Commentary on the Hexaemeron
Commentarius in hexaemeron Unit 1 opening§u01-open
u01-openUnit 1.
Lemma-led open — . ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΥΣΤΑΘΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΕΙΣ ΤΗΝ ΕΞΑΗΜΕ
Greek · §u01-open
Commentarius in hexaemeron [Sp.] ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΥΣΤΑΘΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΕΙΣ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ ΥΠΟΜΝΗΜΑ Κλήμης μὲν οὖν, καὶ Ἀφρικανὸς καὶ πρὸς τούτοις Τατιανὸς, τῶν δὲ ἐκ περιτομῆς Ἰώσηπος, καὶ Ἰοῦστοςκατὰ Ἴναχον ἀκμάσαι τὸν θεσπέσιον Μωϋσέα ἱστόρησαν, ἰδίως ἔκαστος ἐκ παλαιᾶς ἱστορίας ὑποσχὼν τὴν ἀπόδειξιν. Ἴναχος δὲ ἑπτακοσίοις ἔτεσι τὸ Ἰλιακὸν προτερεῖ πόλεμον. Τῶν δὲ ἁγίων τις ἀκριβεστάτην τῶν χρόνων ποιησάμενος τοῖς χρόνοις Ἰνάχου, τὸν μὲν ἁγιώτατον εὗρεν Ἰακὼβ συνακμάσαντα· Μωϋσέα δὲ Ἰώσηπος. Χρονικοῦ γὰρ κανόνος σύνταξιν ἐπινοήσας ἐκ παραλλήλου, ἀντιπαρέθηκε τὸν παρ' ἑκάστῳ ἔθνει δυναστεύοντα. Συνήγαγε δὲ χρόνους τῆς βασιλείας Χαλδαίων, Ἀσσυρίων, Μήδων, Περσῶν, Λυδῶν, Ἑβραίων, Αἰγυπτίων, Ἀθηναίων,Ἀργείων, Σικυωνίων, Λακεδαιμονίων, Κορινθίων, Θετταλῶν, Μακεδόνων, Λατίνων, τῶν ὕστερον κληθέντων Ῥωμαίων. Καὶ τούτων τοὺς χρόνους ἐπὶ ταυτ.....σας ἑκάστου ἔθνους τῶν βασιλέων συνεκ..... χρόνους, ἀντιπαρατιθεὶς τὰ ἔτη τῆς βασιλείας Ἀσσυρίων βασιλίδος, τουτέστι τῆς Σεμιράμεως Ἀβραὰμ τοῖς ἔτεσι. Κατὰ γὰρ τὴν Σεμίραμιν Ἀβραὰμ ὁ μακάριος ἐγνωρίζετο· ὁ δὲ Ἰώσηππος κατὰ Ἴναχον· Μωϋσῆς δὲ κατὰ Κέκροπα, ὃν πρὸ τῶν Ἰλιακῶν ἔτεσι τριακοσίοις ......... πρῶτον τῆς Ἀττικῆς Ἑλλήνων παῖδες, ὡς εἶναι τῶν παρ' Ἕλλησιν ἀρχαίων σοφῶν τὸν Μωϋσέα πρεσβύτατον, Ὁμήρου λέγων καὶ Ἡσιόδου, καὶ τῶν Τρωϊκῶν, Ἡρακλέους τε, καὶ Μουσαίου, καὶ Λίνου, ἔτι τε Χείρωνος, Ὀρφέως, ∆ιοσκούρων, Ἀσκληπιοῦ, ∆ιονύσου, Ἑρμοῦ,Ἀπόλλωνος, καὶ τῶν Ἑλληνικῶν μυστηρίων, καὶ τελετῶν, καὶ αὐτῶν τῶν ∆ιὸς πράξεων· ἔτι δὲ τοῦ κατὰ ∆ευκαλίωνα κατακλυσμοῦ, καὶ τῆς ἐπὶ Φαέθοντος ἐκπυρώσεως, Ἐριχθονίου τε γενέσεως ἐξ Ἡφαίστου καὶ γῆς, καὶ Κόρης ἁρπαγῆς. Οὗτοι γὰρ πάντες 709 ὑπῆρξαν μετὰ Κέκροπα, ὃν πολλὰ Ὅμηρος καὶ Ἡσίοδος τοῖς χρόνοις ὑποβεβήκασιν. Εἰ δὲ τούτων ἐλαττοῦνται τοῖς ἔτεσι, πολὺ δήπου τῆς Μωϋσέως ὑπάρχουσιν ἡλικίας κατώτεροι. Οὗτος τοίνυν τῶν σοφῶν πάντων διδάσκαλος ἀνεδείχθη τῆς ἀληθείας θειότατος. Τὴν γὰρ τῶν Αἰγυπτίων λεγομένην διαπτύσας σοφίαν, ἄριστα περὶ τῆσδε τοῦ κόσμου διεξῆλθε συστάσεως, ὑπ' αὐτοῦ δηλονότι τοῦ ἐπὶ πάντων Θεοῦ καὶ δημιουργοῦ τοῦ παντὸς ἐμπνευσθεὶς τὴν ἀλήθειαν. Λέγει γάρ· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ πολλοὶ τῶν παρ' Ἕλλησι τἀναντία τούτων διεξιέναι τολμήσαντες εἰς βυθὸν ἀγνοίας κατηκοντίσθησαν. Τὰ γὰρ ἐξ ἀνθρωπίνης διανοίας προφερόμενα δόγματα σαφῆ ....άνει καὶ ἀνερμάτιστα. Οὐδεὶς γὰρ παρ' αὐτοῖς ἕστηκε λόγος ἀκίνητος, ἀεὶ τοῦ δευτέρου τὸν πρὸ αὐτοῦ καταβάλλοντος· ὥστε μηδὲν ἔργον εἶναι τοῖς πιστοῖς, τἀκείνων ἐλέγχειν, ἀρκούντων ἐκείνων ἀλλήλοις πρὸς τὴν οἰκείαν ἀνατροπήν. Ὁποῖος δὲ τὸ σχῆμα καὶ τὴν οὐσίαν ὁ οὐρανός ἐστι, διδάσκει ἡμᾶς Ἡσαΐας λέγων· Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν· αὐτοῦ λεπτὴν, καὶ οὐ στερεὰν, οὐδὲ παχεῖαν αἰνιττόμενος εἶναι, ὡς καὶ ἀλλαχοῦ φησιν· Ὁ στερεώσας τὸν οὐρανὸν ὡσεὶ καπνόν. Τὴν δὲ γῆν φάσκει ὁ ψαλμὸς ἐπὶ τῶν ὑδάτων ἐνηρεῖσθαι, λέγων· Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Καὶ τὸ πῶς οὐ δεῖ πολυπραγμονεῖν, ἀλλὰ πιστεύειν. Τὸ γὰρ ἁπλοῦν τῆς πίστεως ἰσχυρότερον ὑπάρχει λογικῶν ἀποδείξεων· ἀνέφικτα γὰρ καὶ ἀκατάληπτά ἐστι τοῦ Θεοῦ τὰ κρίματα. Τῇ πρώτῃ οὖν ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὸ φῶς· καὶ πάντα ὀξείᾳ καιροῦ ῥοπῇ κατεφώτισε· τοῦτο δέ ἐστι τὸ φθαρτόν. Πρὸ γὰρ τούτου σκιάσματι περιεῖχε σκοτεινὸν τοῦ οὐρανοῦ περιταθέντος, καὶ πάντα ὅσα συνεῖχε, καὶ τὸν ἀπολειφθέντα τόπον ἀφεγγῆ καταστήσαντος. Ἔξωθεν δὲ τοῦ οὐρανοῦ φῶς εἶναι ἀσκίαστον, καὶ ἄφθαρτον, καὶ αἰώνιον, ἐν ᾧ ἄγγελοι διαιτῶνται, περὶ οὗ φησι Σολομῶν· Φῶς δικαίοις διὰ παντὸς, εἰς ὃ καὶ οἱ καλῶς βιώσαντες ἀναπαύονται. Νοήσεις δὲ τούτου
Unit 1 rem early§u01-rem-early
u01-rem-earlyRem early: Unit 1; lemma and argument toward the thesis.
Greek · §u01-rem-early
τὴν οἰκονομίαν ἐξ ἐναργοῦς παραδείγματος, ὅτι φῶς ἄσβεστον τὸν ἔξω χῶρον περιλάμπει τοῦ οὐρανοῦ. Τὸν δὲ ἔσω ἀχλὺς περιεῖχε πρὸ τοῦ γενηθῆναι τὸ φῶς. Ὥσπερ γὰρ εἴ τις ἐν σταθερᾷ μεσημβρίᾳ πήξας ἐκ πυκνῆς ὕλης σκηνὴν σκότος αὐτοσχέδιον ποιεῖ, καὶ οὐδαμῶς φωτισθῆναι δύναται ὁ περιεχόμενος τόπος, εἰ μὴ φωτὸς ἐκλάμψῃ μαρμαρυγή· οὕτω τοιοῦτον ἀνυπόστατον σκότος περιεῖχε τὸν κόσμον ὑπὸ τοῦ οὐρανοῦ καλυπτόμενον, ὅπερ ὁ Θεὸς διεχώρησε δημιουργήσας τὸ φῶς, καὶ ἡμέραν αὐτὸ προσονομάσας, καὶ τὸ σκότος νύκτα. Ἀναχεομένου γὰρ τοῦ φωτὸς, ἡμέρα γίγνεται, συστελλομένου δὲ, νὺξ ἀντέπεισιν. Ὅθεν καὶ ἐν τῇ συμμετρήσει τῶν χρόνων ἡμέρας, καὶ οὐχὶ νύκτας ἀριθμοῦμεν. 712 Τῇ δὲ δευτέρᾳ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα. Τοῦτο δὲ ἕτερόν ἐστι παρὰ τὸν ἐξ ἀρχῆς ποιηθέντα οὐρανόν. Καὶ εἵρηται τοῖς, ὅτι καὶ ταυτόν ἐστιν· ἐπεξέργασις γάρ ἐστί φησι τοῦ δευτέρου, διὰ τὸ ἐκεῖ μὲν παραδεδόσθαι ὡς ἐν κεφαλαίῳ γῆς καὶ οὐρανοῦ ποίησιν· ἐνταῦθα δὲ ἐπεξεργαστικώτερον τὸ πῶς γέγονεν ἡ Γραφὴ παραδίδωσιν. Ἡμεῖς δέ φαμεν ἄλλο, καὶ ἄλλο· ἐπειδὴ καὶ ὄνομα ἔτερον καὶ χρεία ἰδιάζουσα τοῦ δευτέρου οὐρανοῦ παραδέδοται. Ἕτερος οὖν ἐστι παρὰ τὸν ἐν ἀρχῇ ποιηθέντα οὗτος, στερεωτέρας ὑπάρχων φύσεως. Καὶ διεχώρησεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος. Ἄπειρον γὰρ οὖσαν τῶν ὑδάτων τὴν φύσιν διεμέρισεν, ὥστε καὶ ἐπάνω εἶναι τοῦ στερεώματος, καὶ ὑποκάτω. Ὁ δὲ αἰθὴρ πυρώδης ἐστὶ καὶ διακαὴς, καὶ πᾶσαν ἂν τὴν ἤπειρον ἐξανάλωσεν, εἰ μὴ τῷ ὅρῳ τοῦ ποιήσαντος αὐτὸν κατείχετο. ∆ιὰ γὰρ τοῦτο καὶ ὕδωρ ἐστὶν ἀέριον ἐκ τῆς ἀναφορᾶς τῶν ἀτμῶν διὰ νεφῶν φερόμενον, οὒς ἀτμοὺς οἱ ποταμοὶ, καὶ αἱ κρῆναι, καὶ αἱ λίμναι, καὶ τὰ πελάγη πάντα προΐενται, ὡς ἂν μὴ πάντα ὁ αἰθὴρ πυρακτώσας ἐξαναλώσειε. Γίνεται δὲ οὕτως ὁ ὑ... συνάγονται περὶ τὸ ὕψος αἱ ἀναθυμιάσεις, καὶ πυκνοῦται ὁ ἀὴρ ταῖς τῶν πνευμάτων πιλήσεσι, καὶ αἱ νοτίδες αἱ τῷ νέφει ἐνεσπαρμέναι, ἀλλήλαις προσχωρήσασαι, σταγόνες γίνονται, καὶ τῷ βάρει τῶν συγκριθέντων πρὸς τὸ κάτω ἐφίενται. Ἡ δὲ χιὼν ἐκ τῶν ὑδάτων οὔτω συνίσταται· ἐκ τῆς βίας τῶν ἀνέμων ἀνακοπὲν τὸ ὑγρὸν ἐξαφρίζεται· καὶ ὅλον δι' ὅλου ἀνακοπὲν, καταψυχθὲν πήγνυται, καὶ θραυσθέντος τοῦ νέφους, ἡ χιὼν καταφέρεται. Ἡ δὲ βροντὴ κατὰ τοῦτον τὸν λόγον .... ἀντιτυπία γίγνεται, ὅπερ ἐλαυνόμενον ἐν ταῖς κοιλότησι τῶν νεφῶν, καὶ βιαίως ἐκρηγνύμενον τὸν τῆς βροντῆς ἦχον ἀποτελεῖ. Τῇ δὲ ἡμέρᾳ τῇ τρίτῃ προστάγματι τοῦ Θεοῦ συνήχθη τὸ ὕδωρ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά· Καὶ ἐκάλεσε τὴν ξηρὰν γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. Συνήχθη διὰ τοῦτο εἰς συναγωγὴν μίαν, ἵνα μὴ ἐκ τῶν χωρίων ἔνθα ἐστὶν ........ καὶ ὑπεκβαῖνον ἐπικαλύπτῃ τὴν ἤπειρον. ∆ιὰ τοῦτο μαινομένη πολλάκις ἐξ ἀνέμων ἡ θάλασσα, καὶ εἰς ὕψος μέγιστον διανισταμένη τοῖς κύμασιν, ἐπειδὰν μόνον τῶν αἰγιαλῶν ἅψηται, εἰς ἀφρὸν διαλύσασα τὴν ὁρμὴν, ἐπανῆλθε, τῇ πάντων ἀσθενεστάτῃ ψάμμῳ χαλινωθεῖσα. Ἐπεὶ τί ἐκώλυσε τὴν Ἐρυθρὰν θάλασσαν ἐπικλύσαι πᾶσαν τὴν Αἴγυπτον κοιλοτέραν αὐτῆς ὑπάρχουσαν, καὶ συναφθῆναι τῷ παρακειμένῳ πελάγει, εἰ μὴ ὑπῆρχε τῷ προστάγματι τοῦ κτίσαντος πεπεδημένη; Ὅτι δὲ ἀληθὲς τοῦτο ἔργῳ ἡμᾶς ἔπεισαν Σέσωστρις ὁ Αἰγύπτιος καὶ ∆αρεῖος ὁ Μῆδος. Τὸ γὰρ Αἰγύπτιον καὶ τὸ Ἰνδικὸν ἐπιχειρήσαντες συνάψαι πέλαγος, οὐκ ἠδυνήθησαν. Οὕτως ὑπάρχει κοιλοτέρα τῆς Ἐρυθρᾶς θαλάσσης ἡ Αἴγυπτος. Προσέταξεν οὖν συναχθῆναι εἰς συναγωγὴν μίαν, καὶ μὴ ἀπὸ ταύτης ἄλλην γενέσθαι θάλασσαν, ἀλλὰ τῇ πρώτῃ ἀπομεῖναι συλλογῇ. Πολλὰ γὰρ ἦν ................... ὕδατα ............. κοιλότητες ............ 713 συλλογὴν καὶ αἱ φάραγγες. Τὸ δὲ, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας, τοὺς κόλπους σημαίνει τοὺς κατὰ τὸ ἴδιον σχῆμα ὑπὸ τῆς περικειμένης γῆς ἀπολειφθέντας· οἷον θάλασσα βόρειος, θάλασσα νότιος, ἑῴα, ἑσπέρια πελάγη, καὶ τούτων ὀνόματα ἰδιάζοντα, Πόντος Αἰγαῖος, Ἰώνιος, Σαρδωνικὸν, Σικελικὸν, Τυῤῥήνιον. Οὐ τὰ τυχόντα δὲ τῶν ὑδάτων ἀθροίσματα εἰς μίαν κατέληξε θάλασσαν, ἤτοι σύστασιν, ἀλλὰ τὰ μέγιστα καὶ ἐξέχοντα· οὐ γὰρ καὶ τὰ τελματιαῖα καὶ λίμνια χρὴ νοεῖν. Ὥσπερ γὰρ τὸ πῦρ καὶ εἰς μικρὰ κατακεκερματισμένον ἐστὶ καὶ ἀθρόον ὑπὸ τοῦ ἀέρος κέχυται, οὕτω καὶ ἐπὶ τοῦ ὕδατος, εἰ καὶ μικραί τινές εἰσι διῃρημέναι συστάσεις, ἀλλὰ μία γε ἐστὶ συναγωγὴ, ἡ τὸ ὅλον στοιχεῖον τῶν λοιπῶν ἀποκρίνουσα. Πηγὴ γάρ ἐστι τῆς περὶ γῆν ἁπάσης νοτίδος
Unit 1 rem mid§u01-rem-mid
u01-rem-midRem mid: Unit 1; lemma continues; reading with the letter.
