Unit 3 rem mid
Rem mid: Unit 3; lemma continues; reading with the letter.
Greek
τρύχομ', ἄλαστε· ἀνίατα πείραθ' ὁρῶμαι· καὶ γὰρ δὴ νέκυς ἦα, δοκήσει δ' ἐν βιόωσι. πολλῶν δὲ κτεάνων ὠνησάμενος μάλα τύμβον, πυθμένας οὐδὲ θανὼν μέσφα θανάτοιο πέρησα. ἀλλά γέ μοι θέμις ἐστὶ θεοῦ θεράποντας ἀγαυοὺς λίσσεσθ', αὐτὰρ ὁμῶς καὶ εὐσεβέας μάλα φῶτας, ὄφρ' ἐλέου οἴκτου τε τύχω. σεπτῆς δ' ἔτι παιδὸς ἴχνια πιστοτάτης μάλ' Ἰουστίνης γε κύσαιμι, ὅππως ἂν βιοτῆς ἐμέθεν περὶ καλὰ νοήσοι. φεῦγε, Σατὰν δολομῆτα, ἀθέσμιε, αἰνοτύραννε, ἀτρεκίην στυγέων καὶ εὐσεβίην ἀθερίζων."3 – ὃς δὲ χολωσάμενος κρατερῶς κτανέειν μ' ἐπόρουσε, πειρήθη δ' ὅσον αὐτῷ ἔην σθένος αὐτίκ' ὀλέσσαι ἐκ φάρυγός με λαβών. ὡς δ' οὐκέτι εἷς παρέην μοι οὐδ' ἔτι μιν θάνατον φυγέειν δόκεον καὶ ἀλύξαι, πιστοτάτης κούρης σημήιον ἐς νόον οὑμὸν σταυροῦ παμφανόωντος ἐπήλυθεν, ᾧ περ ἐνίκα, ἔφρασα δ' εὐχόμενος· "3κυδρῆς μεδέων θεὲ κούρης, ἔλθ', ἐπαλέξησον."3 καὶ αὐτίκα χεῖρα τάνυσσα καὶ τύπον ἰκριόεντα ἐμοῖς μελέεσσιν ἔθηκα. αὐτὰρ ὁ φεῦγεν ὄπισθεν ἅτ' ἐκθρῴσκων τις ὀϊστός, ἠπείλει χαλεπῶς δ' ἔγχος κραδάων κατ' ἐμεῖο. καὶ τότ' ἐγὼ
About this text
Eudocia Augusta, De martyrio sancti Cypriani (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Eudocia Augusta’s De martyrio sancti Cypriani — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.