On the Belly-Myther against Origen · §u06-rem-early

Unit 6 rem early

Rem early: Unit 6; lemma and argument toward the thesis.

Greek

φυλακὴ νόμου καθέστηκεν οὐρανόθεν ἐπικαλεῖσθαι τὴν βοήθειαν, ἀλλὰ μὴ ἐκ τῶν γηΐνων ἐρανίζεσθαι τὴν ἐπικουρίαν εἰς αὐτὰ τὰ καταχθόνια βλέποντας. 26.1 Ἀλλ' ὁ πάσας ἑρμηνεῦσαι τὰς γραφὰς οἰηθεὶς Ὠριγένης οὐ προσποιεῖται ταύτας εἰδέναι τὰς μαρτυρίας, οὐδὲ τίθησιν αὐτὰς ὡς δέον, ἀλλ' ἐπεισκυκλεῖ μὲν ἐκείνας ὅσαι μηδὲν ἐν μηδενὶ τῷ ζητήματι διαφέρουσιν, ὑπερβαίνει δὲ τὰς αὐτῇ φύσει προσηκούσας· ἤτοι γὰρ ἀμαθίᾳ τοῦτο πράττειν ἔοικεν ἀφρόνως, ἢ κακοθελίᾳ πραγματεύεσθαι τολμηρῶς. 26.2 ἀλλὰ καὶ καθάπερ ἐπαμφοτερίζων εἰρηκὼς ὅτι «τί οὖν ποιεῖ ἐγγαστρίμυθος ἐνθάδε; τί ποιεῖ ἐγγαστρίμυθος περὶ τὴν ἀναγωγὴν τῆς ψυχῆς τοῦ δικαίου;», λόγου μὲν ἀπορίᾳ μετεώρως ἀπέφυγεν, ἄλλῳ τοῦτο ἐπιγράφων ὅπερ ἔδρασεν αὐτός· αὐτῇ δὲ τῇ γραφῇ τὸ πᾶν ἀναθείς, ἰσχυρίζεται μὲν ἀνῆχθαι τὸν Σαμουήλ, οὐκέτι δὲ τολμᾷ δευτερῶσαι τὸ «τίς ἀνήγαγε αὐτόν.» 26.3 οἶμαι δὲ ὅτι καὶ μετέπειτα διελεγχόμενος ὑπὸ τῶν ὀρθότατα φρονούντων ἀεί, δευτέρᾳ πάλιν ἀπολογούμενος ἐξηγήσει, τετηρῆσθαι μὲν ἔφη τὸν τῆς ἐγγαστριμύθου τόπον· εἶτα λέγει καὶ ὅτι μὲν «ἡ ἐγγαστρίμυθός τινα ἀνήγαγε γέγραπται», καὶ «ὅτι Σαοὺλ εἶπεν τῷ Σαμουὴλ ἀναγέγραπται»· 26.4 φλυαρίᾳ δὲ πολλῇ τοιαῦτα συχνά τινα ταυτολογήσας, ἐπιφέρει πάλιν· «οὐκ εἴρηκεν δὲ» φησὶν «εἰ ἑκουσίως ἀναβέβηκεν· οὐ γὰρ ἔχεις» ἔφη «κείμενον εἰ ἀνήγαγεν αὐτὸν ἡ ἐγγαστρίμυθος· ἐπεὶ ἐλεγξάτω μέ τις ἀναγνοὺς τὴν γραφήν». 26.5 οὐκοῦν ἀντιπροσώπως ἐλεγχόμενος ἠρνήσατο λευκῶς ἅπερ ἀβουλίᾳ πρόσθεν ἐδόξασεν· ἐκεῖ γὰρ αὐτὴν ὡρίσατο τὴν γραφὴν εἰρηκέναι μᾶλλον, ἀλλ' οὐ τὴν γυναῖκα, τὸ «τίνα ἀναγάγω σοι;»· δεῦρο δὲ καταφανῶς ἁλισκόμενος ἐκφυγεῖν ἐσπούδασε λήθῃ τὴ αἰτίαν. 26.6 οὕτως ἑκασταχοῦ μαχομένας ἑαυτῷ δόξας 20ἐκτίθεται γυμνώς, ὥσπερ οὖν ἀμέλει κἀνταῦθα20 γνωσιμαχήσας ἑάλω, τὴν ἐγκληματικὴν ἀποδρᾶναι δίκην ἐπειχθείς. ἐπεὶ τοίνυν ἄκων ἑλκόμενος ὡμολόγησεν ὡς οὐκ ἀνήγαγεν ἡ γυνὴ τὴν τοῦ προφήτου ψυχήν, εἰπάτω τίς ὁ ταύτην ἀναγαγών (ἐνέμεινε γὰρ ἀμεταστάτως ἀνῆχθαι μόνον αὐτὴν ὁρισάμενος). 