ὁμόγνια, πῶς δὲ καλεῦνται πνεύματ' ἀπότροπα· ποίων δ' ἄστρων ἱμείρουσι καὶ θέμισιν δὴ ἔπειτα καὶ ἔργμασι, πῶς δὲ φέβονται· πῶς δέ τ' ἀμειδήεντα φυλάσσουσιν ζόφον αὐτά· πνεύματα δ' οἷά γε τοῖσιν ἐναντία· ἠδ' ὅσοι ἀρχοὶ αἰνοτάτου Ἐρέβοιο ἅμ' ἀντιθέων περ ἔασιν, ἠδ' ὅππως ψυχαῖς καὶ σώμασιν εἴκελοί εἰσι κτηνῶν καὶ νεπόδων· καὶ ὅσσ' αὐτοῖσι μέμηλεν ἠδ' ὅσα κεν ῥέζουσι, ταχὺς δρόμος εἴδησίς τε, μνημοσύνη, τάρβος, τέχνη δολερή, ποδὸς ἴχνη, κρυπταδίη λήθη πολέων καὶ παίγματα δήμου, καὶ ὅσα εἴκελα τοῖσιν. ἐκεῖ δ' ἔγνων τρόμον αἴης, ὄμβρων δ' ὑετίων γένεσιν καὶ δοῦπον ὁμοίως οἶδμά τε γῆς πόντου τε, μιμήματα ἠύτ' ἀληθῆ ἀθανάτου σοφίης ἰνδάλματα αἰὲν ἐόντα. κεῖθι μεγασθενέων καὶ μηκεδανῶν μεροπήων ψυχὰς εἰσενόησα, Γιγάντων αἰνοπελώρων, αἰνὰ πιεζομένας εἴσω ζόφου ἠερόεντος, φάσματι δ' οἷα μόνον γαίην κατὰ νῶτα φερούσας, ἠύτ' ἀνὴρ βαρὺ ἄχθος ἐπ' ὤμων δοῦρα φέρῃσι. εἶδον δαιμονίους ὀάρους σκολιῶν τε δρακόντων, πικρὰ δ' ἀήμαθ', ἅ περ χθονίοις εἰς οἶτον ἱᾶσιν· ἔνθεν ἐπ' ἀνθρώποισιν ἰάλλουσιν περιφοῖται μυρία δαίμονες αἰνὰ περισπέρχοντες ἐς ὕλην. καὶ χθόνα
About this text
Eudocia Augusta, De martyrio sancti Cypriani (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Eudocia Augusta’s De martyrio sancti Cypriani — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.