On the Belly-Myther against Origen · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

ἄνθρωπός ἐστι, δίδωσιν αὐτῷ καὶ σημεῖον ἐπιφθεγξαμένη «καὶ οὖτος ἀναβεβλημένος διπλοΐδα». 5.6 τί οὖν, ὧ τῆς ἀθεμίτου μαντείας ὑποθήμων, εἴπερ ἐτύγχανεν ἀνήρ, οὐκ εἶδεν αὐτὸν ὁ Σαούλ; ἐκτὸς εἰ μή τι καὶ τὸ αἰσθητὸν ὄμμα τυφλώττειν αὐτὸν εἴποις, ὥσπερ οὖν ἀμέλει καὶ τὸ τῆς ἐννοίας αὐτὸ τὸ νοητόν. 6.1 Ἀλλ' ἴσως ἐρεῖς ἁλισκόμενος εὐπετῶς· αὐτὸ τὸ τῆς ψυχῆς ὄργανον ἀνθρωπόμορφον ἐσχηματίζετο κατὰ τὴν ὥραν, ἵνα ἐπιφανὲν ἐξείποι προφητικῷ μηνύματι τὸ μέλλον, οἷα δὴ κατὰ τοὺς ὕπνους ἐνίοτε πνεύματα καὶ ψυχαὶ τοῖς ἀνθρώποις ἐφίστανται, παμμελεὶ τοὺς ἀνθρωπείους ἐπιδεικνύμεναι χαρακτῆρας, οὐ μὴν ἀλλά γε καὶ διάφορα καὶ ποικίλα φοροῦντες ἐσθήματα καὶ σημασίας οὐλῶν ἢ τύπων ἢ μωλώπων ἐπιφερόμενοι καὶ πληγῶν ἢ τρώσεων. 6.2 εἰ τοίνυν ὁρίζῃ ψυχὴν ἀνῆχθαι μόνον, ἀλλ' οὐκ ἄνθρωπον αὐτῷ σώματι (οὐδὲ γὰρ εἰ βούλῃ δίδωσί σοι τὸ γράμμα), μαχόμενα μὲν ἑαυτῷ θεσπίζων οὐκ αἰσθάνῃ, ταὐτὸν δὲ τοῦτό τις ἀνθυποφέρων ἐρεῖ σοι· τί δήποτε οὐκ εἶπεν ἡ γυνή· προφητικὴν εἶδον ψυχήν, ἀλλὰ τοὐναντίον «ἄνδρα ὄρθιον»; 6.3 ᾧ γὰρ ἔφησθα τρόπῳ· «καὶ διὰ τί» λέγων «οὐκ εἴρηται· εἶδεν ἡ γυνὴ δαιμόνιον ὃ προσεποιεῖτο εἶναι Σαμουήλ;», τούτῳ τῷ λόγῳ φαίην ἂν ἀνθυπενέγκας ἔγωγε· τίνος ἕνεκα ψυχῆς ἀναχθείσης οὐκ εἴρηκεν ἑορακέναι ψυχήν, εἴπερ οὕτως εἶχεν, ἀλλ' ἐκ τῶν ἐναντίων «ἄνδρα» καὶ τοῦτον «ὄρθιον», ὅπερ ἐστὶ γνώρισμα σωματικῆς εὐεξίας; 6.4 οὐ γὰρ ἀμφίκυρτον οὐδὲ κεκυφότα γέροντα θεωρεῖν ἔφασκεν ἡ μαινάς, ἀλλ' ὄρθιον, ἐντεταμένον, ἀπηυθυμένον εἰς πόλεμον, ἀεὶ νεάζοντα περὶ τὰς τῆς κακίας ἀναδόσεις· ἀπάτῃ δὲ τὸν ἔκφρονα δελεάζουσα, σημείῳ μὲν ἔπειθεν αὐτὸν ὡς ἄνθρωπός ἐστιν ὁ ἀνιὼν ἐκ τῆς γῆς, ἀναβεβλῆσθαι δὲ αὐτὸν ἔφαινε «διπλοΐδα». 6.5 τί οὖν (εἴποι τις ἄν), εἴπερ αὐτῷ σώματι προκύπτων ἐτύγχανεν ἀνήρ, οὐκ ἄρα ἑόρακεν αὐτὸν ὁ Σαούλ, ἀλλὰ παρ' ἑτέρου βούλεται μαθεῖν ὁποῖός ἐστιν, ὡς ἀορασίᾳ πληγείς; οὐκοῦν αὐτὰ τὰ πράγματα κέκραγεν ὡς ἄνθρωπος μὲν οὐκ ἦν, ἀλλὰ σκιά τις ὡς ἔοικεν ἀφανής· οὐ γὰρ ἂν ἀόρατος ἦν. 6.6 εἰ δὲ νομίζεις, Ὠρίγενες, ὅτι ψυχὴ τοῦ 20Σαμουὴλ ἐτύγχανεν αὐτόθι, διὰ τί διπλοΐδα20 περιβεβλημένον ἑωρᾶτο τὸ φάσμα; προδήλῳ γοῦν ἐκφαίνεται σημασίᾳ ὡς ἅπαντα τὰ τῆς ἐσθῆτος ἐνδύματα καὶ σκεπάσματα σώμασι πλέον, ἀλλ' οὐ ψυχαῖς ἁρμόττει· 6.7 οὐ γὰρ οἴομαί σε φῆσαι μεθ' ὑποκρίσεως ἀσταϊζόμενον ὅτι μεμένηκεν ἡ διπλοῒς ἐπὶ τοῦ τάφου τοσούτοις ἔτεσιν ἄχρι τῆσδε τῆς ἡμέρας, ἵνα ἡ ψυχὴ τοῦ προφήτου φορῇ, μή πῃ ἄρα γυμνὴ βαδίζουσα διάγοι. καίτοιγε φαίη τις ἂν ὡς οὐδεὶς ἔοικεν ἀγνοεῖν ὅτι τοῖς ἁγίοις 20ἀδιάφθορα πάρεστιν οὐρανόθε ἐνδύματα20 φεγγοβόλοις ἐκλάμποντα μαρμαρυγαῖς, ἀλλ' οὐκ ἐσθῆτος ὑφάσματα ποικίλης εὐδιάφθορα. 6.8 εἰ δὲ τὴν τοῦ Σαμουὴλ ὁρίζῃ ψυχὴν μὲν εἶναι τὴν ὀφθεῖσαν, ἱμάτιον μέντοι φὴς ἱερατικὸν ἑορᾶσθαι κατὰ ἔννοιαν, ἵν' ὁ τῆς ἱερουργίας ἔκδηλος εἴη τρόπος (ἀμφότερα δὲ ταῦτα νοητῶν ἐστι πραγμάτων ἴδια), συνέστηκεν ὡς οὐδὲν ὑγιὲς οὐδὲ ἀληθὲς ἀπήγγελλεν ἡ μαινάς· 6.9 ἕτερα γὰρ ἔλεγεν παρὰ τὰ ὄντα, τὰ τῶν αἰσθητῶν ὀνόματα παραφέρουσα καὶ τὰ νοητὰ διαδεικνύουσα πράγματα. «ἄνδρα» γοῦν «ὄρθιον» ὀνομάζουσα καὶ περιβολῆς ὑφαντὸν ἔσθημα χειρότευκτον, ἀόρατον ἐκ τῶν ἐναντίων εἰσῆγε πνεῦμα φαντασιῶδες. 7.1 Εἰπὲ τοίνυν, ὦ βέλτιστε δογματιστά, πῶς ἔγνω Σαοὺλ ὡς αὐτὸς οὗτος ἐτύγχανε Σαμουήλ, ὁπηνίκα μηδὲ σκιᾶς εἶδεν μόριον, οὐχ ὅπως ἀνδρὸς ἰδέαν; ἀλλ' οὐκ ἐρυθριᾷς εἰρηκώς· «ἔδει γεγράφθαι· καὶ ἐνόμιζε Σαοὺλ εἶναι αὐτὸν Σαμουήλ. νῦν δὲ γέγραπται· "ἔγνω Σαούλ"«. 7.2 εἶτα ὅτι μὲν ὁ δαιμονιζόμενος ἔγνω παρὰ δαιμονώσης ἀκούσας, ἄνω καὶ κάτω λέγεις· ὅτι δὲ οὐδὲ ὅλως ἐθεάσατο, σιγῇ τὸ γράμμα κρύπτεις. 7.3 οὐδαμοῦ δὲ δὴ παραφέρεις ἐν μέσῳ τὸν ἔλεγχον, ἀφελεῖς μὲν οἰόμενος ἐξαπατᾶν ἀνθρώπους, εὕρημα δὲ μαντείας ἐπιτειχίζων ἅπασιν ἀσεβοῦς· ἡ γάρ τοι τοῦ δαιμονιζομένου γνῶσις ἀξία τοῦ κηρύγματος ἐτύγχανεν ἐκείνης τῆς καὶ τοὺς λόγους αὐτῷ διακονούσης. 7.4 ἀλλ' ἐπιστήμῃ καὶ συνέσει φαίης ἂν ὡς ἔγνω μὴ θεασάμενος, ἀλλ' οὐκ ἐνόμισεν· ἕκαστος γοῦν ἀνθρώπων ἀκοῇ μᾶλλον ἢ ὄψει πρᾶγμα παραλαβὼν οἴεται καὶ νομίζει, τὸ σαφὲς οὐκ εἰδώς, ἄλλως τε κἂν ὑπὸ δαιμονῶντος ἀκούοι προσώπου· μόνα γὰρ τὰ τοῦ θεοῦ βεβαιοῦνται ῥήματα πρὸς ἀκριβῆ κατάληψιν καὶ πίστεως ὀχυρότητα. 7.5 καὶ μὴν εἰ περὶ τῶν ἀνθρώπων ἔφησεν ὁ μελογράφος· «ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης» πόσῳ

About this text

Eustathius of Antioch, De engastrimytho contra Origenem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eustathius of Antioch’s De engastrimytho contra Origenem — new OET from PG 18 Greek.

Witnesses

  • Copy-text PG 18 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.