De martyrio sancti Cypriani · §u03-rem-close

Unit 3 rem close

Rem CLOSEOUT: Unit 3 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

Χριστοῖο λαβὼν σφρηγῖδος ἐρωὴν θάρσυνος ἦα μάλιστα, βοῶν θαμὰ καὶ θεὸν αὐτόν. δὴ τότ' ἀλαστήσας προσεφώνεε θὴρ κακόβουλος χαζόμενος· "3Χριστός σε πολύλλιτος οὔ τι σαώσει ἡμετέρης παλάμης κεν, ἐπεὶ στυγέει δυσεβῆας. ἄρτι δὲ τυτθὸν ἀρήγει, ὅπως μετόπισθε δόλῳ γε πότμῳ λευγαλέῳ σε παραπλάγξας ἀπολέσσῃ. εὖτε δὲ καλλείψει σε, τότ' εἴσεαι, οἷά σε ῥέξω, σὺ κράτος οὑμὸν ἀμέρσας· ἐμοὺς Χριστὸς γὰρ ὀπηδοὺς οὐ δέχετ' ἐνδυκέως. δύο δ' ὤλεσας, ὦ κακόδαιμον· πρῶτα μὲν ἡμετέρην φιλίην, καὐτὸς δέ τε σωτὴρ οὐ πάντως σ' ὀνίνησιν."3 ἐγὼ δέ τε τῶνδ' ἐσακούων μύθων αἰνοτάτως περιδείδιον, ὅττι με τοίοις ἠλεμάτως ἐπέεσσιν ἀταρτηροῖσι προσηύδα. ἔνθ' ὑμῖν, φίλοι ἄνδρες, ὅσοι στόνον ἴστε ἐμεῖο, φημὶ ἐμὴν λυπρὴν βιοτήν, ὄφρ' εἰσορόωντες τεύξετ' ἐλεημοσύνην· καὶ ἐννέπετ', εἴ μοι ἔνεστι Χριστὸν μειλίξασθ', εἰ ἐμῆς ἀΐοι μετανοίης, ἠδ' ἐπαλεξήσει μοι, ὅπως φύγω αἰνὰ κέλευθα, ὧν ἐδάην τὸ πάρος.» πληθὺς τείως δ' ἔχε σιγήν· ὀψὲ δέ μοί τις ἔειπε διαπρύσιόν γε βοήσας· 10

About this text

Eudocia Augusta, De martyrio sancti Cypriani (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eudocia Augusta’s De martyrio sancti Cypriani — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.