Greek · §u01-rem-mid
τὸ τῆς θαλάσσης ὕδωρ, καὶ πᾶσα ἡ γῆ ὑπόνομός ἐστι, καὶ διὰ πόρων ἀφανῶν διαδίδοται, καθὼς δηλοῦσι τόποι τινὲς τῆς ἠπείρου ὕπαντροι. Ἡ γὰρ ῥοώδης θάλασσα διὰ τόπων στενῶν διατρέχουσα, ἐπειδὰν σκολιαῖς καὶ ὀρθίοις ἐξόδοις ἐναπολειφθῇ, ὠθουμένη τῇ βίᾳ τοῦ πνεύματος τῆς γῆς ἀποῤῥήσσει τὴν ἐπιφάνειαν, καὶ ἐπὶ τὸ ἔξω προελθοῦσα, γίνεται πότιμος ἐκ τῆς διηθήσεως μεταβληθεῖσα εἰς γλυκύτητα. Πάλιν δὲ ἐπειδὰν θερμοῖς τόποις ἐναπολειφθῇ πρὸς τὴν ἔξοδον, τῇ αὐτῇ αἰτίᾳ ἑλκομένη ὑπὸ τοῦ πνεύματος ζέουσα γίνεται. Αὕτη καὶ τῶν ἀερίων ὑδάτων πηγὴ καθέστηκε· διὰ νεφῶν γὰρ ἀνελκόμενα αὐτῆς τὰ ὕδατα, καὶ ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος θαλπόμενα, καὶ τῇ σκιᾷ τοῦ νέφους καταψυχθέντα, καὶ ἐξ αὐτοῦ τοῦ ὕψους αἰθριασθέντα γλυκαίνεται, καὶ καταψεκάζει τὴν ἤπειρον. Τῇ δ' αὐτῇ ἡμέρᾳ καὶ βλαστῆσαι βοτάνην χόρτου τὴν γῆν ὁ Θεὸς προσέταξεν· Σπεῖρον σπέρμα κατὰ γένος, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ. Καὶ ἔτι καὶ νῦν ἡ τάξις τῶν φυομένων μαρτυρεῖ τῇ πρώτῃ διακοσμήσει. Ἡ γὰρ βλάστησις καθηγεῖται πάσης βοτάνης, καὶ πάσης πόας· νοτίδας γὰρ συμμέτρως καὶ θερμὴν ἐχούσης τῆς γῆς, τὸ σπέρμα εἰς αὐτὴν καταβάλλεται, καὶ γίνεται χαῦνον καὶ πολύσπορον, καὶ τῆς περὶ αὐτὸ γῆς ἀρξάμενον πρὸς αὐτὸ ἐπισπᾶται τὰ οἰκεῖα καὶ σύμφυλα, καὶ πιαινόμενον ἐπὶ πλεῖον πλατύνεται· ὥστε ῥιζοῦσθαι μὲν εἰς τὸ κάτω, προκύπτειν δὲ εἰς τὸ ἄνω, καὶ ἰσαρίθμους ταῖς ῥίζαις τοὺς καλάμους προβάλλεσθαι. Θαλπομένου δὲ ἀεὶ τοῦ βλαστήματος, συρομένη διὰ τῶν ῥιζῶν ἡ νοτὶς, ὑπὸ τῆς θέρμης συνεπάγεται τῆς γῆς τὸ τρόφιμον· καὶ καταμερίζεται τοῦτο εἰς καλάμην, καὶ φλοιὸν, καὶ τὰς θήκας τοῦ σίτου, καὶ εἰς αὐτὸν τὸν σῖτον, καὶ τοὺς ἀνθέρικας. Ἡ δὲ καλάμη τοῦ σίτου κονδύλοις διαζώννυται, ἵν' ὡς σύνδεσμοί τινες τῶν σταχύων τὸ βάρος φέρωσιν. Ἔστι δὲ καὶ ἡ καλάμη διάκενος, ὅπως θήκη τοῦ κόκκου γένηται, πρὸς τὸ μὴ τοῖς σπερμολόγοις ὑπάρχειν εὐδιάρπαστον. Τοὺς δὲ ἀνθέρικας ἀντὶ ἀκίδων προβέβληται, ἵνα τῶν μικρῶν ζώων τὰς βλάβας εἴργωσιν. Ὁ δὲ βρόμος δι' ὅλου κενὸς καθέστηκεν, ἐπειδὴ τὴν κεφαλὴν οὐ βαρύνεται. Καὶ εἰ 716 συνεβλάστησε τοῖς τροφίμοις τὰ δηλητήρια, οἷον ἐλλέβορος, καὶ ἀκόνιτον, καὶ μανδραγόρας, καὶ τῆς μήκωνος ὁ ὀπὸς, οὐδὲν τούτων εἰς χρῆσιν ἀργὸν παρείληπται. Τὸ μὲν κώνιον οἱ ψᾶρες βόσκονται διὰ τὴν κατασκευὴν τοῦ σώματος· λεπτοὺς γὰρ ἔχοντες τοὺς ἐπὶ τὴν καρδίαν πόρους, ἀποπέμψαι τὸ καταποθὲν φθάνουσι· τὸν δὲ ἐλλέβορον ἐσθίουσιν ὄρτυγες, καὶ οὐχ ὑφίστανται βλάβην, ἰδιότητα κράσεως ἔχοντες. ∆ιὰ δὲ τοῦ μανδραγόρου ὕπνον ἰατροὶ κατεπάγουσι, καὶ τῷ ὀπίῳ τὰς σφοδρὰς ὀδύνας κατακοιμίζουσι. Τῷ δὲ κωνίῳ τὰς λυσσώδεις ὀρέξεις καταμαραίνουσι, καὶ τῷ ἐλλεβόρῳ τὰ χρόνια πάθη καταπραΰνουσι. Καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν. Καὶ πάντα ἐν μιᾷ καιροῦ ῥοπῇ ἀνεφύη ἐκ τῆς γῆς, οὐκ ὄντα πρότερον, μετὰ τῆς οἰκείας ἕκαστον ἰδιότητος, καὶ ἰδίῳ χαρακτῆρι ἕκαστον γνωριζόμενον. Ἡ μὲν ἐλαία, καὶ φοῖνιξ, καὶ κυπάριττος εἰς ὕψος αὔξονται. Καὶ τούτων τὰ μέν ἐστιν οὐ πολύοζα, οὐδὲ πολύκλαδα, οἷον ἐλάτη, καὶ ἡ κυπάριττος, ἔσθ' ὅτε δὲ καὶ φοῖνιξ. Ἀείφυλλα δέ ἐστιν ἐλαία, φοῖνιξ, καὶ δάφνη, μυῤῥίνη, πεύκη, κυπάριττος, ἐλάτη, ἄρκευθος, θυία, καὶ ἢν Ἀρκάδες φιλόδρυν λέγουσιν· ἕτι φύλεος, κέδρος, πίτυς, πύξος, πρῖνος, ἀράκη, λάθυρος. Τὸ δὲ ῥόδον ἄνευ τῆς ἀκάνθης τότε ἐβλάστησεν· ὕστερον δὲ τῷ κάλλει τοῦ ἄνθους παρεζεύχθη ἡ ἄκανθα· ὅπως τῷ τερπνῷ παρακειμένην τὴν λύπην ἔχοντες μνημονεύωμεν τῆς ἁμαρτίας, δι' ἣν ἀκάνθας καὶ τριβόλους ἡμῖν ἡ γῆ ἀνατέλλειν κατεδικάσθη. Ἡ δὲ ἀμυγδαλῆ πρώτη μὲν βλαστάνει, ὑστέρα δὲ ἐκφέρει τὸν καρπόν. Ἡ δὲ πικρὰ ἀμυγδαλῆ τυγχάνουσα τὸ πρὸς τὴν ῥίζαν στέλεχος διατρηθεῖσα, σφῆνα δὲ πεύκης λιπαρὸν τῆς ἐντεριώνης μέσης ἐλαθέντα δεξαμένη, τοὺς ἀηδεῖς χυμοὺς εἰς γλυκύτητα μεταβάλλει ἐδώδιμον. Τὴν αὐτὴν δὲ θεραπείαν καὶ ἡ ὀξύνη ῥοιὰ δεξαμένη, τρέπεται εἰς γλυκύτητα. Ἡ δὲ θήλεια φοῖνιξ καθίησι τοὺς κλάδους οἰονεὶ τῆς συμπλοκῆς ἐφιεμένη τοῦ ἄῤῥενος· καὶ οἱ γεωργοὶ, τοὺς ψῆνας τοῦ ἄῤῥενος τοῖς κλάδοις ἐμβάλλοντες αὐτῆς, πρὸς τὸ οἰκεῖον τῆς ὀρθότητος σχῆμα καθιστῶσιν αὐτήν. Ἡ δὲ συκάμινος ὀψὲ μὲν βλαστάνει, οὐκ ὑστερεῖ δὲ τῶν ἅλλων εἰς καρπογονίαν. Ἡ δὲ ἐλαία, καὶ ἡ φιλύρα, καὶ ἡ λεύκη, καὶ πτελέα στρέφουσι μετὰ τροπὰς θερινὰς τὰ φύλλα ὕπτια· καὶ ἐν τούτῳ πάντες γνωρίζουσιν, ὅτι τροπαὶ θεριναὶ γεγένηνται. Τῆς δὲ ἡμέρου συκῆς
Unit 1 rem close§u01-rem-close
u01-rem-closeRem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek · §u01-rem-close
τὸν καρπὸν ἄῤῥευστον οἱ γηπόνοι οὕτω φυλάττουσιν· τοὺς ὀλύνθους τῆς ἀγρίας συκῆς ἐκδύσαντες, ἅπτωτον διαμένειν παρασκευάζουσι. Τὸ γὰρ ἕνδον τοῦ ὀλύνθου ὑπάρχον ζῶον μικρότατον τῷ πυθμένι τοῦ ἡμέρου προσίζον σύκου τὴν ἔξωθεν αὖραν περιπνέουσαν ἀπείργει, πρὸς τὸ μὴ ἀηδῆ γενόμενον τὸ σῦκον ἀποπεσεῖν. Ἐπειδὴ δὲ ἁπαλός ἐστι τῆς συκῆς ὁ καρπὸς, πάχει φύλλων κεκάλυπται· τῆς δὲ καρύας, ἐπειδὴ τυγχάνει στεῤῥὰ, ἐλαφρᾷ φύλλων προσβολῇ σκέπεται. ∆ιὰ δὴ τοῦτο καὶ τὸ φύλλον τῆς ἀμπέλου ἔσχισται, ἵνα καὶ τὰς ἐκ τοῦ ἀέρος ἐκκλίνῃ βλάβας ὁ βότρυς, καὶ τὴν ἡλιακὴν ἀκτῖνα εἰσδέχηται τῇ ἀραιότητι. Οὕτως οὐδὲν ἀργὸν, ἀλλὰ πάντα ἀποῤῥήτῳ 717 σοφίᾳ ὁ Θεὸς διεκόσμησεν. Ἓν γὰρ ὕδωρ, διὰ τῆς ῥίζης φερόμενον ἢ ἑλκόμενον, ἄλλως μὲν τρέφει τὸ στέλεχος, ἄλλως τὴν ἐντεριώνην, ἄλλως τὸν φλοιὸν, ἄλλως τὸ ξύλον, ἄλλως τὴν ῥίζαν αὐτήν· καὶ ἐκ τῆς αὐτῆς νοτίδος ἐν μὲν τῇ ἀμπέλῳ οἶνος συνίσταται, ἐν δὲ τῇ ἐλαίᾳ ἔλαιον, καὶ ἐν ἄλλῳ ἄλλο. Καὶ ἐν αὐτοῖς τοῖς γλυκέσι καρποῖς ἀμύθητος ἡ παραλλαγὴ τῆς πιότητος· ἄλλο γὰρ τὸ ἐν ἀμπέλῳ γλυκὺ, καὶ ἄλλο ἐν μηλέᾳ, καὶ ἐν συκῇ καὶ τῷ φοίνικι ἕτερον. Καὶ αὐτὰ δὲ τῶν δένδρων διάφορά ἐστι τὰ δάκρυα· ἄλλο γὰρ τῆς σχίνου τὸ δάκρυον, καὶ ἄλλος ὁ τῆς βαλσάμου ὀπὸς, ὅπερ πάντων τῶν μύρων ὑπάρχει κάλλιστον, καὶ πλεονάζει ἐπὶ τῆς Ἱεριχὼ γενόμενον. Τεμνόντων δὲ αὐτὸ ἐκ τῶν θάμνων λίθῳ ὀξεῖ τῶν ἐπιχωρίων, ὀπὸς ἀναποδοίη. Ἱστοροῦσι δέ τινες καὶ τὸ ἤλεκτρον ὀπὸν εἶναι φυτῶν, εἰς φύσιν λίθου μεταπηγνύμενον. 4. Τῇ δὲ τετάρτῃ ἡμέρᾳ ὁ Θεὸς τοὺς μεγάλους δύο φωστῆρας ἐδημιούργησεν, ἤλιόν τε καὶ σελήνην ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας καὶ ἀναμέσον τῆς νυκτός. Τοῦτο τὸ ἡλιακὸν φῶς, ὄχημα ἐκείνῳ τῷ φωτὶ τῷ πρωτογόνῳ παρεσκεύασται. Ὡς γὰρ ἄλλο τὸ πῦρ, καὶ ὁ λύχνος ἄλλο· τὸ μὲν γὰρ τὴν τοῦ φωτίζειν δύναμιν ἔχει, τὸ δὲ τὴν τοῦ παραφαίνειν τοῖς χρῄζουσιν· καὶ ὡς ἕτερόν τι ἡ λευκότης, ἕτερον δὲ τὸ λελευκασμένον σῶμα, οὕτω καὶ ταῦτα διάφορα ὄντα τῇ φύσει ἥνωνται τῇ δυνάμει τοῦ κτίσαντος. Καὶ μηδεὶς νομίσῃ ταυτὸν ἡμέραν εἶναι καὶ ἥλιον. Πρῶτον μὲν γὰρ ὁ δημιουργὸς ἁπλοῦν φῶς κατεσκεύασεν, ὃ δὴ καὶ ἡμέραν ἐκάλεσεν, ἔπειτα τὸν ἥλιον ἐκ τοῦ πυρὸς καὶ φωτὸς συγκείμενον. Ὡς γὰρ τὴν γῆν ὁρῶμεν πῦρ ἐν τοῖς στέρνοις αὐτοῖς δεδημιουργημένον ἔχουσαν, οὕτω καὶ τὸν ἥλιον φῶς ἔχοντα· φῶς γὰρ συνελθὸν μετὰ πυρὸς τὸν φανότατον ἐποίησεν ἥλιον. Ἀλλ' ἴσως ἀντερεῖ τις· Καὶ πόθεν τοῦτο δῆλον, οὐ βλεπομένης τῆς διαιρέσεως; οὐχ ὁρᾶται γὰρ ἰδίως μὲν τὸ φῶς, ἰδίως δὲ τὸ πῦρ. Ἀλλὰ γινωσκέτω ὁ τοιοῦτος, πόσα τὸ πῦρ ἐν ἑαυτῷ προβάλλεται, αὐγὴν, θερμότητα, ξανθότητα, ἅτινα πανσόφως ὁ τεχνίτης διαμερίζων, ὑπεμφαίνει τούτων τὴν σύνθεσιν. Ὅτε γὰρ θέλει θερμᾶναι τὸ ζῶον, λαμβάνει τοῦ πυρὸς τὸ θερμὸν, καὶ τὸ μὲν θερμὸν ἔχει τούτου, τὸ δὲ φῶς οὐκ ἔχει. Ἀλλ' ἐμερίσθη ἐν τῷ ζώῳ ἡ θέρμη ἀπὸ τοῦ φέγγους, πάλιν λαμβάνει τὸ ξανθόν. Καὶ ὁρῶμέν τοι τὸ ξανθὸν, οὐκέτι δὲ τὸ θερμὸν καὶ φαῖνον. Καὶ πάλιν ἀπομερίζει τὴν θέρμην, καὶ δίδωσι μόνην τὴν αὐγὴν, οἷον ὡς ἔστιν ἰδεῖν ἐπὶ τῆς ἀστραπῆς, ὅτι ἐκλάμπουσα μόνον φωτίζει, οὐ μὴν δὲ καὶ θερμαίνει. Τὸ δ' αὐτὸ παράδειγμα καὶ ἐπὶ τῆς σελήνης καθέστηκε. Καὶ γὰρ αὕτη ὑπὸ τοῦ ἡλίου φωτιζομένη φανερωτέρα γίνεται, ὥσπερ ὑπὸ τῆς ἡμέρας ὁ ἥλιος. Τὸ γὰρ τῆς σελήνης εἶδος ἀνθρακοειδὲς τυγχάνει, ὡς ἔστιν ἰδεῖν ἐπὶ τῆς ἐκλείψεως· ἀπάρας γὰρ ἀπ' αὐτῆς τὸ οἰκεῖον φέγγος ὁ ἥλιος ἀμαυρὰν αὐτὴν καθίστησι· φωτίζων δὲ αὐτὴν, πλησιφαῆ ἀπεργάζεται. Ἐνδυομένη γάρ πως τὸ ἡλιακὸν φῶς φαιδροτέρα καθίσταται· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἥλιος, τῆς ἡμέρας τὸ φῶς ἐνδυόμενος, λαμπρότερος τυγχάνει, τῆς ἡμέρας ἐκείνης μήτε 720 οὔσης, μήτε πάλιν θερμαινούσης, ἀλλὰ μόνον φωτιζούσης. Ὅτι δὲ ἐκ πυρὸς συνέστηκεν ὁ ἥλιος, δῆλον ἐκ τοῦ πυροῦν, καὶ φλέγειν. Τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας καὶ ἀναμέσον τῆς νυκτός. Οἷον τὸν ἥλιον τῆς ἡμέρας τοῖς μέτροις ἔταξε, καὶ τὴν σελήνην τῆς νυκτός. Ἔστι δὲ ἡ νὺξ σκίασμα τῆς γῆς, ἀποκρυπτομένου τοῦ ἡλίου. Ὡς γὰρ ἐν τῇ ἡμέρᾳ, ἀντιφράσσοντός τινος, σκιὰ γίνεται, καὶ τὸ φῶς παρυφίσταται· οὕτως ἡ νὺξ, σκιαζομένου τοῦ ἀέρος τοῦ περὶ γῆν, συνίσταται. Καὶ ὁ μὲν ἥλιος, ὅσπερ ἐξ ἀρχῆς φῶς παρὰ τοῦ ποιητοῦ εἴληφε, τοῦτο ἔχει διὰ παντὸς ἐγκεκρυμμένον ἐν ἑαυτῷ· ἡ δὲ σελήνη οὐχ οὕτως, ἀλλὰ συνεχῶς ἀποδύεται,
Commentarius in hexaemeron Unit 2 opening§u02-open
u02-openUnit 2.
Lemma-led open — αὔξουσα, καὶ μειουμένη. Ἔστωσαν δὲ εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐν
Greek · §u02-open
αὔξουσα, καὶ μειουμένη. Ἔστωσαν δὲ εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Χρόνον δὲ ἥλιος καὶ σελήνη γεννᾷ τοῦτον. Ἑλκόμεναι συμμέτρως γὰρ αἱ φοραὶ τεταγμένας τῶν καιρῶν τὰς ἐξόδους γεννῶσι. Χρόνος δὲ καλεῖται, ἐπειδὴ ὥσπερ ἐπί τινα κύκλον ἐπαλλήλοις εἱλεῖται εὐτάκτοις διαδοχαῖς, πρῶτος πρὸς δεύτερον, καὶ τρίτος πρὸς τὸν ἑξῆς. Τὸ δὲ, ἔστωσαν εἰς σημεῖα, ἐπειδὴ τὴν παρουσίαν τοῦ χειμῶνος ἀεὶ προσημαίνουσιν· ἀχλὺς γὰρ, τῷ ἀέρι ἐγγενομένη, τοῦ ἡλίου τὰς ἀκτῖνας ἀμαυροῖ, καὶ φαίνεται ἀνθρακώδης καὶ ὕφαιμος, μὴ δυνάμενος τὸν ἀέρα ἐκ τῶν ἀτμῶν τῆς γῆς πεπυκνωμένον διαχέαι· κἀκ τούτου σημεῖον χειμῶνος δείκνυται. Ὅταν δὲ αἱ λεγόμεναι ἅλῳ (στρογγύλαι δὲ εἰσί τινες περιγραφαὶ ὅμοιαι ἅλῳ, ἐκ τούτου γὰρ οὕτως ἐπονομάζονται) τὸν ἥλιον περιστοιχίσωσι, σφοδρότης τῶν ἀνέμων σημαίνεται· ἐπὰν δὲ καὶ οἱ καλούμενοι ἀνθήλιοι τῇ τοῦ ἡλίου φορᾷ συντρέχωσι, συμπτωμάτων ἀερίων σημεῖον γίνεται· καὶ πάλιν ἡνίκα ῥάβδοις ἐοικυῖα κατὰ τὴν χρόαν τῆς Ἴριδος εἰς ὄρθρον τοῖς νέφεσιν ἐμφαινόμεναι δειχθῶσιν, ὄμβροι, ἢ χειμῶνες, ἢ μεταβολὴ ἐπιπλεῖον τοῦ ἀέρος σημαίνεται. Ἡ δὲ σελήνη, ἐπειδὰν ἐν τῇ τρίτῃ ἡμέρᾳ λεπτὴ καὶ καθαρὰ ταῖς κεραίαις ἀποδειχθῇ, σταθερὰν εὐδίαν κατεπαγγέλλεται· παχεῖα δὲ ταῖς κεραίαις, καὶ ὑπέρυθρος φανεῖσα, ὕδωρ λάβρον ἢ νότον βίαιον εὐαγγελίζεται. Ὄργανα οὖν χρόνων ἥλιος καὶ σελήνη καθίσταται· χρόνος δὲ ἡμερῶν, μηνῶν, καὶ ἐνιαυτῶν· τὰ δὲ ἄστρα, καὶ μηνῶν, καὶ σπόρων, καὶ ἀμητῶν. Καὶ αἱ Πλειάδες, ἀνατέλλουσαι μὲν ἀμητοῦ καιρὸν, δύνουσαι δὲ σπόρου, δεικνύουσι. Καὶ τοῖς ναυτιλλομένοις μετὰ τῆς Ἁμάξης σημεῖον γίνεται· τόπων γὰρ σημεῖα καὶ δεικτήρια τὰ ἄστρα γίνεται. Ἄρκτος μὲν γὰρ ἄρκτον δείκνυσι· τῆς δὲ Πλειάδος πρὸς ἀνατολὴν βλέπων τὸ ὀξὺ τὴν ἄρκτον δείκνυσιν· αὐτῆς δὲ τῆς ἄρκτου στρεφομένης τὸ κέρας τὴν ἀνατολὴν δείκνυσι, καὶ τῆς σελήνης τὸ λαμπόμενον μέρος τὴν ἀνατολὴν σημαίνει. Πρὸ δὲ τούτων χρόνος οὐκ ἦν, ἀλλὰ διάστημα, καὶ αἰὼν μακρός τις καὶ ἄχρονος. Εἴρηται οὖν περὶ τῶν σημείων. Καιροὺς δὲ λέγειν ἡγούμεθα τὰς ἐναλλαγὰς τῶν 721 ὡρῶν, χειμῶνος, ἔαρος, θέρους, μετοπώρου. Καὶ χειμὼν μὲν γίνεται τοῖς νοτίοις μέρεσι τοῦ ἡλίου προσδιατρίβοντος, καὶ πολὺ τὸ νυκτερινὸν σκίασμα περὶ τὸν καθ' ἡμᾶς τόπον ἀποτελοῦντος, ὡς καταψύχεσθαι μὲν τὸν περὶ τὴν γῆν ἀέρα, καὶ τὰς ὑγρὰς ἀναθυμιάσεις συνισταμένας ὄμβρων, καὶ κρυμῶν, καὶ νιφάδων αἰτίας γίνεσθαι· ἐπειδὰν δὲ ἐπανιὼν πάλιν ἀπὸ τῶν μεσημβρινῶν χωρίων ἐπὶ τοῦ μέσου γένηται, ἰσημερία γίνεται, καὶ ὅσῳ τοῖς ἐπὶ γῆς ἐνδιατρίβει τόποις, τοσούτῳ κατὰ μέρος ἐπανάγει τὴν εὐκρασίαν, καὶ γίνεται ἔαρ, τοῖς μὲν φυτοῖς παρέχων βλάστησιν, τοῖς δὲ δένδροις τὴν ἀναβίωσιν. Ἐκεῖθεν δὲ ἤδη πρὸς τὰς θερινὰς τροπὰς ἐπ' αὐτὴν τὴν Ἄρκτον τρέχων ὁ ἥλιος τὰς μεγάλας ἡμέρας ἡμῖν παρίστησι, καὶ διὰ τὸ πλεῖον αὐτὸν προσομιλεῖν τῷ ἀέρι, αὐτὸν καταφρίσσει τὸν ἀέρα, καὶ τὴν γῆν πᾶσαν καταξηραίνει, καὶ πάντα καρπὸν ὡραῖον ἀπεργάζεται φλογωδέστατος ὢν, καὶ βραχείας ποιεῖ τὰς σκιὰς ἀφ' ὑψηλοῦ καταλάμπων. Ἐν γὰρ ταῖς βραχυτάταις ἡμέραις αἱ σκιαὶ μακρόταται γίνονται. Καὶ πάλιν ἀπὸ τῶν προσαρκτίων ἐπὶ τὰ νότια παραγενομένου, μετόπωρον γίνεται, τῆς θέρμης κατ' ὀλίγον τῆς πολλῆς ἀμαυρουμένης, καὶ τοῦ χειμῶνος ἀβλαβῶς ἐπιόντος. Οὐ ποιεῖ δὲ τὴν ἡμέραν ὁ ἥλιος· μηδεὶς οὕτως ὑπολάβῃ· πρεσβυτερεῖ γὰρ τούτου ἡ ἡμέρα καὶ νύξ· ἀλλὰ κατάρχει μόνον τῆς ἡμέρας, καθὼς καὶ ὁ ψαλμῳδὸς διαγορεύει ἡμῖν· Ἔθετο, λέγων, τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, τὴν σελήνην, καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός. Ἔχει δὲ οὗτος τὴν ἐξουσίαν τὸ φῶς περιφέρων ἐν ἑαυτῷ· ἐπειδάν ποτε τὸν καθ' ἡμᾶς ὁρίζοντα ὑπεράρῃ, ἡμέραν παρέχει διασκεδάσας τὸ σκότος. Ἡ δὲ σελήνη, ἐπειδὰν
Unit 2 rem early§u02-rem-early
u02-rem-earlyRem early: Unit 2; lemma and argument toward the thesis.
