On the Belly-Myther against Origen · §u06-rem-mid

Unit 6 rem mid

Rem mid: Unit 6; lemma continues; reading with the letter.

Greek

ἀξυνεσίαν αὐτοῦ δι' ὀλίγων, ὡς δέον. 27.2 αἱ γάρ τοι ῥητορικαὶ δηλοῦσι τεχνογραφίαι σαφῶς ὅτι μῦθός ἐστι πλάσμα συγκείμενον μετὰ ψυχαγωγίας πρός τι τῶν ἐν τῷ βίῳ χρήσει διαφέρον· πλάσμα δὲ δήπουθεν εἴρηται παρὰ τὸ πεπλάσθαι, φασίν, αὐτὸ συνωμολογημένως· οὐ γὰρ ἂν ἔτι νομίζοιτο μῦθος, εἰ γεγονὼς εἴη κατὰ ἀλήθειαν. 27.3 εἰ δὲ πλάσματος αὐτοσχεδίου σύνθεσίς ἐστιν ἢ μυθοποιία, πόρρω μὲν ἔργῳ ἀληθείας ἐλήλεγκται, λόγῳ δὲ πραγμάτων ὕλας εἰκονίζει τῇ πράξει λειπομένη· τὰ γὰρ οὐκ ὄντα πιθανολογεῖν ἔοικεν ὡς ὄντα, καὶ διηγήσει μίμησιν εἰσάγει πεπλασμένην· ἀνυπόστατα τοίνυν εἰδοποιεῖ πράγματα, μηδεμιᾶς ὑποκειμένης ἕδρας ὡς οἷόν τε βεβαίας. 27.4 οὐδὲν δέ μοι δοκεῖ διαφέρειν ἀψύχου σκιαγραφίας ἡ τοῦ μύθου πλαστουργία· καθ' ὁμοιότητα γάρ, οἶμαι, τοῦ πίνακος αὐτῇ διαχαράττεται τῇ γραμμῇ· παραπλησίῳ γέ τοι προσεμφερείᾳ προσωποποιεῖ μὲν ὑπόθεσιν, εἴς τι μέρος ἀποβλέπουσα, αὐτὰ δὲ σχηματίζει 27.5 τῇ μιμήσει τὰ πράγματα γραμμαῖς ἐντεταμέναις. ἀνομολογίαν μὲν οὖν ἐφ' ἑκάστων ἐς τὰ μάλιστα τηρεῖ τῶν ῥυθμῶν, ἄκρα τε πολέμου γράφει καὶ τέλος, ἐοικότα βάσει, καὶ χείλη φθεγγόμενα καὶ φωνῶν ἰδιώματα, καὶ γέλωτας καὶ κλαυθμούς, ἢ δημηγορίας ἀρχοντικὰς ἢ συμπόσια καὶ κώμους ἢ βακχείας ἢ τελετὰς ἢ μέθας ἀκολάστους ἢ παροινίας ἐρωτικὰς ἢ λῃστρικὰς ἁρπαγὰς ἢ φθορὰς ἀνηκέστους ἢ σφαγὰς ἀκρίτους ἢ πενίας ὑποκρίσεις ἢ πλούτων ἐπιρροίας. 27.6 εἰκοτολογίᾳ μὲν οὖν ἅπαντα χαρακτηρίζει, προσωποποιίᾳ δὲ προσεμφερεῖ διαγορεύει πράξεις ἀδρανεῖς· οἱ γάρ τοι μυθοποιοὶ τὰς ἀνθηρὰς ἀναλεγόμενοι λέξεις αὐτουργοῦσι ποικίλα χρωμάτων εἴδη καὶ τῇ προσωποποιίᾳ συμπλέκουσιν· εἶτα λόγοις ἐπιχρώσαντες ἡδέσι, πᾶσαν μὲν ἐπισυνάγουσι τὴν τοῦ μύθου διήγησιν, ὥσπερ δὲ ζῳδιογράφοι τὴν τῆς ὄψεως εἰκονίζουσιν ὥραν, ἐρυθροῖς ἠδ' ἀνθινοῖς χρώμασι κηρογραφοῦντες· 27.7 ῥήμασι δὲ καὶ σχήμασι μελοποιεῖν ἐπειγόμενοι χαρακτῆρας ὑλικούς, ἔργῳ τῆς ἀληθείας αὐτῆς ἀποδέουσιν. ἀλλ' οὖτοι μὲν τοιούτῳ ποικίλλουσι τρόπῳ τὰς τῶν μύθων εἰκόνας· ἐντεῦθεν δὲ μουσική τις ἁρμονία συνίσταται καὶ ποιητικῆς οἰησικοπίας εὕρεσις. 