Homerocentones · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

καί μιν σφοῖσι δόμοισιν ἔυ τρέφον ἠδ' ἀτίταλλον, χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντο ἕκαστος. οἱ δ' ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματ' ἔβαλλον, ὅσσοι ἄρ' ἡγεμόνες ∆αναῶν καὶ κοίρανοι ἦσαν. 11 Περὶ τοῦ θείου βαπτίσματος. Αὐτὰρ ἐπεί ῥ' ἥβης ἐρικυδέος ἵκετο μέτρον, βῆ ῥ' ἰέναι, κούρῳ αἰσυητῆρι ἐοικὼς παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασιν, πάντων ἀνθρώπων ῥῦσθαι γενεήν 6 τε τόκον τε. ὄσσα δ' ἄρ' ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντῃ· πλῆντο δ' ἄρ' αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν ἀγρομένων· πολλοὶ γὰρ ἐθηήσαντο ἰδόντες ἀλλήλους τ' εἴροντο, τίς εἴη καὶ πόθεν ἔλθοι· καὶ γὰρ θαῦμ' ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει ἀνδρός γε θνητοῦ παῖς ἔμμεναι, ἀλλὰ θεοῖο, ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει. τοῦ μὲν ἄρ' υἱὸς ἐπῆλθε, θεοκλύμενος δ' ὄνομ' ἦεν· εἵλετο δὲ σκῆπτρον πατρώιον, ἄφθιτον αἰεί. τὸν δ' ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ, κύσσε δέ οἱ κεφαλὴν καὶ ἄμφω φάεα καλά, ἤυσεν δὲ διαπρύσιον, μερόπεσσι γεγωνώς· «ἐγγὺς ἀνήρ–οὐ δηθὰ ματεύσομεν–, αἴ κ' ἐθέλητε ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν· οὐδὲ γὰρ οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν. ἀρνειῷ μιν ἔγωγε ἐίσκω πηγεσιμάλλῳ· ἀρνειὸς γὰρ ἔην, μήλων ὄχ' ἄριστος ἁπάντων. αὐτὸς δ', αἴ κ' ἐθέλῃσ', ἰήσεται, οὐδέ τις ἄλλος.» ὣς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου. κύσσε δέ μιν περιφὺς ἐπιάλμενος ἠδὲ προσηύδα· «ὦ φίλ', ἐπεὶ νόστησας ἐελδομένοισι μάλ' ἡμῖν, πολλὰ μάλ' εὐχομένοισι καὶ ἐλπομένοισιν ἰδέσθαι, οὖλέ τε καὶ μέγα χαῖρε· θεὸς δέ τοι ὄλβια δοίη πάντα μάλ', ὅσσ' ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.» οἱ δ' ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τ' ἐσάντα, δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι, χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντο ἕκαστος. τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν. ἀλλ' ὅτε δὴ πόρον ἷξον ἐυρρεῖος ποταμοῖο, ἧχι Κύδωνες ἔναιον Ἰορδάνου ἀμφὶ ῥέεθρα, ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησιν· ἔγνω δὲ προρέοντα, καὶ εὔξατο ὃν κατὰ θυμὸν καί μιν ἄπο προφέρων λοῦσεν ποταμοῖο ῥοῇσιν Φειᾶς πὰρ τείχεσσιν, Ἰορδάνου ἀμφὶ ῥέεθρα, χρῖσεν δ' ἀμβροσίῃ, περὶ δ' ἄμβροτα εἵματα ἕσσεν, ἐς ποταμόν, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος· αἴγλη παμφανόωσα δι' αἰθέρος οὐρανὸν ἷκεν. καὶ τὸν μὲν κῆρυξ, ὀλίγον προγενέστερος αὐτοῦ, πολλὸν ἄπο προφέρων λοῦσεν ποταμοῖο ῥοῇσιν. αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ' ἐλαίῳ, ἀμφὶ δὲ εἵματα ἕσσαθ', ἅ οἱ πόρε παρθένος ἀδμής, ἀμβροσίῳ δ' ἑανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν, εὔχετο, χεῖρ' ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα. ὕψι δ' ὑπὲρ νεφέων ἴδετο τρήρωνα πέλειαν μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος, ἥ οἱ ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν. ἀμφὶ δὲ εἵματα ἕσσαθ', ἅ οἱ πόρε παρθένος ἀδμής. αἴγλη δ' οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθών· ἄψορρον δ' ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα. ἀλλ' ὅτε δὴ ἄρ' ἔμελλε πόλιν δύσεσθαι ἐραννήν, λαοὶ ἕπονθ', ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα, ἀσπάσιοι προτὶ ἄστυ. πόλις δ' ἔμπλητο ἀλέντων, τετρήχει δ' ἀγορή, ὑπὸ δὲ στοναχίζετο γαῖα· ἄλλη δ' ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων.

About this text

Eudocia Augusta, Homerocentones (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eudocia Augusta’s Homerocentones — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.