De engastrimytho contra Origenem Unit 2 opening
Unit 2.
Lemma-led open — οὐδεὶς ἔγνω τὸ μὴ ὄν
Greek
δὴ μᾶλλον, εἰ περὶ γυναικὸς ἐκδιηγοῖτό τις ἔκφρονος; εἶτα λέγεις ὅτι «οὐδεὶς ἔγνω τὸ μὴ ὄν», οἷα μειρακίοις ἄντικρυς ὁμιλῶν. 7.6 εἰπὲ τοίνυν πῶς ἔγνω τὸ ὄν, εἴπερ αὐτὸς οὐκ ἐθεάσατο πυνθανόμενος οὐ τὸν ἄνδρα τὸν ὄρθιον, οὐ τὸ ἐφοὺδ ὃ περιεῖχεν, οὐ τὸ ἀρχιερατικὸν ἱμάτιον; ἀλλ' ὁ οὐδὲν οὐδαμόθεν ὁρῶν ὑποκένοις ἀνερριπίζετο λόγοις, ὥσπερ οὖν ἀμέλει καὶ σὺ κουφολογίᾳ τοὺς ἀστάτους ἀναπτεροῖς. 7.7 ἀλλ' ὁ μὲν ἱστοριογράφος ὄνομα προθεὶς ἐγγαστριμύθου πρῶτον ἐδήλωσεν τὸ πρόσωπον ὁποῖόν ἐστιν, ἐμμανές. εἶθ' οὕτως αὐτὸ τὴν ὀπτασίαν ἑορακέναι διέγραφεν, ὡς πρέπει τοῖς εὖ φρονοῦσιν περὶ τοῦ παραπεπληγμένου νοεῖν· οὐδεὶς γὰρ ἂν ὑπολάβοι φρενοβλαβῆ τινα τὰ δέοντα θεωρεῖν. 7.8 ὁμοίῳ δὲ τρόπῳ καὶ τὸν ἔκφρονα Σαοὺλ ἔφησεν ἐγνωκέναι μαντευόμενον, ὡς ἄξιον ἂν εἴη περὶ ἐκείνου γε νοῆσαι τοῦ τοσαύταις ἐτῶν περιόδοις ἐλαυνομένου πικρῶς ὑπὸ τοῦ δαίμονος. 8.1 Ἀλλὰ μὴν ὅτι γε ταῦτα τοῦτον ἔχει τὸν τρόπον αὐτὰ τὰ πράγματα βοὰς ἀφίησιν ἐναργεῖς. ἵνα δὲ καὶ ἀφ' ἑτέρου τὰ ὅμοια συστήσαιμι παραδείγματος, φέρε 20τὴν ἐπὶ Ἡλίου τοῦ προφήτου προσαγάγωμεν20 ἱστορίαν. 8.2 ὁπηνίκα τοίνυν Ἡλίας ἐνθέῳ διήλεγχε ζήλῳ τοὺς ψευδοπροφήτας ὀκτακοσίους ὄντας πρὸς τοῖς πεντήκοντα τὸν ἀριθμόν, ἠξίου μὲν ἐν θυσίᾳ τὴν ἑκατέρων ἀντεξετάζεσθαι τάξιν, μηδένα δὲ πῦρ ἐπάγειν, ἀλλ' εὐχαῖς ἐπάγεσθαι πυρὸς ἐπιφοράν, ἵνα ἐκ τοῦ κατακομπαζομένου μετεώρου οὐρανόθεν ἔκδηλος μὲν ἂν εἴη πᾶσιν ὁ ἐπακοῦσαι δυνάμενος ἔμφλογι πυρὸς ἀποστολῇ θεός, ἐκ δὲ τούτου διαγινώσκηται τίς ἡ τοῦ κρείττονος ἐξουσία, καὶ πᾶσι φανερὸν ἂν εἴη γε τὸ ἄμεινον. 8.3 ὡς οὖν ἐπέταττε πρώτοις ἐπιτελεῖν ἐκείνοις, οἱ μὲν ἐπιλεξάμενοι βοΐδιον ἐμέλιζον εἰωθότως, ἐπικαλούμενοι δὲ δὴ τὸ τετράμορφον ἐμμελέτημα τοῦ καλουμένου Βάαλ οὐδὲν ἧττον ἔπραττον, οὐδὲν οὐδαμῶς. οὐ μὴν ἀλλά γε «καὶ κατετέμνοντο κατὰ τὸ ἔθος αὐτῶν μαχαίραις» ἔφη «καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος». 