26.7 αὐτὴ γοῦν ἡ πυθόμαντις ἐτύγχανε μόνη, καὶ Σαοὺλ ὁ δεόμενος ἐκείνης ἀνάξαι τὸν προφήτην. ἀλλ' οὗτος μὲν οὐκ ἂν εἴη γε τοῦ δράματος αὐτουργός· οὐ γὰρ ἂν ἐδεῖτο τῆς ἐγγαστριμύθου νύκτωρ ἀφικνούμενος ὡς αὐτήν. εἰ δὲ γέγονεν ἡ πρᾶξις, οὐχ ἑτέρῳ τινὶ τὸ δραθὲν ἐπιγραπτέον. ὥστε δυοῖν ἀνάγκη θάτερον ἔστιν εἰπεῖν, ἢ τοῦτο μηδεπώποτε γεγονέναι μηδαμῶς ἢ διὰ τῆς ἐγγαστριμύθου καὶ τοῦ δαίμονος ἀνῆχθαι τὸν ἄνδρα τὸν ὄρθιον. 26.8 ἆρ' οὖν ἀφοσιώσει τὰς ἑαυτοῦ φωνὰς ἀρνεῖσθαι δοκῶν ἄλλῃ μεθόδῳ τὴν αὐτὴν εἰσηγεῖται δοξοκοπίαν ἀπατηλῶς; ἀλλὰ δι' ὧν μὲν ἔοικεν ἀπολογεῖσθαι, διὰ τούτων ὡς ἀλήθειαν εἰσηγεῖται τὸ ψεῦδος. 26.9 οὐ καταιδοῦσι δὲ αὐτὸν αἱ τοσαῦται καὶ 20τοιαῦται νομοθετικαὶ ψηφοφορίαι, οὐ σύμφωνοι20 προφητικαὶ μαρτυρίαι, οὐχ αἱ λοιπαὶ τῆς ἱστοριογραφίας ὁμόδοξοι συνῳδίαι· τὰ δὲ δὴ πανάγια παραλογισάμενος ἀποφθέγματα, προαιρέσει βεβαιοῖ τὰ τῆς ἐγγαστριμύθου ῥήματα, καινότερα μὲν εἰδωλολατρείας ὄργανα θεσπίζων, ἀσεβεῖ δὲ μαντείᾳ δαιμόνων ἐπεισκυκλῶν. 26.10 οὐ πείθει δὲ αὐτὸν οὐδὲ τὸ σύνθετον ὄνομα ποταπὴν ἔχει διαγωγήν· ἡ γὰρ ἐγγαστρίμυθος ἑρμηνεύεται παρὰ τὸ μῦθον ἐν γαστρὶ πεπλασμένον ἐμφαίνειν, ἡ δὲ τοῦ μύθου σύνθεσις ἐσχημάτισται σκηνοπηγουμένη πιθανῶς εἴσω γαστρός, οὐκ ἀλήθειαν ἀλλὰ τὸ ψεῦδος ἄντικρυς ἐκφωνεῖ. μακρῷ γοῦν ἄμεινον ἴσασιν οἱ ποικίλαις ὁμιλήσαντες λόγων ἀναφοραῖς ὁποῖόν ἐστι τὸ γένος αὐτοῦ. 27.1 Κἂν τὰ μάλιστα δὲ δεισιδαιμονίαν πυρέττων Ἑλληνικὴν μαντείαν εἰσηγῆται λεληθότως, ἀλλ' ὅμως οὐ παραιτητέον ἡγοῦμαι κἀντεῦθεν ἐλέγξαι τὴν

About this text

Eustathius of Antioch, De engastrimytho contra Origenem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eustathius of Antioch’s De engastrimytho contra Origenem — new OET from PG 18 Greek.

Witnesses

  • Copy-text PG 18 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.