Greek · §u02-rem-early
δωδεκάκις τὸν ἑαυτῆς ἐκτελέσῃ δρόμον, ἐνιαυτοῦ τυγχάνει ποιητικὴ, πλὴν ὅτι μηνὸς ἐμβολίμου δεῖται πρὸς τὴν ἀκριβῆ τῶν ὡρῶν συνδρομήν. Ὁ γὰρ ἡλιακὸς ἐνιαυτὸς ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον κατὰ τὴν οἰκείαν κίνησιν τοῦ ἡλίου ἐστὶν ἀποκατάστασις. Τῆς δὲ σελήνης ληγούσης, ἀραιοῦται τῶν ζώων τὰ σώματα, καὶ ὑπόκενα γίνεται· αὐξομένης δὲ, ἀναπληροῦται. ∆ιότι ὑγρότητα μετὰ θερμότητος κεκραμμένην λεληθότως ἐνίησιν· οἱ γὰρ καθεύδοντες ὑπὸ σελήνην ὑγρότητος περισσῆς πληροῦνται τὰς κεφαλὰς, καὶ τὰ νεοσφαγῆ δὲ τῶν κρεῶν, καὶ πᾶν εἴ τι τοιοῦτον, τῇ προσβολῇ τῆς σελήνης ταχέως τρέπεται. Ὁμοίως δὲ καὶ τὰ περὶ τὸν ἀέρα πάθη τοιαύτης αἰτίας συνίσταται. Νουμηνίας γὰρ ἐνστάσης, γαλήνης οὔσης σταθερᾶς, αἰφνιδίων ἀνέμων ταραχαὶ γίνονται τῶν νεφῶν κλονουμένων καὶ συμπιπτόντων ἀλλήλοις· καὶ γίνονται περὶ τοὺς εὐρίπους παλίῤῥοιαι, καὶ περὶ τὸν ὠκεανὸν ἀναδρομὴ τῆς θαλάσσης. Εἰ δὲ καὶ τοῦ ἡλίου ἔκλειψις νουμηνίας οὔσης γίνεται, σφοδροτέρα συμβαίνει· κάτωθεν γὰρ ἡ σελήνη ὑπελθοῦσα ἐμφράττει ἡλίου τὰς ἀκτῖνας. Μέγα δέ τι καὶ αὕτη ἡ σελήνη καθέστηκε. Μῦθοι δὲ ληρώδεις ὑπὸ μεθυόντων γραϊδίων πανταχοῦ διεσώθησαν· ὅτι μαγγανείαις τισὶ τῆς οἰκείας ἕδρας ἀποκινεῖται, καὶ πρὸς τὴν γῆν καταφέρεται. Καὶ ποῖος ἂν τόπος καταχθεῖσαν αὐτὴν ὑπεδέξατο; Μὴ 724 γὰρ ἐξηπάτησε τὸ φαινόμενον ὡς μικρόν τι εἶναι νομιζόμενον. Μικρὰ γὰρ ἡ ὄψις ἡμῶν γινομένη, μικρὰ ἐποίησε νομίζεσθαι καὶ τὰ ὁρώμενα, τὸ οἰκεῖον πάθος τοῖς ὁρατοῖς ἐπιφέρουσα. Ὥσπερ γὰρ εἴ τις ἐπ' ἀκρωρείας θεάσοιτο πεδία καὶ βόας ἐπὶ τὸ αὐτὸ νεμομένας, οὐχὶ ὡς μυρμήκων φαντασίαν ὁρᾷν δοκεῖ· ἐνδαπανηθεῖσα γὰρ τῷ ἀέρι ἡ ὅψις, καὶ ἐξίτηλος γενομένη, πρὸς τὴν ἀκριβῆ κατανόησιν τῶν ὁρωμένων οὐκ ἐξαρκεῖ. Καὶ ὅτι παμμέγεθες τῆς σελήνης τὸ σῶμά ἐστι, μαθεῖν ἐκ τεκμηρίων ἕστιν. Αἱ γὰρ κατὰ τὴν οἰκουμένην πόλεις πλεῖστον ἀλλήλων ἀπῳκισμέναι, ταῖς κατὰ τὴν ἀνατολὴν τετραμμέναι ῥυμοτομίαις, ἐξ ἴσου πᾶσαι τὸ σεληναῖον φῶς ὑποδέχονται, καὶ ὁμοίως αὐτὴν οἱ τὴν δύσιν οἰκοῦντες καὶ τὰ μεσημβρινὰ καὶ ἀρκτῷα μέρη θεωροῦσιν. Τῇ δ' ἡμέρᾳ τῇ πέμπτῃ προσέταξεν ὁ Θεὸς ἐξαγαγεῖν τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος· καὶ εὐθέως ἡ μὲν θάλασσα παντοῖα ζώων γένη διάφορα ἀπεκύησε. Τῶν γὰρ ἐναλίων τὰ μέν ἐστιν ἀμφίβια, οἷον φῶκαι, καὶ κροκόδειλοι, καὶ οἱ ποταμιαῖοι ἵπποι, ἔτι δὲ οἱ βάτραχοι, καὶ οἱ καρκῖνοι, οὐ μέντοι τὸ νηκτικὸν ἔχουσι· ἑρπυστικὰ γάρ ἐστι τῇ φύσει, τῷ ἡγήματι τοῦ ὕδατος ἐπισυρόμενα· τὰ δὲ ζωοτόκα, οἷον φῶκαι, καὶ δελφῖνες, καὶ νάρκαι, καὶ τὰ ὅμοια αὐτοῖς. Μόνον δὲ προσέταξεν ὁ Θεὸς, καὶ τὰ πελάγια, καὶ τὰ αἰγιαλώδη, τὰ βύθια, τὰ πετρώδη, τὰ ἀγελαῖα, τὰ σποραδικὰ, τὰ κήτη, τὰ ὑπέρογκα, τὰ λεπτότατα τῶν ἰχθύων προΐει, συγγένειαν πρὸς τὸ ὕδωρ φυσικὴν ἔχοντα. Μικρὸν γὰρ εἰ τοῦ ὕδατος χωρισθῇ, μὴ ἕχοντα ἀναπνοὴν, διαφθείρεται· ἡ γὰρ τῶν βραγχίων αὐτοῖς διαστολὴ, καὶ ἐπίπτυξις, δεχομένη τὸ ὕδωρ, καὶ διιεῖσα, ταύτην τὴν ἀναπνοὴν κέκτηται. Οὐδὲν παρ' αὐτοῖς ἐξ ἡμισείας ἔχει τοὺς ὀδόντας, ἀλλὰ πάντα ὀδοῦσιν ὀξέσι καταπεπύκνωται, πρὸς τὸ μὴ διαῤῥέειν τῇ χρονίᾳ μασήσει τὴν τροφήν. Ἔμελλε γὰρ ἐν τῇ λεπτῇ μασήσει διαφθείρεσθαι ὑπὸ τοῦ ὕδατος. Μηρυκίζει δὲ οὐδὲν ἄλλο παρ' αὐτοῖς εἰ μὴ ὁ σκάρος. Ἔστι δὲ καὶ ἡ τροφὴ ἄλλη ἄλλοις κατάλληλος. Οἱ μὲν γὰρ ἰλύϊ τρέφονται, οἱ δὲ τοῖς φυκίοις, ἄλλοι ταῖς βοτάναις ταῖς τρεφομέναις τῷ ὕδατι· ἕτεροι δέ εἰσιν ἀλληλοφάγοι. Ἔστι δὲ αὐτῶν καὶ διάφορα ἰδιώματα. Ὁ πριὼν πτέρυγας ἔχει μακράς· καὶ θεασάμενος πλοῖον οὐριοδρομοῦν, καὶ αὐτὸς ὑψώσας ἑαυτοῦ τὰς πτέρυγας, μιμεῖται τῆς νηὸς τὰ σχήματα τῆς κινήσεως, καὶ ἐρίζει τοῖς πλέουσι. Ποιήσας οὖν σταδίους τεσσαράκοντα, καὶ κοπιάσας, καθίησιν αὑτοῦ τὰς πτέρυγας, καὶ φέρεται ὑπὸ τῶν κυμάτων εἰς τὸν τόπον τὸν ἴδιον. Τὸ δὲ κῆτος καλεῖται μὲν Ἀσπιδοχελώνη παρά τισιν· ἔστι δὲ τῇ φύσει παμμεγεθέστατον, ὡς πολλάκις τοῖς ναυτιλλομένοις νήσου μεγάλης φαντασίαν ἐμποιῆσαι. Ἀναδύσαντος γὰρ αὐτοῦ ἐκ τοῦ βυθοῦ, ὡς λίθοι τραχεῖς τὸ σῶμα αὐτοῦ ἐκφαίνεται, καὶ περὶ αὐτὸ πάλους καταπηγνύντες ἐκδεσμοῦσι τὰ σκάφη, ἅτινα παραχρῆμα βυθίζεται, τοῦ κήτους ὑπὸ τοῦ ἡλίου διαθερμανθέντος, καὶ εἰς τὸν βυθὸν καταδύσαν 725 τος· ἔχει δὲ αὐτὸ, καὶ φύσει βαρεῖαν φωνὴν, καὶ πεινῆσαν ἀνοίγειν τὸ στόμα, καὶ ἀποφορὰν ἐκπέμπειν εὐωδεστάτην, ὥστε τοὺς μικροὺς ἰχθύας ἀφέλκεσθαι, καὶ εἰς τὸ στόμα αὐτοὺς ὅλους αὐτοῦ ἐπιστιβάζεσθαι. Κατοικεῖ δὲ τοῦτο τὰ
Unit 2 rem mid§u02-rem-mid
u02-rem-midRem mid: Unit 2; lemma continues; reading with the letter.
Greek · §u02-rem-mid
Ἀτλάντια πελάγη διὰ τὸ μέγεθος. Τῷ δὲ καρκίνῳ ἡ σὰρξ τοῦ ὀστρέου ἐστὶν ἐδώδιμος, καὶ μὴ ἰσχύων ἀνοῖξαι τῶν κόγχων αὐτοῦ τὴν σύμπτυξιν, ἐπιτηρεῖ τὰς πτυχὰς αὐτοῦ ἀνοίξαντα ἐν τοῖς ἀπηνέμοις τόποις, καὶ τῇ αὐγῇ τοῦ ἡλίου τερπόμενον, καὶ λαβὼν ψηφῖδα ἐντίθησι λαθραίως, καὶ κωλύει τὴν σύμπτυξιν, καὶ οὕτω ῥᾳδίως αὐτὸ κατέδεται. Ὁ δὲ ἐχῖνος προγινώσκει τοῦ χειμῶνος τὴν ἔφοδον, καὶ ψηφῖδα ὑπέρχεται πρὸς τὸ μὴ ὑπὸ τῆς φορᾶς τῶν κυμάτων αὐτὸν περιάγεσθαι. Ὁ δὲ πολύπους, προσπελάσας πέτρᾳ τινὶ, ὁμόχροος αὐτῇ καθέστηκε, καὶ τοὺς ἐγγίζοντας ἰχθύας τῇ πέτρᾳ κατέδεται. Μικρότατον δὲ τῇ φύσει ἡ ἐχενηῒς τυγχάνει, καὶ τὰ μέγιστα τῶν πλοίων ἐξ οὐρίας φερόμενα ἵστησιν, ὥστε δοκεῖν τὸ πλοῖον ἐρηρεῖσθαι εἰς τὸ πέλαγος. Ὕδρις δὲ ἔστιν ἐν τῷ ποταμῷ, μορφὴν ἔχουσα κυνὸς, ἥτις τοῦ κροκοδείλου ἐχθρὰ τυγχάνει, καὶ ἀναιρεῖ τοῦτον καθεύδοντα. Τὸ γὰρ στόμα ἑαυτοῦ διανοίξας ὁ κροκόδειλος καθεύδει· καὶ ἡ ὕδρις, εἰς πηλὸν ἑαυτὴν ἐγκωλύσασα [φ. ἐγκυλίσασα], εἰς τὸ στόμα αὐτοῦ εἰσπηδᾷ, καὶ πάντα τὰ ἐντὸς αὐτοῦ κατεσθίουσα ἀναιρεῖ αὐτόν. Ἔστι δὲ ὁ κροκόδειλος θηρίον ὁμοῦ καὶ ἰχθὺς, καὶ μέγα ἀπὸ κεφαλῆς ἄχρι οὐρᾶς· οὐ μὲν ἔχει τὸ πλάτος τοῦ μεγέθους ἀνάλογον. Ἡ δὲ δορὰ αὐτοῦ λεπὶς τυγχάνει ῥυτὴ, καὶ ἡ χροιὰ τοῦ νώτου αὐτοῦ πέτρᾳ μελαίνῃ ἔοικεν, ἡ δὲ γαστὴρ λευκῇ. Πόδες δὲ αὐτοῦ εἰσὶ τέσσαρες, εἰς τὸ πλάγιον ἠρέμα κυρτούμενοι· καθὼς τῆς χερσαίας χελώνης, οὐρὰ μακρὰ καὶ παχεῖα· τῆς ῥάχεως γάρ ἐστιν ἑνὸς ὀστέου τελευτή. Ἐντέτμηται δὲ ἄνωθεν εἰς ἀκάνθας, καὶ εἰσὶν ὡσεὶ τῶν πριόνων ἀκμαὶ, καὶ τύπτει ἐν αὐτῇ πρὸς οὓς ἂν παλαίῃ. Μία δὲ αὐτοῦ ἐστὶ κεφαλὴ τοῖς νώτοις συνυφαινομένη, καὶ εἰς μίαν ἰθυνομένη στάθμην· καὶ ἐφ' ὅσον οὐ κέχηνε, θηρίου ἐστὶ κεφαλή· ἐὰν δὲ χάνῃ, ὅλον στόμα γίνεται, μέχρι τῶν ὤμων τὸ χάσμα ποιοῦσα. Ὁ δὲ λεγόμενος ἱπποπόταμος ἵππου μὲν τοὺς πόδας ἔχει καὶ τὴν γαστέρα, τὴν δὲ ὁπλὴν σχιστὴν ὡς χηλὴν, οὐρὰν παχεῖαν καὶ ψιλὴν τριχῶν, ὅτι καὶ τὸ πᾶν τοῦ σώματος οὕτως ἕχει, κεφαλὴν περιφερῆ μικρὸν τῆς ἵππου παρειᾶς διάφορον, καὶ ἔχει κεχηνότα τὸν μυκτῆρα, πυρώδη καπνὸν, ὡς ἐκ καμίνου, πνέοντα, γένυν πλατεῖαν· μέχρι γὰρ τῶν κροτάφων ἀνοίγει τὸ στόμα. Ὀδοῦσι δὲ ἔνδον τριχῶς πεπύκνωται, ἔχων πρὸς τούτοις δύο ὀδόντας ἐπικαμπεῖς ὡς συός. Καὶ ἔστιν ἀδδηφαγώτατον ὅλον, λήϊον ποιοῦν τροφήν. Ἀπάτῃ δὲ θηρᾶται τοιαύτῃ. Ἐπιτηροῦσιν αὐτοῦ τὰς διατριβὰς, καὶ ὄρυγμα ποιοῦσι, καὶ καλάμῃ αὐτὸ στεγάζουσι, καὶ ἐπιχωννύουσι ψάμμῳ, καὶ ξύλινον ἱστῶσι κάτωθεν οἴκημα ἔχον ἀνεῳγμένας τὰς θύρας εἰς τὸν ὄροφον τοῦ βό 728 θρου· καὶ ἐπιβὰς ὁ θὴρ ἀφελῶς ἐμπίπτει, καὶ εἰς τὸ οἴκημα κατακλείεται φερόμενος κάτω. Καὶ οἱ θηρευταὶ εὐθὺς ἀποκλείουσι. ∆εύτερον. .... βοὸς δὲ ἔχει τὸ θηρίον τὸ μέγεθος. Ἐν δὲ τοῖς ἰχθύσι πολλή τις ἐνυπάρχει θέρμη ἔνδοθεν, καὶ ὀξεῖα· διὸ καὶ θᾶττον καταπέπτουσιν, ἃ ἐσθίουσιν, εὐθέως διασηπομένων τῶν ἐδωδίμων ἐν τῇ γαστρὶ αὐτῶν. Ἡ δὲ θαλαττιαῖος ἀλώπηξ, ἐπὰν μὴ δύνηται διαδράσαι τὴν ἄγραν, καταπιοῦσα τὸ ἄγχιστρον, ἐξαλλομένη καὶ ἀνατρέχουσα, ἀποτρώγει τὴν μήρινθον, καὶ διαφεύγει. Ὁ δὲ κροκόδειλος ἀνθρωποβόρον μέν ἐστι θηρίον, ὅταν δὲ μέλλῃ ποιεῖσθαι τὰς ὀχείας, ἀνανηξάμενον ἀναστρέφει τὴν θήλειαν ἐπὶ ταῖς ὄχθαις· μόνος γὰρ οὗτος ὕπτιος πλησιάζειν πέφυκε, καὶ μετὰ τὴν ὁμιλίαν πάλιν ταῖς χερσὶν αὐτὴν ἐπικουφίζων συνεπιστρέφει· ἐπειδὰν δὲ αὐτὴν ἄλλῳ συγγενομένην αἴσθηται, καθυποκρίνεται συμμιγῆναι αὐτῇ, καὶ τῷ αὐτῷ τρόπῳ ἀναστρέψας αὐτὴν γινώσκει διὰ τῆς ὀδμῆς (ἔχει γὰρ ὀξυτάτην περὶ τοῦτο τὴν αἴσθησιν) ὑφ' ἑτέρου μιανθεῖσαν αὐτὴν, καὶ τοῖς ὄνυξι διαῤῥήξας τὴν γαστέρα αὐτῆς, πάντα τὰ ἐντὸς αὐτῆς κατεσθίει. Περὶ γὰρ τὴν γαστέρα ἐστὶ τρυφερὸν τὸ ζῶον· ὁ γὰρ νῶτος αὐτοῦ στιβαραῖς λεπίσιν ἐνδέδυται, ὥστε καὶ τὸν ὀξύτατον σίδηρον ἐπενεχθέντα ἀμβλύνεσθαι. Ἐξαγαγέτω τὰ ὕδατα πετεινὰ ψυχῶν ζωσῶν, καὶ ἀθρόως ὁ ἀὴρ παντοίου γένους τῶν ὀρνίθων πεπλήρωται. Ἔδωκε δὲ αὐτοῖς ἐκ τῶν ὑδάτων τὴν γένεσιν, ἐπειδὴ συγγένειάν τινα πρὸς τοὺς ἰχθύας κεκλήρωνται. Ὡς γὰρ οἱ ἰχθύες ἐν τῇ κινήσει τῶν πτερύγων τὸ ὕδωρ τέμνουσι, καὶ διανήχονται, οὕτω τὰ πετεινὰ τοῖς πτεροῖς τὸν ἀέρα διανήχονται. Ἔστι δὲ αὐτῶν τὰ μὲν σαρκοφάγα πρέπουσαν κατασκευὴν τοῦ τρόπου τῆς σφῶν διαίτης ἐπέχοντα, ὀνύχων ἀκμαῖς, καὶ χεῖλος ἀγγύλον, καὶ πτερὸν ὀξὺ πρὸς τὸ ῥᾳδίως ἀναρπάσαι, καὶ διασπάσαι δύνασθαι· τὰ δὲ σπερμολόγα, τὰ δὲ ἐκ παντὸς τρεφόμενα. Καὶ τούτων ἑκατέρων ἡ κατασκευὴ
Unit 2 rem close§u02-rem-close
u02-rem-closeRem CLOSEOUT: Unit 2 CLOSEOUT.