28.1 Ἀμέλει γοῦν ἐρόμενος ὁ Πλάτων μουσικῆς μὲν εἶναι λόγους ὁρίζεται [λόγων]· «λόγων δὲ διττὸν εἶδος» ἔφη «τὸ μὲν ἀληθές, ψεῦδος δὲ θάτερον· παιδευτέον δὲ ἐν ἀμφοτέροις, ἀλλά γε πρότερον ἐν τοῖς ψευδέσι». προηγουμένως γὰρ εἶπε τὰ παιδία καταθέλγεσθαι μύθων ἐπαοιδῇ. «τοῦτο δέ που ὡς τὸ ὅλον εἰπεῖν ψεῦδος, ἔνι δὲ καὶ ἀληθές. 28.2 οὐκοῦν ἀρχὴ παντὸς ἔργου μέγιστον, ἄλλως τε δὴ καὶ νέῳ καὶ ἁπαλῷ ὁτῳοῦν; μάλιστα γὰρ δὴ τότε πλάττεται καὶ ἐνδύεται τύπον, ὃν ἄν τις βούληται ἐνσημήνασθαι ἑκάστῳ». διὰ δὲ τῶν τοιούτων πειρᾶται ῥήσεων ἐκφαίνειν ὡς οὐ χρεὼν ἂν εἴη γε ψευδηγορίαις ἐπαντλεῖν ἀκράτοις τὰς τῶν νεηλύδων ἀκοάς, ἐπειδὴ τοῖς ἀρτίως ἐνσῃμαινόμενοι μείραξιν οἱ τύποι τῆς κακοδοξίας ἀμετάστατοι φιλοῦσι γίγνεσθαι καὶ δυσέκνιπτοι· 28.3 διόπερ ἀκολούθως ἐπιφέρει πάλιν· «ἆρ' οὖν ῥᾳδίως οὕτω παρήσομεν» ἔφη «τοὺς ἐπιτυχόντας ὑπὸ τῶν ἐπιτυχόντων μύθους πλασθέντας ἀκούειν τοὺς παῖδας καὶ λαμβάνειν ἐν ταῖς ψυχαῖς ὡς ἐπὶ τὸ πολὺ ἐναντίας δόξας ἐκείναις ἃς ἐπειδὰν τελειωθῶσιν ἔχειν οἰησόμεθα δεῖν αὐτούς; οὐδ' ὁπωστιοῦν» εἴρηκεν ὅτι «παρήσομεν. 28.4 πρῶτον μὲν ἡμῖν, ὡς ἔοικεν, ἐπιστατητέον τοῖς μυθοποιοῖς, καὶ ὃν μὲν ἂν καλὸν μῦθον ποιήσωσιν ἐγκριτέον, ὃν δὲ μὴ ἀποκριτέον. τοὺς δὲ ἐγκριθέντας πείσωμεν τὰς τροφούς τε καὶ μητέρας λέγειν τοῖς παισίν, καὶ πλάττειν τὰς ψυχὰς αὐτῶν τοῖς μύθοις πολὺ μᾶλλον ἢ τὰ σώματα ταῖς χερσίν. ὦν δὲ νῦν λέγουσι τοὺς πολλοὺς ἐκβλητέον.» 28.5 εἶτα

About this text

Eustathius of Antioch, De engastrimytho contra Origenem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eustathius of Antioch’s De engastrimytho contra Origenem — new OET from PG 18 Greek.

Witnesses

  • Copy-text PG 18 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.