Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
ἕστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ». 4.3 τί τοίνυν φής, ὦ Ὠρίγενες (ἀνάγκη γὰρ ἐρέσθαι σε); πότερον ἀληθῆ ταῦτά ἐστιν ἅπερ ἔφρασεν ὁ σωτήρ, ἢ τοὐναντίον ἀνθυποφέρων ἐρεῖς; εἰ μὲν οὖν ἀληθεῖς οἱ τοῦ κυρίου τυγχάνουσι λόγοι, εἰωθότως ἄρα ὁ δαίμων ἐψεύσατο θρασυνόμενος· εἰ δὲ ἀψευδῆ τὰ τοῦ δαίμονος ὁρίζῃ ῥήματα, ψεύστην ἀποφῆναι τὸν κύριον ἐγχειρεῖς. 4.4 ὁρᾷς εἰς ὅσην ἐκπέπτωκεν ἀτοπίαν ὁ παρὰ σοὶ δογματιζόμενος ὅρος; ἄκοντες μὲν γὰρ ἔσθ' ὅτε τἀληθῆ λέγειν οἱ δαίμονες ἀναγκάζονται στρεβλούμενοι τοῖς πόνοις, οὐ μὴν ἑκόντες ἀψευδῶς εἴποιεν ἂν ὁτιοῦν. εἰ δὲ δὴ καὶ δικαίους ἀνάγειν ἐξ ᾅδου τοῦτον ὁριεῖταί τις ἀμελλητί, πῶς οὐκ ἄν γε εἴη σαφὲς ὡς ἀπάτῃ τὸ ψεῦδος ἀντεισάγει, βουλόμενος ἐκτραχηλιάσαι τινά; 4.5 ναί, φησίν, ἀλλ' οὐχ ὁ δαίμων ταῦτα εἴρηκεν, ἀλλ' «ἡ διηγηματικὴ τοῦ συγγραφέως φωνή· συγγραφεὺς δὲ τῶν λόγων εἶναι πεπίστευται τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ' οὐκ ἄνθρωπος». εἶτ' οὐ νοεῖ πῶς ἐναντία φαίνει τῇ τοῦ διηγήματος ἐκδοχῇ; 4.6 κάλλιον γοῦν ἴσασιν οἱ παντοίοις σχολαιότερον ὁμιλήσαντες λόγοις ὡς ἡ διηγηματικὴ τοῦ συγγραφέως ὁμιλία ταῦτα ἐξέδωκεν, ἅπερ ἐδόκει πράττειν ἢ λέγειν τῷ μαντευομένῳ Σαοὺλ ἡ ἐγγαστρίμυθος· ἀμέλει περὶ ἐκείνης ἐκδιηγούμενος ὁ συγγραφεὺς καὶ τοὺς λόγους αὐτῆς ἐπὶ λέξεως ἐκτιθέμενος ἔφη «καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω σοι;» 4.7 τίς δὲ οὕτως εὐήθης ἐστὶν ὡς ὑποκρίνεσθαι μὴ νοεῖν ὅτι αὗται μὲν τοῦ συγγραφέως οὔκ εἰσιν αἱ φωναί, τῆς δὲ δαιμονώσης εἰσὶ γυναικός, ἧς καὶ τοὔνομα προὔταξεν; οὐδαμοῦ μέντοι βεβαιοῖ τοὺς λόγους αὐτῆς ὡς ἀληθεῖς, οὐδέ τις ἂν εἴη γε τοῦτο δεικνύναι δυνάμενος οὐδαμῶς. 4.8 ἀλλὰ μήν, εἴ γε δεῖ φιλαλήθως εἰπεῖν, ἡ διηγηματικὴ <φωνὴ> τοῦτο ἔφησε μόνον ὡς «εἶδεν ἡ γυνὴ τὸν Σαμουήλ». οὕτω δὲ ταῦτα ἔγραψεν ὡς πρὸς εἰδότας περὶ δαιμονώσης ὁμιλῶν. οὐ γὰρ ἔστιν ἀμφισβητεῖν ὅτι δαίμων οὐκ ἀνάγει ψυχὴν οὐδενός, ὃς ὑπὸ τῶν εὐσεβῶν 20ἐξορκιζόμενος ἀνθρώπων ἐλαύνεται, πυροῦται20, μαστίζεται καὶ φεύγει, τὸ σκήνωμα προλιπών. 