Greek · §u02-rem-close
διενήνοχε· καὶ τὰ μέν ἐστιν ἄναρχα καὶ αὐτόνομα, τὰ δὲ ὑφ' ἡγεμόνα τέτακται, καὶ τὰ μέν ἐστιν ἐπιδημητικὰ, τὰ δὲ ἐγχώρια. Γαῦρον ὁ ἀλεκτρυὼν, ὁ δὲ ἱέραξ εὐνούστατος τυγχάνει περὶ τὸν ἄνθρωπον. Ἱστοροῦσι γὰρ τοὺς ἐν τῇ Θρᾴκῃ ἱέρακας τοῖς ὀρνιθοθήραις περὶ τὴν ἄγραν συναίρεσθαι· ποιοῦνται μὲν γὰρ τὰς διατριβὰς ἐν ὕλαις δασυτάταις, ἕνθα γένη τῶν ὀρνίθων ἐνδιαιτᾶται, καὶ τοῖς ἐπὶ τὴν ἄγραν ἰοῦσι συντάττονται, ἰσομοιρίαν τοῦ ἀγρευθέντος δέξασθαι· καὶ τῶν θηρευτῶν τὰ δένδρα διασειόντων, οἱ ὄρνεις τινασσόμενοι σοβοῦνται, καὶ ἀνίπτανται, καὶ οἱ ἱέρακες κατὰ κεφαλῆς τούτων 729 ὑπεριπτάμενοι, τὰς κεφαλὰς αὐτῶν κολάπτουσι, καὶ εἰς γῆν καταῤῥίπτουσι, καὶ εὔθηρον τὴν ἄγραν τοῖς ἀνθρώποις παρασκευάζουσιν· οἱ δὲ ἄσμενοι τῆς ἄγρας αὐτῆς παραχρῆμα μεταδιδόασιν. Φιλότεκνον ὁ πελεκάν· τρέφων γὰρ τοὺς νεοσσοὺς, τύπτεται ὑπ' αὐτῶν ταῖς πτέρυξιν εἰς τὸ πρόσωπον· ὁ δὲ κολάπτων αὐτοὺς ἀναιρεῖ, καὶ σπλαγχνισθεὶς πενθεῖ ἐπὶ τρεῖς ἡμέρας αὐτούς. Ἡ δὲ μήτηρ ἐλθοῦσα ἐπάνω αὐτῶν ῥήγνυσι τὴν πλευρὰν αὐτῆς, καὶ ἐπιστάζει τὸ αἷμα αὐτῆς ἐπὶ τοὺς νεοσσοὺς, καὶ ζωογονοῦνται. Οὗτοι δὲ οἱ πελεκᾶνες τὰς κόγχας τούτῳ τῷ τρόπῳ ἐσθίουσι· μὴ δυνάμενοι διὰ τὸ ἐσφίγχθαι αὐτὰς ἀνελεῖν· καταπίνουσιν αὐτὰς πρότερον, ὅπως τῇ περὶ τὸν φάρυγγα θερμότητι διατακῇ μὲν ἡ συνέχουσα κόλλη, ἀνεθεῖσαι δὲ αἱ κόγχαι χαλασθῶσιν· ἑξεμέσαντες οὖν αὐτὰς, εὐμαρῶς τὸ ἐδώδιμον αὐτῶν κατεσθίουσιν. Αἱ δὲ φάσσαι οὐκ ἔνθα τίκτουσιν ἐπωάζονται, ἀλλὰ μεταστᾶσαι, διὰ τὸ πλῆθος τῶν θηρευτῶν, εἰς ἕτερον τόπον, ἐκτρέφουσι τοὺς νεοττούς. Καὶ ἐπειδὰν αἴσθωνται εἰς θήραν ἀφιγμένους τινὰς τῶν νεοττῶν, ἀνίπτανται, καὶ τὴν τῶν θηρευτῶν σπουδὴν εἰς ἑαυτὰς περισπῶσι, καιρὸν φυγῆς τοῖς νεοττοῖς παρέχουσαι, καὶ ἐκφυγόντων τῶν νεοττῶν, μάλα θαρσαλέως σὺν τοῖς νεοττοῖς, ἀπάρασαι, αἰθεροβατοῦσιν. Φιλόκαλον ὁ ταὼς ἐξ Ἰνδῶν ὁρμώμενος. Οὗτος, ἀναπτερώσας τὸ κάλλος καὶ τῶν πτερῶν ἐπιδείξας τὸ θέατρον, ἐπάγεται πρὸς συνουσίαν τὴν θήλειαν, ὥσπερ λειμῶνα τὸν καλλωπισμὸν τοῦτον ἐπιδεικνὺς αὐτῇ· ἔστι γὰρ σχεδὸν λειμῶνος ὁ ταὼς εὐανθέστερος. Περιπεφύτευται γὰρ αὐτῷ χρυσὸς τοῖς πτεροῖς, καὶ κύκλῳ τὸ ἁλουργὲς περιθέει πορφυροῦν τὸν χρυσόν· καὶ ὑπὸ τοῦ χρυσοῦ περίκειται τὸ ἴσον κύκλον, καὶ ἔστιν ὀφθαλμὸς ἐν πτερῷ. Ὁ δὲ φοῖνιξ μέγεθος μὲν ἔχει ταῶνος, διαφέρει δὲ τῷ κάλλει τοῦ ταῶνος τῇ χροιᾷ· κεκέρασται γὰρ αὐτῷ χρυσῷ καὶ πορφύρᾳ τὰ πτερὰ, εὐφυεῖ δὲ κύκλῳ στεφάνου ἡ κεφαλὴ αὐτοῦ κεκόσμηται φυσικῶς. Ἔστι δὲ ὁ κύκλος κυάνεος, καὶ ῥόδοις ἐμφερής. Εὐειδὴς δὲ ὢν τῇ θέᾳ, καὶ ἀκτῖσι κομῶν, ὥσπερ ἥλιος ἐφ' ὕψους ἵσταται· ὡς ἱστορῆσαι καὶ ἄλλους τὴν μορφὴν αὐτοῦ τοῦ σώματος, ὡς καὶ αὐτοὶ διαγράφοντες φάσκουσιν οὕτως· ∆ιπλοῦν γάρ ἐστι τὸ μῆκος ἀετοῦ σχεδόν. Πτεροῖς δὲ ποικίλοισιν, ἠδὲ χρώμασιν, Σῶμα αὐτοῦ κέκαυται. Στῆθος μὲν οὖν αὐτοῦ πορφυροῦν φαίνεται, Σκέλη δὲ μιλτόχρωτα, καὶ κατ' αὐχένα, Κροκοπίνοις μαλλοῖσιν εὐτρεπίζεται. Κάρα δὲ κοίτης ἡμέρας παρεμφερὴς, Καὶ μηλίνῃ μὲν τῇ κόρῃ προσέβλεπε. Κύκλῳ δὲ κόρῃσι κόκκος ὡς ἐφαίνετο. Φωνὴν δὲ πάντων εἶχεν εὐπρεπεδεστάτην. Βασιλεὺς δὲ πάντων ὀρνέων ἐφαίνετο, Ὡς ἦν νοῆσαι· πάντα γὰρ τὰ πτηνὰ ὁμοῦ Ὄπισθεν αὐτοῦ δολιχεύοντες ἐπέσσυντο. Αὐτὸς δὲ πρόσθε, ταῦρος ὣς γαυρούμενος, Ἔβαινε κραιπνὸν βῆμα βαστάζων ποδός. Τοῦτο φασὶ μονογενὲς ὑπάρχειν ζῶον, μὴ συνιστά 732 μενον διαδοχῇ, ἀλλ' ὑπάρχειν αὐτὸ μονώτατον, καὶ ἔτη ζῇν πεντακόσια. Καὶ ἐν καιρῷ τοῦ μέλλειν αὐτὸ τελευτᾷν (προαισθάνεται γὰρ τὴν ἀποβίωσιν), ἐφ' ὑψηλοῦ τινὸς τόπου ἐστοχασμένος, κατὰ τὴν ἀνατολὴν τοῦ ἡλίου, ἐξ ἀρωματικῶν φρυγάνων συμπηγνύναι τὴν καλιὰν, κἄπειτα ὑπὸ τῆς ἀκτῖνος ὁλοκαυτίζεσθαι τοῦ ἡλίου, καὶ εἰς κόνιν παντελῶς ἀναλύεσθαι· εἶτα ἐκ τῆς κόνεως σκώληκα γίγνεσθαι, καὶ ἐκ τοῦ σκώληκος εἰς τὸν πρῶτον φοίνικα μεταβάλλεσθαι. Ὁ δὲ ἀετὸς περὶ τὴν ἀνατροφὴν τῶν νεοττῶν ἐστιν ἀδικώτατος· δύο γὰρ ποιήσας, τὸν μὲν ἕτερον οἰκειοῦται, τὸν δὲ ἕτερον μαστίζων τοῖς πτεροῖς ἀποπέμπεται, διὰ τῆς τροφῆς, ὡς φασὶ, τὸ ἐπίπονον. Ἡ δὲ φήνη, τὸν ἀποποιηθέντα δεξαμένη, τοῖς οἰκείοις ἅμα ἐκτρέφει νεοσσοῖς. Θρέψας δὲ τὸν νεοττὸν ὁ ἀετὸς, συνίπταται, αὐτὸν πρὸς τὸν αἰθέρα λαμβάνων· καὶ εἰ θεάσοιτο πρὸς τὴν λαμπρότητα τοῦ ἡλίου αὐτὸν ὀξυοπήσαντα, καὶ εὐτόλμως τὸν ἀέρα διανηχόμενον, ὡς οἰκεῖον περιποιεῖται· εἰ δὲ ἄτονον πρὸς ταῦτα, ὡς νόθον ἀποβάλλει. Φασὶ γὰρ
Commentarius in hexaemeron Unit 3 opening§u03-open
u03-openUnit 3.
Lemma-led open — γηράσαντα τὸν ἀετὸν ἀμαυροῦσθαι τὰς ὄψεις, καὶ βαρεῖσθαι αὐτοῦ τὰς πτέρυγας, καὶ εἰς πηγὴν
Greek · §u03-open
γηράσαντα τὸν ἀετὸν ἀμαυροῦσθαι τὰς ὄψεις, καὶ βαρεῖσθαι αὐτοῦ τὰς πτέρυγας, καὶ εἰς πηγὴν ἀφικνεῖσθαι, καὶ εἰς τὸν αἰθέρα ἀνιπτάμενον, ὑπὸ τοῦ ἡλίου τὰς πτέρυγας καταφλέγεσθαι, καὶ ἀναβλέπειν, εἶτ' εὐθὺς ἐπὶ τὴν πηγὴν καταβάντα τρίτον βαπτίζεσθαι, καὶ ἀνανεοῦσθαι· διὸ καὶ τὸν ψαλμὸν φάσκειν φασίν· Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ὁ δὲ γὺψ ὑπηνέμιον τὴν γονὴν κέκτηται, καὶ οὐ γινώσκει συνουσίαν ἄῤῥενος, καὶ ἐκατὸν τὰ ἕτη βιοῖ. Αὐλίζεται δὲ ἐπὶ τῶν ὑψηλῶν, καὶ μετεώρων, καὶ οὐδεὶς οἶδε ποῦ ποιεῖ τὴν κατοίκησιν. Καὶ ἔγγυος γενόμενος πορεύεται εἰς τὴν Ἰνδικὴν, καὶ λαβὼν τὸν εὐτόκιον λίθον οὕτω καλούμενον, ἐπάνω αὐτοῦ καθέζεται συνεχόμενος ὠδῖσι, καὶ ἀποτίκτει. Ἔστι δὲ ὁ λίθος περιφερὴς ὡς κάρυον, καὶ κινούμενος ἦχον ἐκπέμπει ὡς κώδων, ἔνδοθεν ἑτέρου λίθου κινουμένου. Φασὶ δὲ τὸν γῦπα τὰ ῥόδινα μύρα χρισθέντα ἀποθνήσκειν· σπέρματα δὲ μὴ βλάπτειν αὐτὸν, μηδέ τι ἔμψυχον διαλυμαίνεσθαι, καὶ μηδὲ νεκρῷ προσέρχεσθαι πετεινῷ διὰ τὴν συγγένειαν. Ἡνίκα δὲ, φασὶν, ἄνδρες εἰς πόλεμον παρατάσσονται, ἐπακολουθεῖ αὐτοῖς, καὶ οὐκ ἀφίσταται, σαρκοβόρος ὤν. Οἱ δὲ πελαργοὶ καὶ ἑνὶ ἐπιδημοῦσι συνθήματι, καὶ ἑνὶ ἀπαίρουσι. Προπέμπουσί τε αὐτοὺς αἱ κορῶναι, καὶ, ὡς εἰκὸς, συμμαχοῦσιν αὐτοῖς πρός τινας πολεμίους ὄρνιθας· τετραυματισμέναι γὰρ ἐπανέρχονται. Ἐὰν δὲ γηράσῃ ὁ πελαργὸς, πτεροῤῥυεῖ, καὶ τὰ τέκνα αὐτοῦ περιστάντα τοῖς οἰκείοις πτεροῖς περιθάλπουσι, καὶ τὰς τροφὰς ἀφθόνως παρέχουσιν· ἐν δὲ τῇ πτήσει ὑποκάτωθεν αὐτὸν ὑποβαστάζουσι, καὶ τοῖς ἰδίοις πτεροῖς ἠρέμα αὐτὸν ὑποκουφίζουσιν ἑκατέρωθεν. Αἱ δὲ γέρανοι ὁμοῦ πᾶσαι ἐξ ἴσου ἵπτανται, μία δὲ προηγεῖται αὐτῶν, καὶ τακτόν τινα χρόνον προηγησαμένη εἰς τὸ κατόπιν περιελθοῦσα τῇ μετ' αὑτὴν 733 τὴν ἡγεμονίαν τῆς ὁδοῦ παραδίδωσιν. Ἐν δὲ τῷ καθεύδειν ἡ μία ὅλας περιέρχεται ἀσφαλιζομένη· καὶ ἐπειδὰν τὸ μέτρον τὸ ἀρκοῦν τοῦ διαστήματος πληρώσασα βοήσῃ, πρὸς ὕπνον τρέπεται, καὶ ἄλλη πάλιν διαδέχεται τὴν τοιαύτην ὑπηρεσίαν. Τὸ δὲ τῶν χηνῶν γένος ὑπάρχει ἄγρυπνον, καὶ ὀξυήκοον ταχέως τῶν προσιόντων ἁπλῶς, ἢ τῶν ἐπιβούλων τὴν ἔφοδον αἰσθανομένη. Οὕτως γοῦν πολεμίων τινῶν δι' ὑπονόμων ὑποδύντων, καὶ μελλόντων χειροῦσθαι Ῥώμην τὴν μεγαλόπολιν, οὗτοι τῇ φυσικῇ ὀξύτητι τῆς αἰσθήσεως περιεσώσαντο, τῇ ἀθρόᾳ φωνῇ παραδόντες τοὺς ἐπιβούλους τοῖς φύλαξιν. Ἀλκυών ἐστι θαλάττιον ὄρνεον, καὶ παρὰ τοὺς τῆς θαλάττης νοσσεύει αἰγιαλοὺς, τοῦ χειμῶνος μεσάζοντος. Ὅταν οὖν ἐπωάζηται, οἱ μὲν ἄνεμοι κοιμίζονται, ἡ δὲ θάλαττα γαλήνην ἔχει σταθερὰν, ἄχρις ἡμερῶν ἑπτὰ, τὸ πρὶν ἀνέμων σφοδρῶν ταραττόντων τὴν θάλατταν. Ἐπειδὰν οὖν περιγλύψῃ τοὺς νεοττοὺς πάλιν ἄλλας ἐπτὰ ἡμέρας, ὁ Θεὸς νηνεμίαν παρέχεται, ἕως ἐκθρέψῃ τοὺς νεοττούς. ∆ολερὸν ὁ πέρδιξ, καὶ ζηλότυπον, καὶ κακοῦργον, συμπράττων τοῖς θηρευταῖς πρὸς τὴν ἄγραν. Ἀλλότρια δὲ κλέπτων ὠὰ νοσσοποιεῖ, καὶ αὐξηθέντες οἱ νεοττοὶ, ἕκαστος κατὰ γένος πρὸς τοὺς οἰκείους ἀνίπταται, καὶ ἕρημον αὐτὸν καταλιμπάνουσιν. Λάγνον περιστερά. Ἔστι δὲ δένδρον ἐν τῇ Ἰνδικῇ καλούμενον περιδέξιον, γλυκεῖς φέρον καρποὺς, καὶ τούτῳ αἱ περιστεραὶ τέρπονται, καὶ κατασκηνοῦσιν ἐπ' αὐτοῦ. Ἔστι δὲ ὁ δράκων ἐχθρὸς τῆς περιστερᾶς, καὶ δεδοικὼς τὸ δένδρον οὐκ ἐπέρχεται· εἰς οἶον γὰρ μέρος τοῦ δένδρου ἡ σκιὰ γένηται, ὁ δράκων φεύγει φοβούμενος. Αἱ δὲ περιστεραὶ εἰς τὸ κλίτος ἐκεῖνο τῆς σκιᾶς μεθίστανται· ἐὰν γὰρ χωρισθῶσι τῆς σκιᾶς ἀναιροῦνται ὑπὸ τοῦ δράκοντος. Οἵα δέ ἐστιν ἡ φύσις τῆς περιστερᾶς θαυμάσαι ἄξιον· τὸν γὰρ αὐχένα, ἐν ἡλιακαῖς καταλαμφθέντα, μυρίαις χρωμάτων ἰδέαις ποικιλλόμενον δείκνυσι, φοινικῷ, κυανῷ, πυρωπῷ, ἀνθρακοειδεῖ, ὠχρῷ τε καὶ ἐρυθρῷ, καὶ ἄλλοις παντοδαποῖς χρώμασι. Φιλότεκνον ἡ κορώνη καὶ μόνανδρον· ἐκθρέψασα γὰρ τοὺς νεοττοὺς, κηδομένη αὐτῶν
Unit 3 rem early§u03-rem-early
u03-rem-earlyRem early: Unit 3; lemma and argument toward the thesis.
