Homerocentones · §u02-rem-mid

Unit 2 rem mid

Rem mid: Unit 2; lemma continues; reading with the letter.

Greek

καί τε πόλεις ἐσάωσε, μάλιστα δέ κ' αὐτὸς ἀνέγνω τιμήν, ἥτ' ἄλλων περ ἐπιγνάμπτει φρένας ἐσθλῶν. οἷος δὴ πραπίδεσσιν ἀέθλια κάλ' ἀνελέσθαι, ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσι, πολλά τε καὶ χαρίεντα, κακὸν δ' ἤμυνε καὶ αὔτως. 12 Περὶ τοῦ ἐξελθεῖν τὸν Ἰησοῦν εἰς τὴν ἔρημον. Αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερόν, ὡς τὸ πάρος περ, πατρὶ φίλῳ ἐπίηρα φέρων, ὃς πᾶσιν ἀνάσσει, αὐτὸς μὲν θνητός τε, γυναῖκά τε θήσατο μαζόν, πολλῶν δ' ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω. ἔτλη δ' οἷ' οὔπω τις ἐπιχθόνιος βροτὸς ἄλλος, οὔτέ τινα ῥέξας ἐξαίσιον οὔτε τι εἰπών. βουλάς τ' ἐξάρχων ἀγαθὰς καὶ μῆτιν ὑφαίνων ἤιε· πολλὰ δέ οἱ κραδίη πόρφυρε κιόντι. οἱ δ' ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δ' ἀγρὸν ἵκοντο, ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον. ἐνδυκέως κομέεσκε δ' ἐπ' ἀγροῦ, νόσφι πόληος. οὐ φυτόν, οὐ συκῆ, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη, οὐκ ὄγχν', οὐ πρασίη θαλέθεσκον ἑὸν κατὰ χῶρον. ἔνθα μὲν οὔτε βοῶν οὔτ' ἀνδρῶν φαίνετο ἔργα, ἆσσον ἴεν, πολυκάρπου ἀλωῆς πειρητίζων, ἄρκτους τ' ἀγροτέρους τε σύας χαροπούς τε λέοντας. 7 13 Περὶ τῆς κλήσεως τῶν μαθητῶν. Ἀλλ' ὅτε δή ῥ' ἥβης ἐρικυδέος ἵκετο μέτρον, καὶ τότε δὴ κρίνας ἑτάρων δυοκαίδεκ' ἀρίστους· οἱ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι, οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο· οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπ' ἀπείρονα γαῖαν τῶν ἄλλων μετά γ' αὐτόν· ὁ δ' ἔπρεπε καὶ διὰ πάντων. τοὺς ὅγε ἀθροίσας πυκινὴν ἠρτύνετο μῆτιν· «κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, ὄφρ' εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει· οὐ γὰρ ἀπειρήτως μαντεύσομαι, ἀλλ' εὖ εἰδὼς τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ' ἀπατηλόν. πατρὸς δ' ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι, ξεινίου, ὅστε μάλιστα νεμεσσᾶται κακὰ ἔργα· τοῦ γὰρ ἐγὼ πάις εἰμί· πατὴρ δ' ἐμὸς εὔχεται εἶναι. τοὔνεκά με προέηκε, διδασκέμεναι τάδε πάντα. σήματα δὴ καὶ νῶι κεκρυμμένα ἴδμεν ἁπάντων· ἴδμεν δ' ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ, μοῖράν τ' ἀμμορίην τε καταθνητῶν ἀνθρώπων, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες. ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον, ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων, τρεῖς, ἀμφιστρεφέες, ἑνὸς αὐχένος ἐκπεφυῶτες, ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν, τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε πάντων, ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα.» ὣς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου. βῆ δ' ἴμεναι προτέρως, ἑτέρηφι δὲ λάζετο Πέτρον, ὅς οἱ κεδνότατος ἑτάρων ἦν. ἠδὲ καὶ ἄλλους τρεῖς ἄγεν, οἷσι μάλιστα πεποίθεε πᾶσαν ἐπ' ἰθύν, ὄφρα οἱ αὐτόματοι θεῖον δυσαίατ' ἀγῶνα. οἱ δ' ἔλαχον, τοὺς ἂν καὶ ἤθελεν αὐτὸς ἑλέσθαι, εἰνάλιοι, τοῖσίν τε θαλάσσια ἔργα μέμηλεν. 14 Περὶ τοῦ ἐν Κανὰ τῆς Γαλιλαίας γάμου. 15 Περὶ τῶν μαθητῶν καὶ τῶν διαφόρως θεραπευθέντων. 16 Περὶ τῆς θυγατρὸς τοῦ βασιλικοῦ. 17 Περὶ τῶν ὄχλων καὶ τοῦ παιδὸς τοῦ ἑκατοντάρχου. 18 Περὶ τοῦ ἐν Καπερναοὺμ παραλύτου.

About this text

Eudocia Augusta, Homerocentones (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eudocia Augusta’s Homerocentones — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.