Homerocentones · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

5 Περὶ τοῦ παραδείσου καὶ τοῦ ὄφεως καὶ τῆς ἀπάτης. Ἔνθ' ἐφάνη μέγα σῆμα, δράκων ἐπὶ νῶτα δαφοινὸς δεινός τ' ἀργαλέος τε καὶ ἄγριος οὐδὲ μαχητός, ὃς κακὰ πόλλ' ἔρδεσκεν, ὅσ' οὐ σύμπαντες οἱ ἄλλοι, παρφασίῃ τ' ἔκλεψε νόον πυκινὰ φρονεόντων. κούρῃ δὲ ξύμβλητο πρὸ ἄστεος ὑδρευούσῃ· αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον φωνῇ τε βροτέῃ κατερήτυε φώνησέν τε· «ἦ ῥά νύ μοί τι πίθοιο, φίλον τέκος, ὅττι κεν εἴπω. σοὶ δ' ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδ' ἀπὸ δόξης. ἐνθάδε δένδρεα καλὰ πεφύκει τηλεθόωντα, συκαῖ τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι ἄλλά τε πόλλ' ἐπὶ τῇσι. σὺ δ' ἵλαον ἔνθεο θυμόν· τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδ' ἀπολήγει. τόν γ' εἴ πως σὺ δύναιο λοχησαμένη λελαβέσθαι πρῶτον, ἔπειτα δέ κ' αὐτὴ ὀνήσεαι, αἴ κε φάγῃσθα, θήσεις τ' ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα ἄνδρα τε καὶ οἶκον· καὶ ὁμοφροσύνην ὀπάσειεν.» ὣς εἰπὼν παρέπεισεν, ἐπεὶ διεπέφραδε πάντα· οἶσθα γάρ, οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός. αὐτὰρ ἐπειδὴ δεῖξ', ὅθι δένδρεα μακρὰ πεφύκει, αὐτίκ' ἔπειτ' ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα λισσομένη δειπνῆσαι· ὁ δ' ἠρνεῖτο στεναχίζων, ἀλλ' ἔτι που μέμνητο ἐφετμῶν, ἃς ἐπέτελλεν ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει. ἡ δ' αἰεὶ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισι πολλῇσίν τ' ἄτῃσι παρὲκ νόον ἤγαγεν ἀνδρὸς μεμνῆσθαι πόσιος καὶ ἐδητύος ὅττι τάχιστα, κουριδίῳ τέξασα πόσει φόνον ἠδέ οἱ αὐτῇ· πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄιδι προΐαψεν, ὡς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός. ἑξῆμαρ μόνον ὣς πόνεον νύκτας τε καὶ ἦμαρ· ἀλλ' ὅτε δ' ἕβδομον ἦμαρ ἐυπλόκαμος τέλεσ' Ἠώς, τέρπετο δ' ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα, ἔνθ' αὖτ' ἄλλ' ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει· ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην 4 ἐφορᾶσθαι ἤ τιν' ὀισάμενος ἢ καὶ θεὸς ὣς ἐκέλευσεν. αὐτὰρ ὅγ' αὖτις ἰὼν πάις ὣς ὑπὸ μητέρα δύσκεν· ἄλλῳ δ' αὐτὸν φωτὶ κατακρύπτων ἤισκεν παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι· νειαίρῃ δ' ἐν γαστρὶ πάγη, σχεδὸν Εἰλειθυίης. ἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο, λῦσε δὲ παρθενίην ζώνην, κατὰ δ' ὕπνον ἔχευεν. ἡ δ' ὑποκυσαμένη κρατερόφρονα γείνατο παῖδα παρθένος αἰδοίη ὑπερώιον εἰσαναβᾶσα, ἐκ δ' ἄγαγε προφόως δέ. καὶ ἠελίου ἴδεν αὐγὰς ἀνέρι εἰσάμενος ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν, πάντ' αὐτῷ μέγεθός τε καὶ ὄμματα καλὰ ἐοικὼς καὶ δέμας· αὐτάρ οἱ νοῦς ἔμπεδος, ὡς τὸ πάρος περ. αἴγλη δ' οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθών. τὸν μὲν ἀρίζηλον θῆκεν θεός, ὥσπερ ἔφηνε, παῖδ' ἑόν· ἡ δ' ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ. μήτηρ δ', ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα, ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση. παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δ' ὅγ' ἀθύρματα θυμῷ. 6 Περὶ τῶν μάγων. ∆ῶρα δὲ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος· δύσετό τ' ἠέλιος καί τε κλυτὰ δῶρα παρῆεν. δεξάμενοι δ' ἄρα παῖδες ἀμύμονος, ἁγνοτόκοιο δῶρα, τά οἱ φέρον ἀστέρα δερκόμεν' ἀντολίηθεν, μητρὶ παρ' αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα, χρύσεον, ὄφρ' ἐμέθεν μεμνημένος ἤματα πάντα. 7 Περὶ Ἡρώδου νηπίου. Ἀλλ' ὅτε δή ῥ' ἐνιαυτὸς ἔην, περὶ δ' ἔτραπον ὧραι, ὄσσα δ' ἄρ' ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντῃ, δή ῥα τότ' αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσε νηπιάχοις, τοῖς οὔτι μέλει πολεμήια ἔργα, ὅς ῥ' ἔθελε κτεῖναι καὶ ἀπορραῖσαι φίλον ἦτορ. πολλὰ δ' ἀτάσθαλ' ἔρεξε βίῃ καὶ κάρτεϊ χειρῶν, πάντων μὲν κρατέειν ἐθέλων, πάντεσσι δ' ἀνάσσειν, Σιδονίων βασιλεύς, ὃν ἑὸς δόμος ἀμφεκάλυψεν, νήπιος· ἦ πολέες γὰρ ἐπ' αὐτῷ θυμὸν ἀπηῦρον. ἄρρητον δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκε τὰ φρονέων κατὰ θυμόν, ἅ ῥ' οὐ τελέεσθαι ἔμελλεν. τὸν δὲ τότ' ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ χερσὶ κατακρύψασα δόμων ἐξῆγε θύραζε, ὁρμαίνουσ', εἴ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων· δείδιε γάρ, μὴ λαιμὸν ἀποτμήξειε σιδήρῳ δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο. 8 Περὶ τῆς εἰς Αἴγυπτον φυγῆς. Ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· Αἴγυπτον δ' ἰέναι δολιχὴν ὁδὸν ἀργαλέην τε· «ἀλλ' ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο, πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.» ἔνθ' ἔπος ἠδὲ καὶ ἔργον ὁμοῦ πέλεν ἐσσυμένοισι. πεμπταῖοι δ' Αἴγυπτον ἐυρείτην ἀφίκοντο δειδιότες· κρατερὸς γὰρ ἔχει τρόμος ἀνδρὸς ὁμοκλῇ.

About this text

Eudocia Augusta, Homerocentones (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eudocia Augusta’s Homerocentones — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.