Greek · §u03-rem-early
οὐ παύεται τρέφουσα αὐτοὺς, καὶ ἀεὶ συνιπταμένη αὐτοῖς. Ὁ δὲ νυκτικόραξ φίλον ἐστὶ τῆς νυκτὸς ἢ τῆς ἡμέρας. Φιλόστοργος ὁ ἔποψ· γηράσαντας γὰρ τοὺς γονεῖς πτερυγίζει μὲν πρῶτον, εἶτα τῇ γλώττῃ καταψύχει αὐτῶν τοὺς ὀφθαλμοὺς, ἔπειτα θάλπων αὐτοὺς ἀνανεοῖ. Ἡ δὲ χελιδὼν ἅπαξ γεννᾷ τοῦ καιροῦ, πηγνυμένη δὲ τὴν καλιὰν τὰ μὲν κάρφη φέρει τῷ στόματι, τὸν δὲ πηλὸν τῷ πτερῷ· τὸ γὰρ ἄκρον αὐτῆς βρέξασα ὕδατι, τῇ λεπτῇ κόνει ἐνειλεῖται, καὶ οὕτως τὴν χρείαν ἐπινοεῖ τοῦ πηλοῦ· καὶ κατὰ μικρὸν τὰ κάρφη οἷον κόλλῃ τινὶ συνδεσμοῦσα τῷ πηλῷ, συνίστησι τὴν καλιὰν, καὶ ἐκτρέφει τοὺς νεοσσούς. Μόνανδρος ἡ τρυγών· εἴτε γὰρ ὁ ἄῤῥην ἀποθάνῃ, εἴτε ἡ θήλεια, ἑτέρῳ οὐ συνάπτεται. Αἱ δὲ κατοικίδιοι ὄρνεις ἐπὶ παντὸς τοῦ καιροῦ τὸ 736 συνουσιαστικὸν ἔχουσιν. Τὰ δὲ φίλυδρα, οἶον νῆσσαι, καὶ κύκνοι, καὶ τὰ ὅμοια αὐτοῖς, τοὺς πόδας ἐσχισμένους οὐκ ἔχουσιν, ἀλλὰ πλατεῖς, ὑμενώδεις πρὸς τὸ εὐμαρῶς τοῖς ὕδασι νήχεσθαι, οἱονεὶ κώπαις τισὶ τοῖς ὑμέσι τῶν ποδῶν τὸ ὑγρὸν διωθούμενα. Ὁ δὲ κύκνος μακρότερον τῶν ποδῶν ἔχει τὸν τράχηλον, πρὸς τὸ ἐκ τοῦ βάθους ἀνασπᾷν τοὺς ἰχθύας. Τῶν δὲ ὀρνέων πολλὰ κατ' ἔτος μεταβάλλει τὴν φωνὴν καὶ τὴν χροιάν. Ὁ γὰρ κόττυφος ἐκ μέλανος ξανθὸς καθίσταται, καὶ ἐξ ᾠδικοῦ κρακτικός. Ἡ δὲ ἀηδὼν τὸ χρῶμα καὶ τὴν φωνὴν μεταβάλλει ταῖς τροπαῖς· καὶ ἔστιν ἄγρυπνον τῇ μελῳδίᾳ σχολάζουσα. Ἔνια δὲ τῶν ὀρνέων τὰς χειμερινὰς οὐ πεινῶσι τροπὰς, τῷ ἀέρι μόνῳ τρεφόμενα καὶ τῇ κατὰ τὰς χλοηφαγίας ἐνυπαρχούσῃ νοτίδι, ἀλλὰ καὶ τὰς ὑπογαστρίους κρατοῦσιν ἡδονάς. Ἔνια μὲν γὰρ ἔαρι, καὶ μετοπώρῳ κατὰ τὰς ἰσημερίας, ἔνια δὲ ἅπαξ τοῦ ἔτους ἐπιβαίνει. Αἱ δὲ θήλειαι ὄρνεις μέχρι συλλήψεως τῇ ὀχείᾳ ἔχονται, καὶ εὐθὺς τοὺς ἄῤῥενας ἀποτρέφονται. Οἱ δὲ κάνθαροι, ἐὰν ῥοδίνῳ χρισθῶσιν, εὐθὺς ἀποθνήσκουσιν. Αἱ δὲ μέλισσαι καὶ σφῆκες, ἐλαίῳ καταβρεχθεῖσαι φθείρονται, τῶν πόρων ἀποφραγέντων. Ὄξει οὖν ἀναβιοῦσι βρεχόμεναι· τρέφονται δὲ τῷ ἄερι ἀναπνοὴν οὐκ ἔχουσαι. Ἔχουσι δὲ βασιλέα αἱ μέλισσαι, καὶ κοινὴν μὲν ποιοῦνται τὴν πτῆσιν, κοινὴν δὲ τὴν οἴκησιν· καὶ οὐδεμία προχείρως ἔξεισι πρὶν ἢ τὸν βασιλέα τῆς πτήσεως κατάρξασθαι. Ἔστι δὲ αὐταῖς οὗτος ἀχειροτόνητος ἐκ φύσεως ἔχων τὴν κατὰ πάντων ἀρχὴν, μεγέθει, καὶ σχήματι, καὶ τῇ τοῦ ἤθους πραότητι διαφέρων αὐτῶν· ἔστι μὲν γὰρ κέντρον αὐτῷ, ἀλλ' οὐ χρῆται τούτῳ πρὸς ἄμυναν. Συνάγουσι δὲ ἐκ τῶν ἀνθῶν τὸν κηρὸν αἱ μέλισσαι, καὶ τὴν δροσοειδῶς ἐνεσπαρμένην νοτίδα τοῖς ἄνθεσιν τῷ στόματι ἐπισπασάμεναι, ταῖς κοιλότησι τῶν κηρῶν αὐτὴν ἐνιᾶσιν· ὅθεν καὶ ὑγρόν ἐστι τὴν ἀρχὴν, εἶτα τῷ χρόνῳ καταπεφθὲν, ἡδὺ γίνεται, καὶ εὔχρηστον τοῖς ἀνθρώποις. Σοφῶς δὲ καὶ τὰς ἀποθήκας φιλοτεχνοῦσι τοῦ μέλιτος· εἰς λεπτὸν ὑμένα τὸν κηρὸν διατείνουσαι, πυκνὰς καὶ συνεχεῖς ἀλλήλαις τοὺς σίμβλους οἰκοδομοῦσιν, ὡς τὸ μικρὸν τῆς τῶν μικροτάτων πρὸς ἄλληλα δέσεως ἑδράζεται. Αἱ δὲ ἀκρίδες ἑνὶ συνθήματι κατὰ τὸ πλάτος τῆς χώρας στρατοπεδεύουσι. Περιιοῦσαι δὲ ὁρῶσιν ἕτερα λήϊα τῷ καρπῷ βρίθοντα, καὶ οὐκ ἐφάπτονται, ἀλλ' ἐπὶ τὸν ὡρισμένον αὐταῖς τόπον σπουδάζουσιν, ὥσπερ ἐκ θείου προστάγματος ἐπειγόμεναι. Καὶ οὐ πρότερον τοῦ καρποῦ ἅπτονται, πρὶν ἢ δοθῆναι αὐταῖς τὴν συγχώρησιν. Μετέπειτα δὲ αὐταῖς σελευκὶς ἐπαποστέλλεται, καὶ πάσας κατεσθίει αὐτὰς, ἀκόρεστον τὴν φύσιν ἔχουσα. Τὴν γλαῦκά φασι τὴν ἡμέραν ἀμαυροῦσθαι τὴν ὄψιν, τὴν δὲ νύκτα ῥώννυσθαι. Ἡνίκα δ' αἱ νυκτερίδες καθεύδουσιν, ἐξ ἀλλήλων ἀπήρτηνται· καὶ εἰ μίαν συμβῇ τοῦ ὁρμαθοῦ ἀποσπασθῆναι αὐτῶν, αἱ λοιπαὶ καταβοῶσιν. Μόνον δὲ τῶν πετεινῶν τετρασκελὲς ὑπάρχει, καὶ ὀδοῦσι κατακεκόσμηται. Οἱ δὲ τέττιγες ἐν ἐπομβρίᾳ γίνονται, ἡσυχάζουσι δὲ 737 καιρὸν, ἐπειδὴ τῇ δρόσῳ πήγνυνται. Πλήττειν δὲ καὶ ᾄδειν τὸ πτερὸν αὐτῶν φάσκουσι. Τῇ δὲ ἕκτῃ ἡμέρᾳ προσέταξεν ὁ Θεὸς ἐξαγαγεῖν τὴν γῆν κατὰ γένος τετράποδα, καὶ ἑρπετὰ, καὶ θηρία τῆς γῆς, καὶ τὰ κτήνη, καὶ πάντα τὰ ἕρποντα ἐπὶ τῆς γῆς κατὰ γένος, καὶ παρήχθη εὐθέως εἰς τὸ εἶναι πάντα, ἅπερ κοινὴν μὲν τῷ ἀνθρώπῳ τῆς φύσεως ἔχει τὴν αἴσθησιν, οὐ μὴν δὲ ἴσην καὶ τὴν ψυχὴν κέκτηνται ζῶντα, καὶ κινούμενα κίνησιν, ἣν ἡ ἀρχέγονος τοῦ αἵματος φύσις χορηγεῖ τῷ πνεύματι τοῦ ἔξωθεν ἀέρος κιρναμένη. Ἔστι δὲ καὶ ἐν αὐτοῖς ἤθη διάφορα, τὴν Πρόνοια τοῦ Θεοῦ αἰνιττόμεναι· καὶ γὰρ καὶ ταῦτα οὐ μικρῶς ταύτην συνίστησιν. Ὡς γὰρ σοφὴ τῶν βλαστῶν ἡ καρπογονία, καὶ ἄστρων εὐταξία, καὶ ἡλίου, καὶ σελήνης ἀνυπαίτιος δρόμος, καὶ θαλάσσης ὅρων θεσμὸς μὴ ὑπερισταμένης τὴν
Unit 3 rem mid§u03-rem-mid
u03-rem-midRem mid: Unit 3; lemma continues; reading with the letter.
Greek · §u03-rem-mid
Πρόνοιαν ἀναντιῤῥήτως μαρτύρεται· οὕτως καὶ ἡ τῶν ζώων ἰδιότης τὸ ἀπαράλλακτον τῆς τάξεως ἐνδεικνυμένη τὴν Πρόνοιαν μάλα σαφῶς κηρύττει, καθάπερ ψυχὴ κινοῦσα τοῦ κόσμου πᾶσαν τὴν σύστασιν. Καὶ καταγέλαστος ἂν εἴη πᾶς ὁ ἐκβάλλων, τῶν στοιχείων ἁπάντων ὁμολογούντων αὐτήν· γῆ μὲν πρὸς φυτουργίαν οὐκ ἀπειθοῦσα, ἥλιός τε, καὶ σελήνη, καὶ τὰ λοιπὰ ἄστρα τοῦ προσήκοντος δρόμου μὴ στείλαντα, θάλαττα κανόνα προσταγῆς οὐχ ὑπερβαίνουσα, νηκτὰ δὲ καὶ ἀεροπόλα, καὶ χερσαῖα τῆς ὀφειλομένης χρείας οὐχ ὑστερούμενα. Πῶς οὖν οὐκ ἄδικος καὶ ἄφρων ὁ καθόλου τὴν Πρόνοιαν παραιτούμενος; Ποῦ λόγος ἐρεῖ τεχνικὸν ἔργον μὴ ἀπαυτοματίζεσθαι, πρὸς ἐπιστήμης δὲ τὰ σοφὰ ἔργα ἀποτελεῖσθαι· αὐτίκα γοῦν ἀνδριαντοποιοῦ ἔννοιαν λαμβάνομεν· εἰκόνα δὲ περικαλλῶς γεγραμμένην κατιδόντες, τὸν ταύτης γραφέα θαυμάζομεν· νῆα δὲ ἐντέχνως ἐπιστήμῃ κατεσκευασμένην ὁρῶντες, ναυπηγὸν ἐπαινοῦμεν. Εἰ δ' αὐτοὶ τεχνικὰ ἔργα θεώμενοι τὸν ἔμμουσον τεχνίτην γινώσκομεν, τί οὖν οὐ μᾶλλον τὴν πάντων σοφὴν Πρόνοιαν ἐν καταλήψει ἔξοιμεν, ὀφθαλμῷ διάνοιαν διὰ τῶν ἐστοιχειωμένων κόσμου μερῶν, ἐπιστημόνως τεταγμένων; Τὰ γὰρ εἴδη καὶ σχήματα ἱκανὰ γνωρίσαι τὸν τεχνίτην, εἰ καὶ λόγῳ τὰ ἐστοιχειωμένα σιωπὴν ἄγει. Φιλεῖ γὰρ τὰ πρός τινος μορφωθέντα τὸν κεκοσμηκότα ὁμολογεῖν. Ὥσπερ δὲ τῶν στοιχείω ἡ σύστασις σαφηνίζει τὴν Πρόνοιαν, οὕτω καὶ ἡ τῶν ζώων διάφορος φύσις τὴν γνῶσιν ταύτης παρέχεται. Συγγεννᾶται μὲν γὰρ ὁ θυμὸς τῷ λέοντι, καὶ ἔστι μοναστικὸς ὁ βίος αὐτοῦ, οὐδενὶ τῶν ζώων κοινωνῶν, οὐδὲ χθιζὴν τροφὴν προϊέμενος, ἀλλὰ πρόσφατον· ὀξεῖαν δὲ ἔχει τὴν αἴσθησιν, καὶ θᾶττον τῆς ὀσμῆς τῶν θηρευόντων αἰσθάνεται, καὶ δρόμῳ φεύγει ἐπὶ τὸ σπήλαιον, τὰ ἴχνη τῇ σοβῇ περισαίνων, ὅπως καλυφθέντα ὑπὸ τῆς κόνεως ἀνίχνευτον τοῖς θηρευταῖς καταστήσωσιν. Πηρὸς δὲ αὐτοῦ ὁ σκύμνος τίκτεται, καὶ τρεῖς ἡμέρας ὑπὸ τῆς λεαίνης φυλάττεται, καὶ ἐλθὼν αὐτὸς ἀπὸ τῆς θήρας, ἐμφυσήσας αὐτὸν εἰς τὸ πρόσωπον, βλέποντα αὐτὸν ἐξαν 740 ίστησιν. Ἡνίκα δὲ ἀνθρώπῳ ἤ τινι τῶν ζώων ἐπέρχεται, μαστίζει τῇ σοβῇ ἑαυτὸν πρότερον κατὰ τὸ ποιητικόν· Οὐρῇ μὴν πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν Μαστίεται, ἕε δ' αὐτὸν ἐποτρύνει μαχέσασθαι. Γηράσας δὲ, καὶ εἰς ἄγραν βαδίζειν ἀτονῶν ἐφεδρεύει ταῖς πόλεσιν, θηρεύειν εἰς βίωσιν τοὺς ἀνθρώπους γλιχόμενος. Ἔστι δὲ αὐτοῦ τὸ στόμα πάντοτε δυσωδέστατον· καθεύδων δὲ ἀναπετάσας ἔχει τὰ βλέφαρα. Ἡ δὲ λέαινα μόλις ἑνὸς σκύμνου ὑπομένει τὴν κύησιν· προϊὼν γὰρ εἰς τὸ ἔξω ταῖς ἀκμαῖς τῶν ὀνύχων τὴν μήτραν διασπαράσσει αὐτῆς. Ῥαγδαλαῖον ἡ πάρδαλις καὶ ὀξύῤῥοπον ταῖς ὁρμαῖς, καὶ τῶν ἄλλων διαφέρων ὀξύτητι, καὶ ἐπὶ τὰς ὄψεις τῶν θηρευτῶν ἐφιπτάμενον. Νωθρὰ ἡ φύσις τῆς ἄρκτου, καὶ ἰδιότροπος, καὶ τὸ ἦθος ὕπουλος, καὶ βαρεῖα τῷ σώματι. Πολλάκις οὖν βαθυτάταις τρωθεῖσα πληγαῖς, ἰατρεύει ἐαυτὴν ξηροτάτῳ φλόμῳ τὰς ὠτειλὰς παραβύουσα. Παλαίουσα δὲ διαπλέκει τοὺς πόδας τεχνικῶς, καὶ ὑποσκελίζει, καὶ μεσολαβοῦσα κραταιῶς καθάπτει. Ὁ ταῦρος τοῖς κέρασι πρὸς ἄμυναν τῶν ἀντιπάλων καθώπλισται, τοῖς δὲ ποσὶν ἀθλητοῦ τρόπον κονίζεται· ὑποβλεπόμενος δὲ πυρωποῖς ὄμμασι, καὶ τὰ κέρατα ἐγκεκλικὼς, καὶ ζέων θυμῷ, ἐφορμᾷ ὅλῳ τῷ σώματι. Σῦς δὲ, ὅταν ἴδῃ κυνηγοὺς ἐν ταῖς ὕλαις λοχῶντας, διανιστάμενος, οὐ πρότερον ἐφορμᾷ πρὶν ἢ τοῖς πλησίον δένδροις παραθήξῃ τοὺς ὀδόντας. Ἔστι δὲ ζῶον ἀνθόλοψ σφόδρα δριμύτατον καὶ δυσθήρατον, ἔχον δὲ μακρὰ κέρατα ὅμοια πρίοσιν, δένδρα μετέωρα καὶ μεγάλα πρίζει· διψῆσαν δὲ ἔρχεται ἐπὶ τὸν Εὐφράτην ποταμὸν, καὶ πιὼν παίζει ταῖς ἐρεικίναις, ταῖς οὔσαις παρὰ ταῖς ὄχθαις τοῦ ποταμοῦ, καὶ δεσμεῖται ὑπ' αὐτῶν. Λεπτόκλονοι γὰρ ὑπάρχουσαι, ἐμπλέκονται αὐτοῦ περὶ τὰ κέρατα, καὶ βοᾷ· καὶ οἱ κυνηγοὶ, αἰσθόμενοι, εὐθέως αὐτὸν συλλαμβάνουσι, καὶ ἀναιροῦσιν. Ἔστι δὲ ἐν τοῖς Σκύθαις τοῖς καλουμένοις Λώοις ζῶον καλούμενον τάρανδος, μέγεθος ἔχον βοὸς, τὴν δὲ ὄψιν τῆς τοῦ ἐλάφου παραπλήσιον. Καὶ ἔστι δυσθήρατον, τῷ πρὸς τὰ δένδρα καὶ χωρία, καὶ πρὸς πάντα οἷς ἂν ἐγγίζῃ τὴν χροιὰν μεταβάλλειν, καὶ τῇ ἐκείνων ἀφομοιοῦσθαι ἰδέᾳ, καὶ διὰ τοῦτο εἶναι πολλοῖς ἀνεπίγνωστον. Ὁμοίως δὲ καὶ ὁ χαμαιλέων εἰς οἵους ἂν ἕρπῃ λειμῶνας, καὶ ἐδάφη ξηρὰ, τὴν χροιὰν ἐκείνων μεταλαμβάνει. ∆ειλὸν ἡ ἔλαφος καὶ ὀξυδερκὲς, καὶ πρὸς τὰ ἑρπετὰ θηρία πολέμιον· καὶ εἰ διαφύγῃ αὐτὴν ὄφις, καὶ εἰς ῥαγάδα παρεισδύῃ πέτρας, ἀφικνεῖται διψήσασα εἰς τὰς πηγάς· πάνυ γάρ ἐστι πρὸς τὴν
Unit 3 rem close§u03-rem-close
u03-rem-closeRem CLOSEOUT: Unit 3 CLOSEOUT.
Greek · §u03-rem-close
δίψαν διάπυρος, ὡς καὶ τὴν γλῶτταν ἐκβάλλειν τοῦ στόματος, 741 πρὸς τὸ ὑπὸ τῆς ψυχρότητος τοῦ ἀέρος αὐτὴν ἀναψύχεσθαι. Ἐμπλησθεῖσα οὖν τοῦ ὕδατος, ἔρχεται ἔνθα ὁ ὄφις κρύπτεται, καὶ ἀνασπάσασα αὐτὸν ἐκ τῆς ῥαγάδος, συμπατοῦσα ἀναιρεῖ. Εἰ δὲ καὶ τῶν κεράτων αὐτῆς μικρόν τι ἢ τῶν τριχῶν ἐπ' οἰκίας κατακαῇ, εἴ που ἂν ἐμφωλεύει θηρίον, διαδιδράσκει. Ἐπειδὰν δὲ ἀποβάλῃ τὰ κέρατα, μόνασιν ζητεῖ, καὶ κρημνὸν ἀπρόσιτον καταλαμβάνει, καὶ ἄβατον ἐρημίαν μεταδιώκει, ὡς ἀποβαλοῦσα πρὸς τὰ ἄλλα θηρία τὸ ἀμυντήριον. Ἐπεὶ οὖν πρὸς τὰς ῥίζας τῶν ἀποβληθέντων κεράτων εἰσὶν ἑλκώσεις, εἰς πολύδενδρον τόπον κατασκηνοῖ, πρὸς τὸ μὴ ὑπὸ μυιῶν ἐκμυζεῖσθαι τὰ τραύματα, καὶ νυκτὸς νέμεται ἄνεσιν ἔχουσα. Ὅταν δὲ ἐκφύσῃ τὰ κέρατα, θαῤῥοῦσα πρόεισι καὶ μεσημβρίας. Βουλομένη δὲ δοκιμάσαι εἰ πεπηγότα αὐτῇ τὰ κέρατα, τρυφερὰ γὰρ ὄντα ὑπὸ τοῦ ἡλίου θραύεται καταφλεγόμεναι· δένδρεσι δὲ παραβάλλει τὴν κεφαλὴν, καὶ ἐντρίβει ἀντιτύπως, πειρωμένη γνῶναι, εἰ βεβαίως ἐρήρεισται. Πρὸς δὲ τὰ δήγματα τῶν φαλαγγίων, καρκῖνον ἐσθίουσα ἰᾶται. Ἡ δὲ αἲξ ἡ ἀγρία κατὰ τὴν Κρήτην, ἐὰν βέλει διαπαρῇ, τὸ καλούμενον δίκταμον ἐμφαγοῦσα, ῥᾳδίως τὸ τραῦμα θεραπεύεται. Αἱ δὲ παρδάλεις θηρῶνται εὐμαρῶς τὰ ζῶα. Σαφῶς γὰρ εἰδυῖαι ταῖς ἀπ' αὐτῶν ὀδμαῖς χαίροντα τὰ ἄλλα ζῶα, βαθέσιν ἄντροις ἱδροῦσι· τὰ δὲ, οἷα κνίσσης αἰσθόμενα, ῥινηλατεῖ, καὶ ἐγγίσαντα τῷ τόπῳ, εὐθέως ὑπὸ τῶν παρδάλεων κατεσθίονται. Ὁ δὲ πάνθηρ φίλον μέν ἐστι πάντων τῶν ζώων, ἐχθρὸν δὲ τοῦ δράκοντος. Ἔστι δὲ τῷ σώματι ἀστερωπὸν καὶ πάνυ ἡσύχιον. Καὶ ἕως μὲν οὐ χρήζει τροφῆς, μένει καθεῦδον ἐν τῷ φωλεῷ· τῇ δὲ τρίτῃ ἡμέρᾳ πεινάσαν ἔξεισι, καὶ μεγάλῃ φωνῇ βοᾷ, καὶ ἐκ τοῦ στόματος αὐτοῦ εὐωδία τις ἔξεισιν ἀρωματικὴ, δι' ἧς τὰ ἄλλα ζῶα θελγόμενα τὰ ἐγγὺς καὶ τὰ πόῤῥωθεν ἐγγίζουσιν αὐτῷ, καὶ ἕπονται τερπόμενα αὐτοῦ τῇ ποικιλίᾳ τοῦ σώματος. Ὁ δὲ πάνθηρ ὀλίγον τι προηγησάμενος αὐτῶν ὑποστρέφεται, καὶ ἐπιτηρεῖ, καὶ ὅ, τ' ἂν τῶν ζώων ἀρέσῃ αὐτῷ, ἐπιπηδήσας λαμβάνει. Ὁ δὲ ἐλέφας ἐγκυμονεῖ μὲν χρόνῳ, εἰς δέκα γὰρ ἕτη πέττει τὴν σπορὰν, καὶ ὅταν ὁ τόκος γέρων γένηται, τότε ἀποτίκτει· ἡνίκα δ' ἂν ἐς βόθρον κατενεχθῇ, καὶ ἄλλος ἐλέφας θεάσηται, πορευθεὶς συνάγει πολλοὺς ἐλέφαντας, καὶ ἐλθόντες τὸν πεπτωκότα ἀνασπῶσιν ἠρέμα ὑποκουφίζοντες. Ὁ δὲ δράκων ὁ κατὰ τὴν Ἰνδίαν περὶ τὰ νῶτα τοῦ ἐλέφαντος ἀνέρπει, καὶ τὴν νηδὺν πᾶσαν περιειλεῖται, καὶ ἣν ἂν τύχῃ φλέβα διελεῖν, ἀπλήστως ἐμφορεῖται τοῦ αἵματος, ἐπισπώμενος βιαίῳ πνεύματι, καὶ συντόνῳ ῥοίζῳ. Ὁ δὲ ἐλέφας σκιρτᾷ, καὶ τῇ προνομῇ τύπτει τὰ πλευρὰ, ὡς τοῦ δράκοντος καθεζόμενος· εἶτα ἐκκενουμένου τοῦ αἵματος, οὐκέτι πηδᾷν δυνάμενος, τρέμων ἵσταται, μικρὸν δὲ ὕστερον πίπτει, καὶ τῶν σκελῶν ἐξασθενησάντων· εἶτα καὶ ἀποψύχει, καὶ 744 συνεπιλαμβάνει τὸν δράκοντα· ὁ δὲ δράκων ὃν περιέθετο δεσμὸν λῦσαι μὴ δυνάμενος, καὶ τῷ βάρει τοῦ ἐλέφαντος πιεζόμενος, πνιγεὶς τελευτᾷ. Θερμὸς ὁ ἵππος πρὸς ἐπιθυμίαν τοῦ θήλεος. Νωθὸς ὁ ὄνος, καὶ ὀξυήκοος, καὶ μνήμων. Μνησίκακον κάμηλος. Ἀνήμερον λύκος. Εὐσταθὴς ὁ βοῦς. Εὐχάριστος ὁ κύων, καὶ φιλοδεσπότης· πολλάκις γὰρ καθ' ὁδὸν φονευομένοις αὐτοῖς ἐπαπέθανεν· ἕτεροι δὲ καὶ τοὺς φονεῖς κατεμήνυσαν, καὶ τὴν ἔνδικον πείσασθαι αὐτοὺς τιμωρίαν προεξένησαν. Τὴν δὲ ὕαιναν ὑπετόπησάν τινες ὑπονοήσαντες ἀμείβειν κατ' ἔτος τὴν θηλυκὴν φύσιν ἐπὶ τὸ ἄῤῥεν, ἢ τὴν ἄῤῥενα ἐπὶ τὸ θῆλυ. Ἔχει δὲ οὐχ οὕτως· τὸ γὰρ ζῶον, ἀσελγέστατον πάνυ ὑπάρχον, πρὸ τοῦ πόρου ὑπὸ τὴν κέρκον ἐξοχὴν κέκτηται, αἰδοίῳ θηλυκῷ παραπλήσιον, ὅπερ οὐκ ἔχει πόρον, ἢ μόνον κοιλότητα, εἰς οὐδὲν μήτρας χρειῶδες καθεστηκυῖαν, καὶ κενὴν μόνην λαγνείαν δέχεται. ∆ιὰ γοῦν τὸν ὑπερβάλλοντα πασχητιασμὸν τοῦτο ὁ ἄῤῥην καὶ ἡ θήλεια ἔχουσι τὸ ἰδίωμα· ὅταν γὰρ οἱ πόροι πεπληρωμένοι ἀσχολοῦνται περὶ τὴν κύησιν, ἐν ἀλλήλοις τὴν παρὰ φύσιν μίξιν ἐργάζονται. Ὅθεν σπανιώτατόν ἐστιν εὑρεῖν θήλειαν ὕαιναν· οὐ γὰρ συνεχεῖς αἱ κυήσεις τῷ ζώῳ γίγνονται. Ὁ δὲ λαγωὸς πρὸς συνουσίαν ἐστὶν ἀκρατέστερος. Ἡ δὲ θήλεια κατὰ μῆνα τίκτει, καὶ τεκοῦσα πάλιν ὑπὸ τοῦ τυχόντος λαγωοῦ ὀχεύεται, καὶ συλλαμβάνει ἔτι θηλαζομένη· οὐ γὰρ ἀρκεῖται ἑνί. Τὸν δὲ γρῦπα φασὶν εἶναι ζῶον παμμεγεθέστατον ὡς ἀρουραίαν σκιὰν ἐκτελεῖν· ἁρπάζει δὲ λέοντα οὕτως εὐχερῶς, ὡς ἀετὸς παρ' ἡμῖν λαγωόν. Ἔστι ζῶον χαραδριὸς ὁ παρὰ Μωϋσῇ μνημονευόμενος,
Commentarius in hexaemeron Unit 4 opening§u04-open
u04-openUnit 4.
