Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
ἠλάκατα στρωφῶσ' ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι· ἀμφίπολος δ' ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη. καὶ τότ' ἄρ' ἄγγελος ἦλθεν, ὃς ἀγγείλειε γυναικί· στῆ δὲ μάλ' ἐγγὺς ἐὼν καί μιν πρὸς μῦθον ἔειπεν· «χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰσόκε γῆρας ἀνδράσιν ἠδὲ γυναιξὶν ἐπὶ χθόνα πουλυβότειραν ἔλθῃ καὶ θάνατος, τά τ' ἐπ' ἀνθρώποισι πέλονται· νημερτὲς γάρ τοι μυθήσομαι οὐδ' ἐπικεύσω. ᾐτέομέν γε θεὸν φῆναι τέρας· αὐτὰρ ὅγ' ἡμῖν τῶν ἀνδρῶν, οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης, ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει, ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε, ἔσθων καὶ πίνων οἷα βροτοὶ ἄνδρες ἔδουσιν, σπεῖρα κάκ' ἀμφ' ὤμοισι βαλών, οἰκῆι ἐοικώς, βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ.» ὣς φάτο· τῇ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινεν, ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι· καί ῥ' ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ. ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπεν· «ὦ φίλ', ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστί, τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δέ, ὥς μευ ἀεὶ μέμνηται ἐνηέος, οὐδέ ἑ λήθω. ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ, ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων. ἀλλ' ἐγὼ οὐχ αὕτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ, μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι, ἣ θέμις ἀνθρώπων πέλει, ἀνδρῶν ἠδὲ γυναικῶν.» τὴν δ' ἀπαμειβόμενος προσέφη μεγαληγόρος ἐσθλός· «χαῖρε, γύναι χαρίεσσα· περιπλομένων δ' ἐνιαυτῶν ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει· τοῦ δή τοι κλέος ἔσται, ὅσον τ' ἐπικίδναται ἠώς, πάντας ἐπ' ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή. ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν· σίγα καὶ κατὰ σὸν νόον ἴσχανε, μηδ' ἐρέεινε.» ὣς φάτο· τῇ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινεν, ἀλλ' οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδ' ἀναδῦναι. αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπεν, καρπαλίμως ἤιξεν ἀπὸ χθονὸς εὐρυοδείης κήρυξ πεισήνωρ, πεπνυμένα μήδεα εἰδώς· ἵκετο δ' αἰπὺν Ὄλυμπον, ὁμηγυρέεσσι δ' ἐπῆλθεν. ἣ δ' ἄρα ὣς εἰποῦσ' ἀπέβη πρὸς δώματα καλά. 4 Περὶ τοῦ τόκου καὶ τοῦ ἀστέρος καὶ τῶν ποιμένων. Αὐτὰρ ἐπειδὴ τόνγε μογοστόκος Εἰλείθυια, τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ' ἱσταμένοιο, ἐξάγαγε προφόωσδε, καὶ ἠελίου ἴδεν αὐγὰς ἂψ περιτελλομένου ἔτεος, καὶ ἐπήλυθον ὧραι, αἴγλη δ' οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθών· πάντες 3 ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες θάμβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός, εὖτ' ἀστὴρ ὑπερέσχε φαάντατος, ὅστε μάλιστα λαμπρὸν παμφαίνῃσι, λελουμένος Ὠκεανοῖο, δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί· ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ' εἰροπόκοις ὀΐεσσι θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι. Ὅτι ὁ τεχθεὶς ἐκ παρθένου αὐτὸς πάντων δημιουργός. «δῶρα δὲ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν· ψεῦδος δ' οὐκ ἐρέοι· μάλα γὰρ πεπνυμένος ἐστίν· οὐ γάρ πω ἰδόμην οὐδ' ἔκλυον αὐδήσαντος ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην πλὴν ἑνός, ὅστε μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδήν, ὃν περὶ κῆρι φίλησε πατὴρ ἀνδρῶν τε θεῶν τε μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσιν, υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε, μήτηρ θ', ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα, ὄρνυθ', ἵν' ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι, πρωτότοκος θ', ὅσπερ γένεσις πάντεσσι τέτυκται, εὖ εἰδὼς σοφίης ὑποθημοσύνῃσι θεοῖο.» ἐν μὲν γαῖαν ἔτευξ', ἐν δ' οὐρανόν, ἐν δὲ θάλασσαν, ἐν δὲ τὰ τείρεα πάντα, τά τ' οὐρανὸς ἐστεφάνωται, ἠέλιόν τ' ἀκάμαντα σελήνην τε πλήθουσαν, ἰχθῦς ὄρνιθάς τε, φίλον θ' ὅ τι χεῖρας ἵκοιτο, εἰναλίους, τοῖσίν τε θαλάσσια ἔργα μέμηλε, κήτε', ἃ μυρία βόσκει ἀγάστονος ἀμφιτρίτη, ἵππους θ' ἡμιόνους τε βοῶν τ' ἴφθιμα κάρηνα ἄρκτους τ' ἀγροτέρους τε σύας χαροπούς τε λέοντας. τοῖσι δ' ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην λωτόν θ' ἑρσήεντα ἰδὲ κρόκον ἠδ' ὑάκινθον. γίνετο δ' ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον κλήθρη τ' αἴγειρός τε καὶ εὐώδης κυπάρισσος, ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι· λοῖσθος ἀνὴρ ὤριστος· ἔικτο δὲ θέσκελον αὐτῷ εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας. πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνὴν κάλλεος εἵνεκα οἷο, ἵν' ἀθανάτοισι μετείη. ἀλλ' οὔ σφιν τότε τοῖσιν ἐπήρκεσε λυγρὸν ὄλεθρον· αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο.
About this text
Eudocia Augusta, Homerocentones (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Eudocia Augusta’s Homerocentones — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.