Homerocentones · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

δάκρυ χέουσα· οὐ γάρ τις γλυκύθυμος ἀνὴρ ἦν οὐδ' ἀγανόφρων, βοῦς δ' ἱερεύεσκον, ὄιας καὶ πίονας αἶγας, πάντες δ' εὐχετόωντο κελαινεφέι Κρονίωνι τοῖς θ' ὑποταρταρίοις, οἳ Τιτῆνες καλέονται, σχέτλιοι, οὔτε δίκας εὖ εἰδότες οὔτε θέμιστας, ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτ' αὐτοὺς εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δ' ἑκατόμβας. ἀλλ' αὐτός τ' ἐσάωσε καὶ ἐφράσατο μέγ' ὄνειαρ, ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει, υἱὸν ἀναστήσας ἀγαπήνορα, λαομέδοντα, μοῦνον, τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσιν, ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα, ὅς οἱ πλησίον ἷζε· μάλιστα δέ μιν φιλέεσκεν ἀμφαγαπαζόμενος ὡσεί θ' ἑὸν υἱὸν ἐόντα. τὸν καὶ φωνήσας ἔπεα πτερόεντα προσηύδα· «ἦ ῥά νύ μοί τι πίθοιο, φίλον τέκος, ὅττι κεν εἴπω· οὐ γάρ τις νόον ἄλλον ἀμείνονα τοῦδε νοήσει· καὶ δέ σοι αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις, ἅ τ' ἐγώ περ· τώ τοι προφρονέως ἐρέω ἔπος, οὐδ' ἐπικεύσω. εἰσοράᾳς, ὅτι δ' αὖτε βροτοὶ ἐπ' ἀπείρονα γαῖαν ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται, βοῦς ἱερεύοντες, ὄϊας καὶ πίονας αἶγας, οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν. ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε, ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται. ἀλλ' ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδ' ἑτέρωθι, οὐρανόθεν καταβὰς ἐξ αἰθέρος ἀτρυγέτοιο· σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον σῇ τ' ἀγανοφροσύνῃ καὶ αἱμυλίοισι λόγοισιν, ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄροιο, ἥτε καὶ ἐσσομένοισι μετ' ἀνθρώποισι πέληται. σοὶ δ' αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων. οἱ δέ τοι αὐτίκ' ἰόντι κακὰ φράσσονται ὀπίσσω ἱέμενοι κτεῖναι καὶ ἀπὸ κλυτὸν εὖχος ἀμέρσαι. ἀλλὰ σὺ τούς γ' ἐπέεσσι παραιφάμενος πυκινοῖσιν, πάντας κυδαίνων, μηδὲ μεγαλίζεο θυμῷ, ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο θεοῖο· δηθὰ γὰρ αὐτὸς ἐείσῃ ἑκάστου πειρητίζων γνοίης θ', οἵτινές εἰσιν ἐναίσιμοι οἵ τ' ἀθέμιστοι οἵ τε φιλόξεινοι, καί σφι νόος ἐστὶ θεουδής. καί κ' αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴης, αἴ κε θάνῃς, καὶ πότμον ἀναπλήσεις βιότοιο. ὃς δ' ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ, αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ, καί οἱ πάντα γένοιτο, ὅσα φρεσὶν ᾗσι μενοινᾷ. ὃς δέ κ' ἀνήνηται καί τε στερεῶς ἀποείπῃ ἡμέας ἀμφοτέρω, μάλα εἰκέλω ἀλλήλοιιν, αἰεὶ τούτῳ ἔπειτα πόνος καὶ κήδε' ἔσονται καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνοι, ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα, τῆσδ' ἀπάτης κοτέων. τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα.» 2 Περὶ τῆς ὑπακοῆς τοῦ υἱοῦ. Τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός· «ὦ πάτερ, ὅστε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις, γινώσκω, φρονέω· τάδε δὴ νοέοντι κελεύεις ὥστε πατὴρ ᾧ παιδί, καὶ οὔποτε λήσομαι αὐτῶν· καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν, ὅθεν σοί. ἀλλὰ μάλ' εὔκηλος τὰ φράζεο, ὅσσ' ἐθέλῃσθα· οὐ γὰρ ἀπόβλητον ἔπος ἔσσεται, ὅττι κεν εἴπῃς. εἴ πέρ μοί τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν, πάντα μάλ' ἐκτελέω καὶ πείσομαι, ὡς σὺ κελεύεις αὐτὸς σῷ θυμῷ, γνώωσι δὲ πάντες Ἀχαιοί, ὡς ἐμὸς 2 οὔποτε θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος. βουλοίμην δ' ἂν ἔγωγε, καὶ ἄλγεα πολλὰ μογήσας, πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε· καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος οὐδὲ μεθήμων· βούλομ' ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι.» οἱ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν ἀλλήλων ἰότητι, χάριν δ' ἄνδρεσσι φέροντες ἀθάνατοι θνητοῖσι κατὰ ζείδωρον ἄρουραν. 3 Περὶ τοῦ εὐαγγελισμοῦ. Καὶ τότ' ἄρ' ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικὶ βουλήν, ἥ ῥα τότε σφιν ἐφήνδανε μητιόωσι· καρπαλίμως δ' ἤιξεν ἐπὶ χθόνα πουλυβότειραν. οὐρανόθεν καταβὰς ἐξ αἰθέρος ἀτρυγέτοιο ἔρχεται ἀγγέλλων φάος ἠοῦς ἠριγενείης. βῆ δ' ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη ἕζετ' ἐνὶ κλισμῷ–ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν– ἀδμήτη, τὴν οὔπω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ. τὴν δὲ τότ' ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ ἀνδρὶ φίλῳ ἔπορον· ὁ δέ μιν πρόφρων ὑπέδεκτο, οὔτ' εὐνῆς πρόφασιν κεχρημένος οὔτε χατίζων ἤ τι ὀϊσάμενος. ᾗ καὶ θεὸς ὣς ἐκέλευεν, μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι, ἣ θέμις ἀνθρώπων πέλει, ἀνδρῶν ἠδὲ γυναικῶν. ἡ μὲν ἐπ' ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν παρθένος αἰδοίη, ὑπερώιον εἰσαναβᾶσα,

About this text

Eudocia Augusta, Homerocentones (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eudocia Augusta’s Homerocentones — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.