Lemma-led open — λευκότατος, δι ὅλον τὸ σῶμα μὴ ἔχων σπῖλον ἄλλης χρόας· καὶ τούτου τὰς ἐκρύσεις τοὺς ἀμβλυ
Greek · §u04-open
λευκότατος, δι' ὅλον τὸ σῶμα μὴ ἔχων σπῖλον ἄλλης χρόας· καὶ τούτου τὰς ἐκρύσεις τοὺς ἀμβλυωποῦντας ἰᾶσθαί φασι. Καταμένειν δὲ αὐτὸν ἐν ταῖς αὐλαῖς ταῖς βασιλικαῖς ἱστοροῦσι, προφήτην ζωῆς καὶ θανάτου τοῖς κάμνουσι τῶν ἀνθρώπων γιγνόμενον. Ὅταν γὰρ, φασὶν, ἀῤῥωστία τις περιπέσῃ, ἄγουσιν ἐνώπιον αὐτοῦ τὸν χαραδριὸν, καὶ εἰ προσχῇ τῷ νοσοῦντι, καὶ ὁ νοσῶν αὐτῷ, καταπίνει τὴν νόσον ὁ χαραδριὸς αὐτοῦ, καὶ ἀνίπταται εἰς τὸν αἰθέρα τοῦ ἡλίου, κἀκεῖ τὴν νόσον τοῦ ἀνθρώπου διασκεδάζει· εἰ δὲ μὴ προσχῇ, γινώσκουσιν, ὅτι τελευτήσει ὁ κάμνων. Ὁ δὲ μονόκερως ζῶόν ἐστι μικρὸν, ὅμοιον ἐρίφῳ, δριμύτατον σφόδρα. Ἓν δὲ κέρας μόνον ἐπὶ τῆς κορυφῆς ἔχει τῆς κεφαλῆς, καὶ θηρᾶται τοιώσδε· Παρθένον ἁγνὴν ῥίπτουσιν αὐτοῦ ἐπίπροσθεν· ὁ δὲ εἰς τοὺς κόλπους αὐτῆς ἐφάλλεται· ἡ δὲ περιθάλπουσα αὐτὸν εἰς τοὺς οἴκους τῶν βασιλέων ἀποκομίζει. Ἔστι ζῶον καλούμενον καστόριον, ἤπιον πάνυ καὶ ἡσύχιον· χρησιμεύει δὲ τὰ αἰδοῖα αὐτοῦ πρὸς ἴασιν. ∆ιωκόμενον οὖν ἐπὶ τοῦτο ὑπὸ τῶν θηρευτῶν, ἀποκόπτει αὑτοῦ τὰ αἰδοῖα, καὶ ἐφίστησι τοὺς διώκοντας. Ἐπιδιωκόντων δὲ ἄλλων, ἀποκεκομμένον ἑαυτὸν δείκνυσι, καὶ ἐκκόπτει τοῦ δρόμου τοὺς θηρευτάς. 745 Ὁ δὲ μυρμηκολέων πατέρα ἔχει πρόσωπον λέοντος ἔχοντα, τὴν δὲ μητέρα μύρμηκος. Καὶ ὁ μὲν πατὴρ σαρκοφάγος ἐστὶν, ἡ δὲ μήτηρ ὀσπριοφάγος, καὶ γεννῶσι διφυῆ τὸν μυρμηκολέοντα, τὸ μὲν πρόσωπον ἔχοντα λέοντος, τὸ δὲ μέρος τὸ ὄπισθεν μύρμηκος· καὶ μὴ δυνάμενος μήτε κρέα μήτε ὄσπρια ἐσθίειν, ἀποθνήσκει. Ὁ δὲ ὄναγρος ἀγελάρχης ἐστὶ, καὶ τῶν γενομένων ἀῤῥένων θλᾷ τὰ αἰδοῖα, καὶ οὐ σπερματίζουσιν. Ὁ δὲ ἐχῖνος ὡς σφαῖρά ἐστι τῷ σώματι, καὶ ὁ νῶτός ἐστιν αὐτοῦ ὁλόκεντρος, τῶν κέντρων ὁμοίων ὄντων τοῖς τῶν θαλαττίων ἐχίνων κέντροις. Πορεύεται γοῦν ἐπὶ τὸν βότρυν τῆς ἀμπέλου, καὶ κατασπᾷ ῥᾶγας, καὶ ἐγκυλισθεὶς περιπείρει τὰς ῥάγας τοῖς κέντροις καὶ ἀφικνεῖται. ∆ολερὸν ἡ ἀλώπηξ διὰ τοιᾶσδε μηχανῆς θηρωμένη τοὺς ὄρνιθας. Εὑροῦσα γὰρ τελμιστὴν, ἐγκυλίεται εἰς αὐτὴν, καὶ πάλιν ἐνειλεῖται λεπτοτάτῃ κόνει ἢ ἀχύροις, καὶ τίθησιν ἐπὶ τοῦ πεδίου ἑαυτὴν τὰ ὄμματα ἀναπετάσασα, ἢ καὶ τὸ πνεῦμα εἰς ἑαυτὴν ἐπισπῶσα, ὡς φυσηθεῖσαν αὐτὴν ὑπὸ τῶν πετεινῶν νομισθῆναι νεκρὰν, ἅτινα καὶ καταπτάντα ἐπ' αὐτὴν εὐθέως κατεσθίει ἀρπάσασα. Ἡ σαῦρα γηράσασα πηροῦται, καὶ εἰς ῥαγάδα τοίχου πρὸς ἀνατολὰς ἐστοχασμένως βλέπουσα εἴσεισι, καὶ τοῦ ἡλίου ἀνίσχοντος ἀναπετάσασα, ὑπὸ τῆς ἀκτῖνος τῆς ἡλιακῆς καταυγασθεῖσα ἀνηλεοῦται, καὶ ὑγιὴς ἀποκαθίσταται. Οὕτω δὴ καὶ σὺ, ὦ ἄνθρωπε, ὅταν γηράσῃς ἐν ἁμαρτίαις, καὶ τυφλωθῇς τὴν διάνοιαν, τῆς δικαιοσύνης ζήτει τὸν Ἥλιον, ἵνα ἀνακαινισθῇς ἐν δικαιοσύνῃ, ἀτενίσας εἰς αὐτὸν καὶ τοῖς τῆς ψυχῆς ἀναβλέψῃς ὀφθαλμοῖς. Πάντων δὲ τῶν θηρίων πνευματικώτατον τυγχάνει καὶ πυρωδέστατον, καὶ ποικίλων σχημάτων τύπους ἀποτελεῖ ὁ δράκων ἑλικοειδὴς, καὶ ποιῶν τῆς πορείας τὰς ὁρμὰς, τάχιστα ἐφ' ᾧ βούλεται ἔπεισιν. Ἔστι· δὲ καὶ πολυχρόνιον· οὐ μόνον γὰρ τὸ γῆρας ἀπαμφίσκεται, ἀλλὰ καὶ αὔξησιν μείζονα ἐπιδέχεται. Ἐπὰν οὖν τὸν ὡρισμένον τῆς ζωῆς ἐκτελέσῃ χρόνον, εἰς ἑαυτὸν ἀναλίσκεται· οὐ γὰρ ἰδίῳ ἀποθνήσκει τέλει πρὸ τοῦ τῆς ζωῆς ἐκπληρῶσαι τὸν ὅρον, εἰ μὴ βίᾳ ἀναιρεθῇ ὑπό τινος. Τούτῳ ὁ ἰχνεύμων μονομαχεῖ, χρίσας ἑαυτὸν πηλῷ, καὶ τοὺς μυκτῆρας τῇ κέρκῳ ἐπικαλύπτων. Ἀλλὰ μὴν καὶ πρὸς τὴν Αἰγυπτίαν ἀσπίδα ποιεῖται συμπληγάδα τοιῶσδε· Αὕτη μὲν ἔπεισιν αὐτῷ πολλῷ ῥοίζῳ τὴν οὐρὰν ἑλικοειδῶς ἐπισύρουσα, τὰ δ' ἀπὸ στηθῶν πρὸς τῇ κεφαλῇ ἄνω πηδῶσα μετέωρος, εὔστερνός τε καὶ πλατυαύχην ἐκφυσηθεῖσα, θυμοῦ τε ἔμπλεως γενομένη ἐπέρχεται, περιφέρουσα τὴν γλῶτταν μετὰ συντόνου συριγμοῦ· ὁ δὲ ἰχνεύμων, ὀρθώσας τὴν κέρκον, ἐπισείει ἀπατῶν αὐτὴν, καὶ μεθέλκων, τοῖς δὲ ἕμπροσθεν ὀκλάσας ποσὶν ἐπιφέρεται, καὶ ταπεινωθεὶς ὅλος τὴν ὄψιν μόνην ἐκτείνει,
Unit 4 rem early§u04-rem-early
u04-rem-earlyRem early: Unit 4; lemma and argument toward the thesis.
Greek · §u04-rem-early
καραδοκῶν μὴ φθάσῃ πληγὴν καιρίαν δέξασθαι. Ἐπειδὰν οὖν ἴδῃ τὴν ἀσπίδα, ὡς πρὸς θηρίον τὴν κέρκον ἁμιλλωμένην προθύμως, αἰφνιδίως ἐπιπηδήσας τὸν αὐχένα αὐτῆς πιέζει, καὶ ἀποπνίγει. 748 Σαῦρα δὲ ἡ λεγομένη σαλαμάνδρα, ἐὰν εἰς κάμινον, ἢ βαλανεῖον ἐπεισέλθῃ, ἀποψυχραίνει αὐτό. Φασὶ δὲ τὴν ἔχιδναν διὰ στόματος τοῦ ἄῤῥενος τὴν γονὴν δέχεσθαι, καὶ συναποκόπτειν τοῖς ὀδοῦσι αὐτὸ τὸ μόριον, καὶ ἀποκτείνειν αὐτόν. Αὕτη δὲ, ἔγγυος γενομένη, ὑπὸ τῶν τέκνων ἀναιρεῖται· ἔτι γὰρ ἐν τῇ κοιλίᾳ αὐτῆς ὑπάρχοντα τὴν μήτραν καταφαγόντα, καὶ τὴν κοιλίαν ἀναῤῥήξαντα διὰ τῆς πλευρᾶς ἔξεισι. Γηράσας δὲ ὁ ὄφις ἐκτυφλοῦται, καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα χαυνοῦται τῷ σώματι, καὶ εἰσέρχεται εἰς ῥαγάδα πέτρας στενὴν, καὶ τῇ βίᾳ διασυρόμενος τὸ δέρμα τὸ γεροντικὸν ἀποδύεται, καὶ ἀνανεοῦται. Ὅταν δὲ διψήσῃ, τὸν ἰὸν πρότερον ἀποτίθεται, καὶ οὕτως ἐκπίνει τὸ ὕδωρ ἐκ τῆς πηγῆς. Ἀγρεύων δὲ τοὺς μυοξοὺς ἐκτυφλοῖ καὶ τρέφει, καὶ πεπανθέντας κατεσθίει αὐτούς. Ἐὰν δὲ γυμνὸν θεάσηται ἄνθρωπον, οὐ πρόσεισιν· εἰ δὲ ἐνδεδυμένον, ἐφάλλεται. Ὁ δὲ βασιλίσκος ἰὸν θανατηφόρον ἀποπέμπει τῷ ὀφθαλμῷ, ὥστε τὸν θεασάμενον παραχρῆμα ἀπονεκροῦσθαι. Τὸ δὲ φύσημα αὐτοῦ τυγχάνει πύρινον, καταφλέγον χώρας, καὶ τόπον σύνδενδρον. Ἱστοροῦσι δὲ αὐτὸν τοιούτῳ τρόπῳ συνίστασθαι. Ἐπὰν ὄφεις πλείονες κατακλεισθῶσιν ὁμοῦ, καὶ λοιμώξωσιν (ἐπειδήπερ τὸ ζῶόν ἐστι παμμίαρον), ἕκαστος τὸν πλησίον κατεσθίει· καὶ ὁ ἰσχυρότερος ἀναλίσκων ὄφις τὸν ἀσθενέστερον, καὶ πληρωθεὶς πάντων τῶν ὄφεων ἰοῦ, ὧν κατεδήδοκε, βασιλίσκος γίγνεται ἰὸν ἔχων χαλεπώτατον, ὡς καὶ ἀπὸ μόνου τοῦ ὀφθαλμοῦ θανατοῦν. Ὁ δὲ κάνθαρος, ἐκ τῆς βοείας ὄνθου κυκλοτερὲς σχῆμα πλασάμενος, ἀντιπρόσωπος κυλινδεῖ. Φασὶ δὲ αὐτὸν ἑξάμηνον ἐπάνω τῆς γῆς, καὶ σπερμαίνειν εἰς τὴν ὄνθιον σφαῖραν, καὶ τίκτειν ἄῤῥενα κάνθαρον· οὐ γὰρ θῆλυς ὑπάρχει κάνθαρος πώποτε. Καὶ οἱ Αἰγύπτιοι διὰ τὴν τοιαύτην φύσιν αὐτοῦ σέβονται αὐτὸν εἰς ἥλιον μετασχηματίζοντες, ἐπειδὴ κυλίει σφαῖραν, καὶ τὰ ἄστρα ὄφεων σχήμασιν ἀπεικάζουσι, διὰ τὸ λοξὴν ποιεῖσθαι τὴν πορείαν αὐτούς. Οἱ δὲ μύρμηκες τὸν σῖτον συνάγοντες διὰ μέσου τῶν κόκκων τέμνουσι, πρὸς τὸ μὴ ἐκφύσαι αὐτὸν νοτιζόμενον· καὶ μένουσι τὸν χειμῶνα ἀπρόϊτοι, διὰ τοῦ θέρους αὐτάρκη τὴν τροφὴν πορισάμενοι. Ἡ δὲ βδέλλα, σκωληκοειδὲς ζῶον ὑπάρχουσα, ἐν τοῖς γλυκέσιν ἐκδιαιτᾶται ὕδασι· καὶ πίνων τις λάβρως συγκαταπίνει αὐτὸ, διὰ τὴν πολλὴν λειότητα συνολισθαίνει τῷ πινομένῳ ὕδατι. Καὶ οὐ μικρὰν ἐξ αὐτοῦ βλάβην ὑφίσταται, τῆς σαρκὸς τοῦ αἵματος ἐκμυζοῦντος αὐτοῦ, καὶ τούτου αὔξοντος· ἀχόρταστον δὲ τυγχάνει πρὸς δίψαν αἵματος. Καὶ πολλάκις αὐτὸ τῆς ἀφαιρέσεως δεομένοις ἰατροῖς οὐκ ἀνιμᾶται, ἕως ὅτου διαῤῥαγείη. Ταῖς δὲ ἀσπίσι καὶ τοῖς ἄλλοις τοῖς δηκτικοῖς ἑρπετοῖς αἴλουρός ἐστι πολέμιος. Τῶν δὲ ὄφεων, καὶ τῶν ἀκρίδων, καὶ τῶν καμπῶν ὁ ἴβις. Τοῖς δὲ κεράσταις, καὶ σκορπίοις, καὶ τοῖς ἄλλοις μικροῖς ἑρπετοῖς ὁ ἱέραξ θανατηφόρος καθέστηκεν. Ἔστι δὲ τοῦτο 749 συμπαθὲς πρὸς τὸν ἄνθρωπον· ἐὰν γὰρ θεάσηται αὐτὸν νεκρὸν καὶ ἄταφον, κατοδύρεται, καὶ γῆν ἐπιῤῥίπτει αὐτῷ. Μετὰ δὲ τὴν τοῦ κόσμου ποίησιν, ὕστερον τὸν ἄνθρωπον ὁ Θεὸς ἐδημιούργησε, τῷ μὲν θερμῷ θραύσας τὸ ψυχρὸν, τῷ δὲ ξηρῷ δήσας τὸ ὑγρὸν, καὶ λύσας πάλιν τὸ ξηρὸν τῷ ὑγρῷ, συνεστήσατο αὐτὸν, ἔχοντα πάντα τὰ μέρη τοῦ παντός. Ὥσπερ γὰρ ἡ γῆ ἑστῶσα τὸν ψυχρὸν ἀέρα περικεχυμένον ἐν ἑαυτῇ κέκτηται, τεταγμένως δὲ ἐπ' αὐτῷ τὸ πῦρ αἰωρούμενον, καὶ πάλιν τὸ ὕδωρ περιθέον κύκλοθεν αὐτήν· οὕτω δὴ καὶ ὁ ἄνθρωπος καθάπερ γῆ τῶν ὀστέων στερεμνίᾳ φύσει, καὶ τῇ ἐπ' αὐτὸν κεχυμένῃ σαρκὶ συνεστὼς τὴν πνευματικὴν διὰ τῶν μυκτήρων ἀναπνοὴν, ὥσπερ ἀέρα κεκλήρωται τὴν ἔμφυτον αὐτοῦ θερμότητα καὶ καταψύχουσαν. Καὶ γὰρ ὁ ὑπὲρ κεφαλῆς ἡμῶν ἀὴρ, τὴν πυρώδη τοῦ ἀέρος φύσιν καταψύχων, εὔκρατον παντὶ τῷ βίῳ τῶν ζώων καθίστησι. Τὸ δὲ θερμὸν τὸ ἐνυπάρχον τῷ σώματι τοῦ ἀνθρώπου τὴν τοῦ φλέγματος ἐκτήκει ἀμετρίαν, καθάπερ κρυσταλλῶδες πίλημα ὕδατος. Αἱ δὲ φλέβες καὶ τὸ αἷμα τὸ ἐν αὐταῖς ποταμῶν μιμήματα ἀποσώζουσιν. Τοιοῦτον ὁ Θεὸς τεκτηνάμενος τὸν ἄνθρωπον ἐκ τῆς γῆς, καὶ δοὺς αὐτῷ λογικὴν ψυχὴν, τοῦ παραδείσου τῆς τρυφῆς ἀπολαύειν αὐτὸν παρ.................. Εἶτα τῆς ἐντολῆς παρακούσαντα εἰς τὴν γῆν αὐτὸν ταύτην μετέστησεν, ἐπίμοχθον αὐτῷ τὸν βίον ἔχειν ἐπ' αὐτῆς ἀποφηνάμενος. Γνωρίσας οὖν τὴν γυναῖκα αὐτοῦ Εὔαν, υἱοὺς δύο ἐγέννησε,
Unit 4 rem mid§u04-rem-mid
u04-rem-midRem mid: Unit 4; lemma continues; reading with the letter.