8.4 εἶτα ἐπὶ τούτοις ἡ διηγηματικὴ τοῦ συγγραφέως ἐπιφέρει βοή· «καὶ προεφήτευον ἕως παρῆλθε τὸ δειλινόν». ἐπεὶ τοίνυν οὐ διέστειλε τὸ γράμμα πότερον ἀληθῆ προὐφήτευον ἢ ψευδῆ, παρὰ τοῦτο φαίη τις ἂν ἐκείνους εἶναι προφήτας ἀληθεῖς; 8.5 ἔδει γὰρ εἰρηκέναι κατὰ τὴν Ὠριγένους ἀπόφασιν· ἐπροεφήτευον ὡς ᾤοντο τῷ δοκεῖν, μηδὲν ἀληθὲς λέγοντες (ἐπεὶ μηδὲ θέμις <λέγειν> ἐμπολιτεύεσθαι ἐν αὐτοῖς πρόγνωσιν), ἀλλ' οὐκ ἀνεπιπλόκῳ καὶ καθαρᾷ προφωνῆσαι λέξει «καὶ προεφήτευον ἕως παρῆλθε τὸ δειλινόν». 8.6 ἆρ' οὖν ἀκολούθως ἐκ τῆς αὐτῆς τοῦ γράμματος ἱστορίας ἔστιν ἰδεῖν ὅτι ταῦτα ἐκείνοις ἐπέοικεν· εἰ γὰρ ὁ αὐτός ἐστιν ἑκατέρων ὁ συγγραφεύς, ὅμοιον ἐξ ἀμφοῖν ἀνάγει τὸν νοῦν. 8.7 ἀλλ' ὥσπερ ἐνταῦθα τὸ τῶν εἰδωλολατρῶν ὄνομα προτάξας ἐδήλωσεν κατὰ ἔννοιαν ὅτι χρὴ περὶ τῶν τοιούτων ὑπολαμβάνειν ὡς εἰσὶν ψευδοπροφῆται λειπόμενοι προγνώσεως, οὕτω κἀκεῖ πρόσωπα δαιμονιζόμενα προτάξας καὶ μαντείας ἀθεμίτου δράματα, κατὰ ἀποσιώπησιν ἐμήνυσεν τί δέοι περὶ τῶν ἐκφρόνων δοξάζειν τοὺς ἔμφρονας. 9.1 Ἀλλὰ τὰ τοιαῦτα μὲν εἰ παραφέροιμι μαρτύρια, τάχα ἴσως ὁ χρόνος ἡμᾶς ἐπιλείψει λέγοντας· ἄλλην δὲ μίαν παραδείγματος εἰκόνα προσθεὶς ἀρκεσθήσομαι. 20τοιγαροῦν ἐν τῷ τῆς Ἐξόδου κατασεσήμανται20 προγράμματι πῶς ἐπέταττε τοῖς ἀμφὶ Μωσέα καὶ Ἀαρὼν αὐτὸς ὁ κύριος εἰς ἔδαφος ἐκρίψειν τὴν ῥάβδον ἀντικρὺ Φαραώ, ἵνα εἰς ὄφιν ἀμείψασα τὸ σχῆμα σημείῳ καταπλήξοι φοβερῷ τοὺς Αἰγυπτίους. 9.2 ὡς δὲ τοῦτο ἐγίνετο παραδόξως, ὁ δυνάστης ἀνοίᾳ φενακιζόμενος ἀβούλῳ συνεκαλέσατο μὲν ὁμόσε «τοὺς σοφιστὰς καὶ τοὺς φαρμακοὺς Αἰγύπτου». «ἐποίησαν» δὲ «καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων» ἔφη «ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως, καὶ ἔρριψεν ἕκαστος τὴν ἑαυτοῦ ῥάβδον, καὶ ἐγένοντο δράκοντες· καὶ κατέπιεν ἡ ῥάβδος Ἀαρὼν τὰς ἐκείνων ῥάβδους». 9.3 ἔτι γε μὴν ἀναφερόμενόν ἐστιν
About this text
Eustathius of Antioch, De engastrimytho contra Origenem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Eustathius of Antioch’s De engastrimytho contra Origenem — new OET from PG 18 Greek.
Witnesses
- Copy-text PG 18 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.