4.9 ἀλλ' εἶδεν ἡ παραπλὴξ ὡς ἔπρεπεν αὐτῇ τὸ σχῆμα τῆς πεφαντασιοκοπημένης ὄψεως. εἴωθε γοῦν ὁ θὴρ εἰς πολυπροσώπους ἑαυτὸν ἐξαλλάττειν ἰδέας, ἵνα δὲ κατὰ τὸν ἁγιοφανῆ Παῦλον ἀποφθεγξάμενος εἴποιμ' ἄν· «αὐτὸς γὰρ ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός· οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης.» 4.10 Ὁ δὲ δογματιστὴς Ὠριγένης ὡς πρὸς ἐναντίους δικανικῇ δεινότητι διαλεγόμενος ἔταξεν μὲν καὶ τόδε τὸ χωρίον, οἰόμενος ἐκ τούτου περιγράφειν τοὺς τὴν ἀλήθειαν ἀντεισάγοντας, ἀτεχνίᾳ δὲ μᾶλλον ἢ τέχνῃ δοκῶν ἀνασκευάζειν αὐτὸ προσετίθει· 5.1 «καὶ διὰ τί» φησὶν «οὐκ εἴρηται· εἶδεν ἡ γυνὴ δαιμόνιον ὃ προσεποιεῖτο εἶναι Σαμουήλ;» ἀλλὰ γεγράφθαι πρὸς ἐπὶ τούτοις ἔφησεν «ἔγνω Σαοὺλ ὅτι Σαμουήλ ἐστιν»· εἶτα πάλιν ἐπιφέρει προϊών· «εἰ μὴ ἦν Σαμουήλ, ἔδει γεγράφθαι· καὶ ἐνόμιζεν Σαοὺλ εἶναι αὐτὸν Σαμουήλ. 5.2 νῦν δὲ γέγραπται· "ἔγνω Σαούλ". οὐδεὶς δὲ ἔγνω τὸ μὴ ὄν· "ἔγνω" οὖν "Σαοὺλ ὅτι Σαμουήλ ἐστιν καὶ ἔπεσε ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ"«. ἵνα δὲ μὴ παρεκβὰς ἐφ' ἕτερα τῶν παραδειγμάτων– ἐξ αὐτῶν ὧν ἔγραψεν ἐνταῦθα ποιήσομαι τὴν ἐρώτησιν, εἶθ' οὕτως ἐπὶ τὰ λοιπὰ βαδιοῦμαι παραδείγματα. 5.3 καί μοι λέγε πρὸς θεοῦ· τί φής, ὧ Ὠρίγενες; πότερον ἡ γυνὴ τὸν Σαμουὴλ ἀνήγαγεν αὐτῷ σώματι ἤ τί γε σχῆμα σκιαγραφίας εἴδει περιβεβλημένον; εἰ μὲν οὖν ἀσώματον ἀνήγαγεν αὐτόν, οὐκ ἄρα τὸν Σαμουὴλ ἀνέστησεν, ἀλλὰ πνεύματος ἰδέαν· ὁ γὰρ ἐκ ψυχῆς καὶ σώματος ἡρμοσμένος οὗτός ἐστι Σαμουήλ, ὁ ἄνθρωπος ὁ κρᾶσιν ἔχων ἐξ ἀμφοῖν ἀνάλογον. 5.4 εἰ δὲ ὁλόσωμον αὐτὸν ἀνήγαγεν τὸν ἄνδρα, πῶς οὐχ ἑόρακεν αὐτὸν ὁ Σαούλ; εἰ γὰρ ἦν αὐτοψεὶ θεασάμενος αὐτόν, οὐκ ἂν ὡς ἀβλεπτῶν ἐξήταζε τὴν γυναῖκα, φάσκων αὐτολεξεὶ τὸ «τί ἑόρακας;». οὐκοῦν εἰ μὲν ἀόρατος ἦν, ἀναμφίλογον ἀσώματος ἦν· εἰ δὲ ἀσωμάτῳ σχήματι διεφαίνετο, τί δήποτε τοὐναντίον ἔφραζεν ἡ πυθόμαντις, ἑορακέναι μὲν «ἄνδρα ὄρθιον ἐκ τῆς γῆς ἀναβαίνοντα», «διπλοΐδα» δὲ κατὰ τὸ πρόσθεν ἔθος «ἀναβεβλημένον»; 5.5 ἄρ' οὖν αὐτὰ τὰ πράγματα μάχεταί σου τοῖς λόγοις, Ὠρίγενες· ὁ μέν γε Σαοὺλ οὐδὲν ὅλως ἑορακὼς ὡς περὶ φαντάσματος ἀοράτου διαλεγόμενος ἐπυνθάνετο τὸ «τί ἑόρακας;» εἰπών, ἡ δὲ τοὐναντίον ὡς αὐτὸν ἄνθρωπον ἰδοῦσα κέκραγεν «ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς», ὑπὲρ δὲ τοῦ πεῖσαι ὠς αὐτὸς
About this text
Eustathius of Antioch, De engastrimytho contra Origenem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Eustathius of Antioch’s De engastrimytho contra Origenem — new OET from PG 18 Greek.
Witnesses
- Copy-text PG 18 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.