Greek · §u04-rem-mid
τὸν Κάϊν, καὶ τὸν Ἄβελ. Καὶ ὁ μὲν Κάϊν ἦν γεωργὸς, ὁ δὲ Ἄβελ ποιμὴν, καὶ τοῦ γεωργοῦ οὐ μετῄει τὰς ἀπαρχὰς τῶν καρπῶν. Προσήνεγκεν ὁ Ἄβελ τῷ Θεῷ· καὶ ἡ θυσία αὐτοῦ ἐδέχθη. Ὁ δὲ Κάϊν, πρῶτος αὐτὸς τῶν γεννωμένων ἐμφορηθεὶς, οὕτως ἀνήνεγκε· καὶ ἄδεκτος αὐτοῦ ἡ θυσία ἐγένετο. Καὶ ὀργισθεὶς ἐπὶ τούτῳ ὁ Κάϊν, ἀνεῖλε φθόνῳ τὸν ἀδελφὸν αὐτοῦ· καὶ ὁ Θεὸς ἐπάρατον αὐτὸν ποιησάμενος, καὶ τῆς γῆς ἐκείνης ἐξέβαλεν. Ὁ δὲ, πολλὴν περινοστήσας ὁδὸν, εἰς τόπον τινὰ Καϊνᾶν ὀνομαζόμενον ἦλθε, καὶ πᾶσαν ἀῤῥητοποιίαν μετήρχετο, τοὺς παριόντας ἐνεδρεύων, καὶ ἀναιρῶν, καὶ ἐκ τῶν σκύλων χρημάτων συνάγων πλῆθος ἀμύθητον. Πρῶτος δὲ Κάϊν μέτρα, καὶ σταθμοὺς, καὶ ὅρους γῆς ἐπενόησε, καὶ οἰκοδομὴν πόλεως, πάντων τῶν κατ' ἐκεῖνο καιροῦ τὸν ἀκέραιον καὶ ἀπράγμονα βίον ἀσπαζομένων. Ὁ δὲ Ἀδὰμ, μένων ἐν ᾧ τόπῳ ἐτύγχανε, πολλοὺς παῖδας καὶ θυγατέρας ἐποίησεν, ἐν οἷς ἐξαίρετός τις ὑπῆρχεν ὁ Σὴθ, ὅστις ἐν ἡλικίᾳ γενόμενος πολλὰς ἀρετὰς ἐπενόησεν, ὧν καὶ τοὺς ἀπογόνους αὐτοῦ ζηλωτὰς καταλέλοιπεν. Οὗτος γὰρ πρῶτος ἀστρονομίαν καὶ πᾶσαν τὴν οὐράνιον ἐφεῦρε διακόσμησιν, ἥντινα ἄχρι τῶν ἐσχάτων χρόνων διαμεῖναι τοιῶσδε ὁ Ἀδὰμ παρεσκεύασε· μέλλων γὰρ τελευτᾷν ὁ Ἀδὰμ προφητεύει τοῖς παισὶ μέλλειν τὸν Θεὸν τὴν 752 ἐν κόσμῳ φύσιν ἀπαλείφειν πυρὶ καὶ ὕδατι· καὶ ἀκούσαντες οἱ περὶ τὸν Σὴθ δύο στήλας ἐποίησαν, τὴν μὲν ἐκ λίθου, τὴν δὲ ἐξ ὀπτῆς πλίνθου κατασκευάσαντες· καὶ ἐν ταύταις πᾶσαν τὴν οὐράνιον φορὰν ἐνεχάραξαν, πρὸς τὸ μὴ ἄληστον τὴν τῆς ἀστρονομίας αὐτῶν γενέσθαι εὕρεσιν· ἵνα, εἰ μὲν ὕδατι τὰ πάντα φθείρεται, ἡ λίθινος στήλη φυλάττηται, εἰ δὲ πυρὶ, ἡ ὀστρακώδης. Γενομένης οὖν τῆς κατομβρίας, ἡ λίθινος στήλη διέμεινεν, ἥτις ἄχρι τῆς δεῦρο μένει ἐν γῇ τῇ Σηϊρειὰδ ἐστηλωμένη. Ἐγέννησε δὲ ὁ Κάϊν τὸν Ἐνὼχ, καὶ ὁ Ἐνὼχ τὸν Γαϊδὰδ, καὶ ὁ Γαϊδὰδ τὸν Μαλελεὴλ, καὶ ὁ Μαλελεὴλ τὸν Μαθουσάλα, καὶ οὗτος τὸν Λάμεχ. Καὶ ὁ Λάμεχ δύο γυναῖκας ἠγάγετο, Ἀδὰν καὶ Σελὰν, καὶ ἐξ αὐτῶν τρεῖς παῖδας ἐποίησεν, ἐκ μὲν τῆς Ἀδὰν τὸν Ἰωβὴλ, ὅστις κτηνοτρόφος ἐγένετο, καὶ τὸν Ἰουβὰλ, ὃς ψαλτήριον καὶ κιθάραν ἐξεῦρεν. Ἐκ δὲ τῆς Σελὰν τὸν Θόβελ, ὅστις σφυροκόπος χαλκοῦ καὶ σιδήρου ἐγένετο. Ὁ δὲ Ἀδὰμ, ζήσας ἔτη ἐννακόσια δέκα δύο, ἀπέθανεν. Ἐνὼς δὲ υἱὸς τοῦ Σὴθ ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου· ζήσας δὲ ἔτη ἐννακόσια πέντε ἀπέθανε. Καὶ ὁ υἱὸς αὐτοῦ Καϊνὰν, ζήσας ἕτη ἐννακόσια δέκα, ἐτελεύτησε. Καὶ ὁ υἱὸς Μαλελεὴλ, ζήσας ἕτη ἑπτακόσια ἐννενήκοντα πέντε, ἀπέθανεν. Ὁ δὲ τούτου υἱὸς Ἰάρεδ, ἔτη βιώσας ἐννακόσια ἑξήκοντα, ἐτελεύτησεν. Τοῦ δὲ Ἰάρεδ υἱὸς Ἐνὼχ, εὐαρεστήσας τῷ Θεῷ, μετετέθη. Ὁ δὲ υἱὸς αὐτοῦ Μαθουσάλα, ζήσας ἔτη ἑπτακόσια καὶ ἑξήκοντα ἐννέα, ἐτελεύτησε. Λάμεχ δὲ ὁ υἱὸς Μαθουσάλα, ζήσας ἕτη ἑπτακόσια πεντήκοντα τρία, ἀπέθανεν. Τούτῳ τῷ Λάμεχ υἱὸς Νῶε ἐγένετο ἀρεταῖς ἀγαθῶν πράξεων ἡδόμενος, ὃς ἔπειθε τὸ ἀνθρώπινον γένος μεταβληθῆναι ἀπὸ τῆς κακίας εἰς ἀρετήν· ἄχρι γὰρ ἑβδόμης γενεᾶς οἱ ἄνθρωποι δεσπότην τῶν ἁπάντων τὸν Θεὸν ἐπεγράφοντο, καὶ δικαιοσύνης ἐφρόντιζον. Ὕστερον δὲ τοῦ χρόνου προϊόντος εἰς πᾶσαν παρανομίαν ἐξώκειλαν. Ὡς οὖν ὁ Νῶε οὐκ ἔπειθε τῆς κακίας ἀποστῆναι αὑτοὺς, τὴν συνουσίαν αὐτῶν βδελυξάμενος εἰς ἄλλην γῆν ἀνεχώρησε. Καὶ προστάττει αὐτῷ ὁ Θεὸς κατασκευάσαι κιβωτὸν τετράστεγον, ἔχουσαν τὸ μὲν μῆκος τριακοσίων πηχῶν, τὸ δὲ πλάτος πεντήκοντα, καὶ τὸ βάθος τριάκοντα, ὅπως, ἐπ' αὐτῆς ἅμα τῇ συγγενείᾳ αὐτοῦ καθείρξας ἑαυτὸν, ἐκφύγῃ τὸν ἐκ τοῦ κατακλυσμοῦ κίνδυνον. Ἐβούλετο γὰρ ὁ Θεὸς τοιαύτῃ τιμωρίᾳ τὴν πονηρίαν τῶν τότε ἐξαφανίσαι. Ἐπενεχθέντος δὲ τοῦ κατακλυσμοῦ ἐκαλύφθη τὰ ὑψηλὰ τῶν ὀρέων ὑπὸ τοῦ ὕδατος. Ἔτι γὰρ καὶ νῦν ἐπὶ τῆς ἀκρωρείας τοῦ Λιβάνου λίθους εἰς οἰκοδομήν τινες ἐκτέμνοντες, θαλαττίων ἰχθύων γένη εὑρίσκουσιν, οὓς συνέβη εἰς τὰ κοιλώματα τῶν ὀρέων συναποπαγῆναι τῇ ἰλύϊ. 753 Ἡ δὲ κιβωτὸς, ἀνυψωθεῖσα ὑπὸ τοῦ ὕδατος, εἰς ἄκραν τινὰ ὄρους τοῦ κατὰ τὴν Ἀρμενίαν ἔστη, καὶ λωφήσαντος τοῦ ὕδατος, οἱ ἐν τῇ κιβωτῷ πάντες ἐξεπορεύθησαν. Καὶ τὸν τόπον ἕτι καὶ νῦν ἐκεῖνον Ἀποβατήριον οἱ ἐπιχώριοι προσαγορεύουσι, καὶ τὰ λείψανα τῆς κιβωτοῦ ἐπιδεικνύουσι, καὶ τῇ ἀσφάλτῳ αὐτῆς εἰς ἀποτροπιασμοὺς κέχρηνται. Ὁ δὲ Νῶε ἐτελεύτησεν ἔτη ζήσας ἐννακόσια καὶ πεντήκοντα, καὶ οἱ υἱοὶ αὐτοῦ, δεδοικότας τοὺς ἄλλους πάντας ἀπὸ τοῦ ὄρους μεταναστῆναι, (ὑπώπτευον γὰρ ἑτέρας αὖθις πειρασθῆναι ἐπομβρίας·) πείθουσι κατελθεῖν, καὶ τὴν ἡπλωμένην
Unit 4 rem close§u04-rem-close
u04-rem-closeRem CLOSEOUT: Unit 4 CLOSEOUT.
Greek · §u04-rem-close
κατοικίσαι πεδιάδα. Ἵνα δὲ μὴ πληθυνθέντες στάσιν μετ' ἀλλήλων κινήσωσι, προσέταττεν αὐτοῖς ὁ Θεὸς ἀποικίας ποιήσασθαι. Οἱ δὲ οὐχ ὑπήκουσαν, γῆν καλὴν γεωργοῦντες, καὶ καρπῶν ἀφθονίαν μεγίστην ἔχοντες. Πάλιν οὖν συμφορᾷ χαλεπῇ ὑποβάλλει αὐτοὺς πρὸς τὸ τὴν ἀποικίαν στείλασθαι. Οἱ δὲ οὐδ' οὕτως εἶξαν τοῦ Θεοῦ τῷ βουλήματι, τὴν εὐφορίαν τῆς γῆς οὐ κατ' εὐμένειαν τοῦ Θεοῦ, ἀλλὰ κατ' ἰδίαν ἰσχὺν περιεῖναι αὐτοῖς ὑπελάμβανον. Ταύτην δὲ τὴν οἴησιν ἔχειν αὐτοὺς Νεβρὼθ ἔπειθεν ὁ γίγας, τολμηρός τις ὢν, καὶ κατὰ χεῖρα γενναῖος, ὃς καὶ, τοῦ Θεοῦ ἀποστήσας αὐτοὺς, αὐτῷ τῷ σέβας περιποιεῖσθαι αὐτοὺς ἠνάγκασε, καὶ δὴ πύργον αὐτοὺς ἐπιτρέπει τεκτήνασθαι τῷ ὕψει τοῦ οὐρανοῦ ἐπιψαύοντα, ἀπειλῶν τὸν Θεὸν ἀνταμύνασθαι, εἰ πάλιν τῷ κόσμῳ ἐπενέγκῃ κατακλυσμόν. Τοῦ γοῦν πλήθους πολλῇ σπουδῇ τῇ μανίᾳ συνεργοῦντος αὐτῷ, καὶ λόγου θᾶττον τὸν πύργον κατασκευάζοντος, ὁ Θεὸς τὴν διάλεκτον αὐτῶν παραχρῆμα συνέχεε, καὶ ὑπὸ τῆς ἀνομοιογλωσσίας διεσκεδάσθησαν, κἀκ τούτου ὁ τόπος Βαβυλῶνα τὴν κλῆσιν εἴληφεν, τῶν Ἑβραίων τὴν σύγχυσιν Βαβυλὼν ὀνομαζόντων. Ἕκαστος γοῦν τὴν προστυγχάνουσαν γῆν κατελάμβανε, καὶ ἐπλήρουν πᾶσαν παράλιόν τε καὶ ἤπειρον, ἔτι δὲ καὶ τὰς νήσους· τὸ γὰρ πέλαγος πλοίοις διαπορθμεύοντες ταύταις ἐγκαθωρμίζοντο. Ἔνια γοῦν τῶν ἐθνῶν σώζει τὰς προσηγορίας τῶν κτισάντων, ἔνια δὲ καὶ μετέβαλε, τῶν Ἑλλήνων μετὰ ταῦτα κρατησάντων, καὶ ἰδίοις ὀνόμασι καλλωπισάντων τὰ ἔθνη, καὶ νόμους δὲ αὐτοῖς οἰκείους ἔθεσαν πρὸς τὴν δόξαν τῆς κτίσεως σφετερίσασθαι αὐτοὺς, ὡς μηδεμίαν ὑπόνοιαν προγενεστέρων καταλιπεῖν τοῖς μετέπειτα. Ἐγένοντο οὖν τῷ Νῶε τρεῖς υἱοὶ, Σὴμ, Χὰμ, Ἰάφεθ· ἀπὸ Ταύρου καὶ Ἀμμανοῦ τῶν ὀρῶν ἀρξάμενοι ᾤκησαν, καὶ προῆλθον ἐπὶ μὲν τῆς Ἀσίας ἄχρι ποταμοῦ Τανάϊδος, ἐπὶ δὲ τῆς Εὐρώπης ἄχρι Γαδείρων. Εἰσὶ δὲ οὗτοι· Γαμὲρ, ὅστις Γαμαρεῖς, τοὺς νῦν Γαλάτας, συνέστησεν· Ἀγὼδ Μαγώδεις, τοὺς νῦν Σκύθας· Ἀδαῒ Μαδαίους, τοὺς νῦν Μήδους· Οὐὰν Ἰωνίαν, καὶ τοὺς Ἕλληνας· Ὀβὲλ Θεοβέλους,τοὺς νῦν Ἴβηρας· Ὀσὸχ Μεσχηναίους, τοὺς νῦν 756 Καππαδόκας· Θέρας τοὺς Θείρας, τοὺς νῦν Θρᾷκας. Ἐγένοντο δὲ καὶ τῷ Γαμὲρ υἱοὶ τρεῖς· Σχανὰξ, ἐξ οὗ Ἀσχαναξαῖοι, οἱ νῦν Ῥηγῖνες· Ῥιφὰθ, ἐξ οὗ. Ῥφαθέοι, οἱ νῦν Παφλαγόνες· Θυγραμμάϊς, ὃς συνέστησεν Θυγραμμεῖς, τοὺς νῦν Φρύγας. Υἱοὶ δὲ τῷ Ἰωούα τρεῖς, Ἐλισασὰ, ἀφ' οὗ Ἀλισαῖοι, οἱ νῦν Αἰολεῖς· Θαρσῆς, ἀφ' οὗ Θαρσεῖς, οἱ νῦν Κύλικες· οὕτω γὰρ τὸ παλαιὸν ἡ Κιλικία ἐκαλεῖτο· ἔτι γὰρ καὶ νῦν Θαρσῆς ἡ μητρόπολις αὐτῆς καλεῖται· Χεθεὶμ Χεθειμὰ τὴν νῆσον, ἣν ἄρτι Κύπρον προσονομάζουσιν· ἀπ' αὐτῆς γὰρ πᾶσαν νῆσον καὶ τὴν παράλιον Ἑβραῖοι Ἠθθὼ καλοῦσιν. Οἱ δὲ υἱοὶ τοῦ Χὰμ, τὴν ἀπὸ Συρίας, καὶ Ἀμμανοῦ, καὶ Λιβάνου τῶν ὀρέων γῆν κατέσχον, ὅσα πρὸς θάλασσαν αὐτὴν τέτραπτο καταλαβόντες, καὶ τὰ μέχρι τοῦ Ὠκεανοῦ ἐξιδιωσάμενοι. Καὶ ἐνίων μὲν παντελῶς αἱ προσηγορίαι ἠμείφθησαν, ἐνίων δὲ εἰς ἑτέρας ἐνημείφθη δυσεπιγνώστους· ὀλίγων δὲ ἔτι αἱ ὀνομασίαι ἀκέραιοι σώζονται. Εἰσὶ δὲ υἱοὶ τοῦ Χὰμ οἵδε· Χοῦς, ἐξ οὗ Χουσαῖοι, οἱ νῦν Αἰθίοπες· Μεστρὲμ, ἐξ οὗ Μεστραῖοι, οἱ νῦν Αἰγύπτιοι· Φοὺτ, Φουτοὶ, οἱ νῦν Λίβυες, καὶ ἔτι τοῦ δεῦρο ὁ παρὰ Μαύροις ποταμὸς καὶ ἡ σύνεγγυς χώρα αὐτοῦ Φουτοὶ καλοῦνται. Ἐκλήθησαν δὲ Λίβυες τὸ ἔθνος, καὶ ἡ χώρα ἑνὸς τῶν ἀπὸ Μεστρὼν υἱῶν ὀνόματι Λίβυος βασιλεύσαντος αὐτῶν. Τῷ δὲ Χοῦς ἐγένοντο υἱοὶ ἑπτά· Σαβὰτ, ἀφ' οὗ Σαβάκιοι, οἵτινες ἄχρι τοῦ δεῦρο τὴν ὀνομασίαν ἅμα τῇ χώρᾳ σώζουσιν· Εὐιλὰτ, ἐξ οὗ Εὐιλαῖοι, οἱ νῦν γε Τοῦλοι· Σαβὰθ, ἐξ οὗ Σαβαθηνοὶ, οἱ νῦν Ἀστάβαροι· Ῥεγμαρὰ, ἐξ οὗ Ἀλλαῖοι, οἱ ἔτι καὶ νῦν ταύτην τὴν κλῆσιν ἔχουσιν· Ἰουδαδὰν, ἐξ οὗ Ἰουδαδαῖοι, Αἰθιοπικὸν ἔθνος ὁμώνυμον μέχρι νῦν τῷ προπάτορι· Σεβεκαθὰ, ἐξ οὗ Σαβακτηνοὶ, οἳ καὶ αὐτοὶ ὁμώνυμοι· Νεβρὼδ οὗτος, μείνας ἐν τῇ Βαβυλῶνι, πρῶτος αὐτοῖς ἐτυράννησεν. Μεστρὲμ υἱοὶ ὀκτὼ, οἵτινες τὴν ἀπὸ Γάζης καὶ ἕως Αἴγυπτον κατέσχον γῆν. Τοῦ δὲ Φιλιστιεὶμ ἡ χώρα τότε κατεῖχεν ἕως τινὸς τὴν ὁμωνυμίαν, ὕστερον δὲ ἐκλήθη Παλαιστίνη. Ἐγένοντο δὲ καὶ τῷ Χανὰν παῖδες ἕνδεκα· Σιδὼν πρωτότοκος, ὅστις ὁμώνυμον ἑαυτοῦ πόλιν τῇ Φοινίκῃ Σιδῶνα ἔκτισεν· Ἀμάθιος τὴν Ἀμαθινὴν, τὴν νῦν Ἐπιφάνειαν, ᾠκοδόμησε, τῶν Μακεδόνων τινὸς κρατήσαντος αὐτῆς ἐπιδόξου, καὶ τὸ οἰκεῖον ὄνομα ἐπιθέντος αὐτῇ· Ἀρουκαῖος δὲ γῆν τὴν ἐν τῷ Λιβάνῳ ἔκτισεν· Ἀρόδιος οὗτος Ἄραδον τὴν νῆσον ᾤκησεν· Ἀσένασσος, ἀφ' οὗ Ἀσενναῖοι. Σαμάρειος δὲ
Commentarius in hexaemeron Unit 5 opening§u05-open
u05-openUnit 5.
Lemma-led open — Σαμάρειαν, Χετταῖος Χετταίους, Ἰεβουσαῖος Ἰεβουσαίους συνεστήσατο· Ἀμοῤῥαῖος Ἀμοῤῥαίους, ο
Greek · §u05-open
Σαμάρειαν, Χετταῖος Χετταίους, Ἰεβουσαῖος Ἰεβουσαίους συνεστήσατο· Ἀμοῤῥαῖος Ἀμοῤῥαίους, οἵτινες ᾤκουν τὴν Βεθήλ· Γεργεσαῖος Γεργεσαίους, οἵτινες τὰ ἐπέκεινα κατῴκουν τοῦ Ἰορδάνου ἄχρι Φιλαδελφίας· Εὐαῖος Εὐαίους. Καὶ οἱ μὲν Κιναῖοι περὶ τὸν Λίβανον ᾤκουν καὶ Ἄμαρον· οἱ δὲ Ἐνιακεὶμ γίγαντες τὴν Χεβρών· καὶ περὶ αὐτὴν οἱ Χετταῖοι καὶ οἱ 757 Φερεζαῖοι ἀναμὶξ τοῖς Χαναναίοις τὴν Παλαιστίνην κατεῖχον· οἱ δὲ Ῥαφίαν τὴν Φιλαδελφίαν· πάλιν δὲ οἱ Γεργεσαῖοι τὰ Γάδαρα, καὶ Γέργισαν πόλιν, καὶ τὴν Τιβεριάδα εἶχον λίμνην, καὶ οἱ Ἰεβουσαῖοι τὴν νῦν Ἱερουσαλήμ. Πέντε καὶ Σὴμ παῖδες ἐγένοντο, οἵτινες τὴν μέχρι τοῦ κατ' ἰδίαν Ὠκεανοῦ Ἀσίαν κατῴκησαν, ἤτοι ἀπὸ τοῦ Εὐφράτου τὴν ἀρχὴν ποιησάμενοι. Εἰσὶ δὲ οὗτοι· Αἰλὰμ, ἀφ' οὗ Αἰλαμαῖοι, οἱ νῦν Πέρσαι· Ἀσοὺρ, ἀφ' οὗ Ἀσσύριοι· Ἀρφαξὰδ, ἀφ' οὗ Ἀρφαξαῖοι, οἱνῦν Χαλδαῖοι· Ἀρὰμ, ἀφ' οὗ Ἀραμαῖοι, οἱ νῦν Σύροι. Κατέσχον δὲ οὗτοι ἀπὸ Μεσοποταμίας ἕως τῶν ὀρέων Ἀραρὰτ, ἅ ἐστι πρὸς τὴν Ἀρμενίαν· Λοὺδ, ἀφ' οὗ Λυδαῖοι, οἱ νῦν Λυδοί· Καϊνὰν, ἀφ' οὗ Κανᾶται. Υἱοὶ δὲ τοῦ Ἀρὰμ τέσσαρες ἐγεννήθησαν· Οὒζ, ὅστις ἔκτισε ∆αμασκὸν καὶ τὴν Τραχωνῖτιν, ἥτις μέση τῆς Παλαιστίνης καὶ Κοίλης Συρίας ἐστίν· Οὒλ, ἀφ' οὗ Λαζονεῖς· Γαθὲρ, ἀφ' οὗ Σταφηνοί· Μεσὸχ, ἀφ' οὗ Μασσήνιοι. Υἱοὶ Ἀρφαξάδ· Καϊνὰν, ἀφ' οὗ Σογγοδιανοί· ἀπὸ τούτου δὲ καὶ ἡ ἀστρονομία καὶ οἰωνισμοὶ ἐπενοήθησαν. Υἱὸς δὲ ἐγένετο τῷ Καϊνὰν Σαλὰ, ἀφ' οὗ Σουσιανοί. Υἱὸς τοῦ Σαλὰ Ἕβερ, ἀφ' οὗ Ἑβραῖοι, οἵτινες τὴν ἀρχαίαν κατέσχον τὴν Ἑβραΐδα διάλεκτον, τοῦ Ἕβερ μὴ συμπαραγενομένου εἰς τὴν τοῦ πύργου οἰκοδομὴν, καὶ ἀλλοιωθέντος τὴν γλῶτταν. Υἱοὶ δὲ τοῦ Ἕβερ Φαλὲκ, ἀφ' οὗ Ἀδιαβηνοί· Ἰεκτὰν, ἀφ' οὗ Ἐδραμαῖοι. Ὁ δὲ Φαλὲκ διὰ τοῦτο ἐκλήθη Φαλὲκ, ἐπειδὴ κατὰ τὸν ἀπόστολον τῶν ἀποικιῶν ἐτέχθη. Φαλὲκ γὰρ οἱ Ἑβραῖοι μερισμὸν λέγουσιν, ἐπ' αὐτοῦ ἐμερίσθησαν. Καὶ ὁ ὑπονοούμενος τῶν ἐτῶν τῆς τοῦ κόσμου διαμονῆς ἀριθμὸς εἰς δύο διῃρέθη ἰσαίτατα· τρισχίλια γὰρ ἐπὶ τῇ γενέσει τῆς αὐτοῦ τοῦ κόσμου ὑπάρξεως ἔτη ἐπερατώθη. Λογιζόμεθα γὰρ διαμεῖναι τὴν κτίσιν ἄχρις ἕκτης χιλιάδος, ἐπεὶ καὶ ἐν ἒξ ἡμέραις ὁ Θεὸς τὴν συντέλειαν τοῦδε τοῦ παντὸς συνεστήσατο. Χιλιετεῖς δὲ τὰς ἡμέρας λογίζεσθαι τὸ Θεῖον οἶμαι· Κυρίου γὰρ, φησὶν, ἡμέρα ὡς χίλια ἔτη. Γίνεται οὖν ἀπὸ Ἀδὰμ ἐπὶ τὴν τελευτὴν Φαλὲκ ἔτη τρισχίλια. Ἐπὶ δὲ τὴν τοῦ Κυρίου παρουσίαν καὶ ἀνάστασιν ἔτη πεντακισχίλια καὶ πεντακόσια τριάκοντα ἓν, ὡς λείπειν τετρακόσια πεντήκοντα ἐννέα ἔτη τῆς ἕκτης χιλιάδος. Ἔστι δὲ τῆς τοῦ κόσμου συντελείας σημεῖον τὸ σάββατον· καὶ εἰκότως ἐπ' ἐσχάτων τῶν ἡμερῶν ὁ Κύριος ἐπιδημήσας τῷ κόσμῳ ἐν παρασκευῇ πέπονθεν, ἥτις ἐστὶν ἡμέρα ἕκτη, καὶ ταύτης τῆς ἡμέρας ὥρα ἦν ὡσεὶ ἕκτη, ἡνίκα ἐσταυρώθη, τοῦ λόγου σημαίνοντος διὰ τοῦ τῆς ἕκτης χιλιάδος τὸ ἥμισυ· καὶ διὰ τοῦτο ὡρισμένως οὐκ εἶπεν ὥρα ἕκτη, ὑπεμφαίνοντος τοῦ λόγου ὀλίγῳ πλείω τοῦ ἀριθμοῦ ὑπερπαίειν. Ἀπὸ δὲ τοῦ Χριστοῦ ἐπὶ τὴν τριακονταετηρίδα Κωνσταντίνου 760 ἔτη ἐστὶ σξθʹ. Ὥσπερ δὲ ὁ Ἰωνᾶς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐν τῇ κοιλίᾳ τοῦ κήτους διατρίψας ὑγιὴς ἀπεδόθη, οὕτω καὶ ἡμεῖς πάντες, τὰς τρεῖς τοῦ αἰῶνος διαστάσεις ποιήσαντες ἐν τῇ γῇ, ἀναστησόμεθα. Τρία γὰρ τοῦ χρόνου ἐστὶ καθολικὰ διαστήματα, ἐνεστὼς, παρῳχηκὼς, μέλλων, ὧν τὰ σύμβολα ὁ Σωτὴρ ἡμῶν ᾠκονόμησε, τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ποιήσας ἐν τῇ γῇ, διδάσκων σαφῶς, ὅτι, τῶν προειρημένων περαιωθέντων διαστημάτων τοῦ χρόνου, ἔσται ἡμῶν ἡ ἀνάστασις, τοῦ μέλλοντος αἰῶνος ἀρχὴ ὑπάρχουσα. Υἱοὶ δὲ ἐγένοντο τῷ Ἰεκτὰν, Σαλμωδὰδ, ἀφ' οὗ Ἰνδοί· Σάλεφ, ἀφ' οὗ Βάκτροι· Ἀσαρμὼθ, ἀφ' οὗ Ἄραβες· Ἰαρὰχ, ἀφ' οὗ Καρμανοί· Ὀδοῤῥὰ, ἀφ'οὗ Μάρδοι· Ἰεζεὶλ, ἀφ' οὗ Ἀῤῥιανοί· ∆εκλὰ, ἀφ' οὗ Κεδρούσιοι· Γεβὰλ, ἀφ' οὗ Σκύθαι· Ἀβιμεὴλ, ἀφ'
Unit 5 rem early§u05-rem-early
u05-rem-earlyRem early: Unit 5; lemma and argument toward the thesis.
Greek · §u05-rem-early
οὗ Ὑρκανοί· Σαβεῦ, ἀφ' οὗ Ἄραβες Εὐδαίμονες· Οὐφὶρ, ἀφ' οὗ Ἀρμένιοι· Εὐϊλὰτ, ἀφ' οὗ γυμνοσοφισταί. Οὗτοι πάντες υἱοὶ Σήμ. Ζαλὰ δὲ ἐγέννησε τὸν Ῥαγαῦ· Ῥαγαῦ δὲ τὸν Σερούχ· Σεροὺχ δὲ τὸν Ναχὼρ, καὶ ἐδίδαξεν αὐτὸν τὴν τῶν Χαλδαίων μαντείαν καὶ ἀστρονομίαν. Ἐν δὲ τοῖς χρόνοις Σεροὺχ οἱ υἱοὶ Νῶε εἰδωλολατρεῖν ἤρξαντο καὶ κακίαν πᾶσαν μετέρχεσθαι, καὶ οἰκοδομεῖν πόλεις, καὶ βασιλεῖς καθιστᾷν, καὶ πολιορκεῖν, καὶ ἁρπάζειν, καὶ αἰχμαλωτίζειν. Ναχὼρ δὲ ἐγέννησε τὸν Θάῤῥα, Θάῤῥα δὲ τὸν Ἀβραὰμ, καὶ τὸν Ναχὼρ, καὶ τὸν Ἀράν. Ἀρὰν δὲ τὸν Λὼτ, καὶ τὴν Σάῤῥαν, καὶ Μελχάν. Ὁ δὲ Ἀρὰνἀπέθανεν ἐν πόλει Οὐρὴλ λεγομένῃ τῶν Χαλδαίων, ἐν ᾗ ἔτι καὶ νῦν τάφος αὐτοῦ δείκνυται. Ἀπέθανε δὲ ἐν τῷ ἐμπυρισμῷ, ᾧ ἐνεπύρισεν Ἀβρὰμ τὰ εἴδωλα τοῦ πατρὸς αὐτοῦ ἐν τῷ εἰσελθεῖν ἐξελέσθαι αὐτά. Γαμοῦσι δὲ τὰς ἀδελφὰς Μελχὰν μὲν Ναχὼρ, Σάῤῥαν δὲ ὁ Ἀβραάμ. Καὶ οὐ παρανόμως τοῦτο ποιοῦσιν, ἐπειδὴ μηδὲ νόμος ἦν πώποτε ὁ κωλύων. Εἰ γὰρ τοὺς ἀπὸ τοῦ κοινοῦ πάντων πατρὸς Ἀδὰμ καὶ τῆς τούτου γυναικὸς γεννηθέντας ἄῤῥενας καὶ θηλείας, ἀδελφοὺς ὄντας καὶ ἀδελφὰς, ἡ φύσις ἐπὶ παιδοποιίαν προκαλουμένη, ἀδελφοὺς ἀδελφαῖς ἀνάγκῃ ἐπὶ γάμου κοινωνίαν ἐνῆγεν· οὐκ ἀπεικὸς οὖν καὶ τοὺς μετὰ ταῦτα τῆς πρώτης τυγχάνοντας διαδοχῆς τοῦ νόμου τῶν προγόνων κατακολουθεῖν. Ὁ δὲ Θάῤῥα, μισήσας τὴν Χαλδαίαν διὰ τὸ πένθος τοῦ υἱοῦ, εἰς τὴν Μεσοποταμίαν μετῆλθε, κἀκεῖ ἐτελεύτησε, βιώσας ἔτη πέντε καὶ διακόσια. Ἔκτοτε γὰρ τῶν ἀνθρώπων τὸ ζῇν συνετέμνετο, καὶ βραχύτερον ἐγένετο, ἄχρι τῆς Μωϋσέως γενέσεως. Μετὰ γὰρ Μωϋσέα ὅρος τοῦ ζῇν ἐγένετο ἔτη ρκʹ, ἅτινα καὶ αὐτὸς οὗτος ζήσας, τὸν θνητὸν βίον μετήλλαξεν. Ἀβραὰμ δὲ ὁ τρισμακάριος ἄριστος ἀστρονόμος ἐτύγχανε, καὶ μείζω τῶν ἄλλων φρονῶν ἐν ἀρετῇ· πάντων τῶν υἱῶν Νῶε εἰς δεισιδαιμονίαν καταπεπτω 761 κότων, μόνος οὗτος ∆ημιουργὸν τῶν πάντων Θεὸν ἀπεφήνατο εἶναι, ἐκ τῶν περὶ ἥλιον καὶ σελήνην ἀλλοιώσεων καὶ ἐκ τῶν περὶ γῆν, καὶ ἀέρα, καὶ θάλατταν παθημάτων εἰκάσας. ∆ιὰ τί γὰρ, φησὶν, ἰσχύος οὔσης ἐν αὐτοῖς τῆς ἑαυτῶν εὐταξίας οὐ προνοοῦνται, ἀλλ' ὑστεροῦνται ταύτης; Ἐκ γοῦν τούτων γινώσκειν ἔξεστιν, ὅτι οὐ κατ' ἰδίαν ἰσχὺν συντελεῖ, εἰ καὶ δοκεῖ εὐεργετεῖν τοὺς ἀνθρώπους οὐ μικρῶς, ἀλλὰ κατὰ τὴν βούλησιν τοῦ ποιήσαντος. Πρὸς γοῦν τὴν δόξαν αὐτοῦ ταύτην οἱ Χαλδαῖοι καὶ οἱ τὴν Μεσοποταμίαν οἰκοῦντες διεφέροντο, καὶ ἀντεῖχον αὐτῷ. Καὶ ἀναστὰς ἐκεῖθεν κατὰ πρόσταγμα Θεοῦ τὴν γῆν τῶν Χαναναίων κατῴκησε. Λιμοῦ δὲ καταλαβόντος δεινοῦ, εἰς Αἴγυπτον παρεγένετο, καὶ τοὺς Αἰγυπτίους ἀλλήλοις ἀντιδοξοῦντας, καὶ τὰ νόμιμα ἑαυτῶν διαπτύοντας καὶ ἀνατρέποντας ἀπέδειξεν ἅπαντας αὐτοὺς μηδὲν ἀξιόλογον μηδὲ φρονοῦντας, μηδὲ θεσπίζοντας. Καὶ θαυμασθεὶς ἐπὶ συνέσει καὶ σοφίᾳ πολλῇ, τὴν ἀριθμητικὴν αὐτοῖς καὶ τὴν ἀστρονομίαν παραδίδωσι· πρὸ γὰρ τῆς παρουσίας αὐτοῦ ἄπειροι τούτων ἐτύγχανον οἱ Αἰγύπτιοι· μαθόντες δὲ ὕστερον τοῖς Ἕλλησι μεταδεδώκασιν· ὑποστρέψαντι δὲ ἐκ τῆς Αἰγύπτου τῷ Ἀβραὰμ υἱὸς Ἰσμαὴλ ἐγένετο ἐκ τῆς παιδίσκης Ἄγαρ, ἐξ ἧς τὸ ἔθνος Ἀγαρηνῶν τε καὶ Σαρακηνῶν συνέστη· τὸ δὲ τῶν Ἰσμαηλιτῶν ἐκ τοῦ Ἰσμαήλ. Ὁ δὲ Λὼτ χωρίζεται τοῦ Ἀβραὰμ, καὶ τὴν χώραν τὴν Σοδομηνὴν ᾤκησεν, ἥτις οὐρανίῳ πυρπολήσει δι' ἄθεσμον παρανομίαν κατεδικάσθη, καὶ ἔτι καὶ νῦν κεκαυμένα αὐτῆς τὰ ἴχνη φαίνεται· ἔστι γὰρ ἰδεῖν πέντε πόλεων σκιὰς, ἐν αἷς βλαστάνει καρπὸς, ὃς φαίνεται μὲν ἔξωθεν παραπλήσιος τοῖς ἐδωδίμοις, ληφθεὶς δὲ ταῖς χερσὶν, εἰς τέφραν καὶ καπνὸν ἀναλύεται. Γειτνιᾷ δὲ ταύτῃ ἡ Ἀσφαλτῖτις λίμνη, ἣ πρότερον μὲν ἦν κοιλὰς φρέατα ἔχουσα ἀσφάλτου, ἀφανισθείσης δὲ τῆς χώρας, λίμνη γεγένηται, ἥτις καὶ Νεκρὰ θάλασσα προσαγορεύεται. Καὶ ἔστι μὲν πικροτάτη φύσει καὶ ἄγονος· κοῦφον δὲ τὸ ὕδωρ κέκτηται, ὡς τῶν ἐν αὐτῇ ῥιπτομένων βαρέων, λίθου ἢ σιδήρου, τυχὸν μὴ καταδύνειν εἰς τὸν βυθὸν, ἀλλ' αὖθις ὥσπερ ὑπὸ πνεύματος ἀναφυσᾶσθαι, καὶ ἐπιπολᾶσθαι. Ῥιφέντες γὰρ ἐπ' αὐτῇ ζῶντες ἄνθρωποι ἀναβλυστάνουσι· νεκροὶ δὲ καταδύνουσι· καὶ λύχνοι δὲ καιόμενοι ἐπιφέρονται, σβεσθέντες δὲ καταποντοῦνται. Ἀναφέρει δὲ ἅλας πικρὸν, καὶ στυπτηρίαν, καὶ τῆς ἀσφάλτου μελαίνας βώλους, ὡς ἐοικέναι τούτους ταύροις ἀκεφάλοις τὸ μέγεθος. Καὶ οἱ ναῦται, τὰς βώλους ταύτας δρασσόμενοι, πληροῦσι τὰ σκάφη, καὶ ἕλκουσιν ἐπὶ τὴν χέρσον. Προσπήγνυται δὲ τῷ ξύλῳ τοῦ πλοίου ἡ ἄσφαλτος, καὶ ἀποξυλοῦται, ὡς μὴ δύνασθαι ἄλλως ἀποκολληθῆναι, εἰ μὴ βρεχθείη οὔροις καὶ γυναικείοις ἐμμήνοις·
Unit 5 rem mid§u05-rem-mid
u05-rem-midRem mid: Unit 5; lemma continues; reading with the letter.
Greek · §u05-rem-mid
τούτοις γὰρ εἴκειν μόνοις πέφυκεν. Ἀλλάττειν δέ φασι τῆς ἡμέρας χροιὰς τρεῖς τὸ ὕδωρ, καὶ ποικιλίαν ὄψεως ἐκπέμπειν πρὸς τὴν ἀκτῖνα τοῦ ἡλίου ἀνταυγοῦσαν. Ὁ δὲ Ἀβραὰμ, ἑκατοντούτης γενόμενος, γνήσιον 764 παῖδα ἐκ τῆς Σάῤῥας τὸν Ἰσαὰκ ἐγέννησε· καὶ μετὰ τὴν ὀγδόην ἡμέραν αὐτὸν περιέτεμεν, ἐξ οὗ καὶ νῦν τὸ ἔθος τοῦτο οἱ Ἑβραῖοι φυλάττουσι, τῇ ἡμέρᾳ ταύτῃ περιτεμνόμενοι. Ἄραβες γὰρ καὶ οἱ Ἰσμαηλῖται τρισκαιδεκάτῳ περιτέμνονται ἔτει, τοῦ προπάτορος αὐτῶν Ἰσμαὴλ οὕτω περιτμηθέντος. Πεισθεὶς δὲ ὑπὸ τῆς Σάῤῥας, ὁ Ἀβραὰμ τὸν Ἰσμαὴλ ἀλλαχόσε μετῴκησε, μήποτε μετὰ τὴν αὐτοῦ ἀποβίωσιν, ὡς πρωτότοκος περὶ τῶν πρεσβείων κακουργήσῃ τὸν Ἰσαάκ. Κατέσχον γοῦν τοῦ Ἰσμαὴλ οἱ ἀπόγονοι τὴν ἀπὸ Εὐφράτου καθήκουσαν γῆν ἐπὶ τὴν Ἐρυθρὰν θάλασσαν. Μετὰ δὲ χρόνον εἰς θυσίαν ὁ Θεὸς τὸν Ἰσαὰκ ἀνενεχθῆναι αὐτῷ προσέταξεν· καὶ ὁ Ἀβραὰμ, μέγιστον καὶ τοῦτο εὐσεβείας σύμβολον ἡγησάμενος, ἀφικνεῖται σὺν πολλῇ προθυμίᾳ ἐπ' ἀκρωρείας τινὸς, καὶ πάντα τὰ πρὸς τὴν θυσίαν εὐτρεπίσας, φάσκει πρὸς τὸν παῖδα αὐτοῦ· «Ὦ παῖ, μυρίαις εὐχαῖς αἰτησάμενός σε γενέσθαι μοι παρὰ Θεοῦ, ἐπεὶ παρῆλθες εἰς τὸν βίον, οὐκ ἔστιν ὅ τι μὴ περὶ τὴν σὴν ἀνατροφὴν ἐφιλοτιμησάμην, οὐδ' ἐφ' ᾧ μᾶλλον εὐδαιμονήσειν ᾤμην, ὡς ἐπειδή μέ σε ἠνδρωμένον καὶ τελευτῶν διάδοχον ἀρχῆς τῆς ἐμαυτοῦ καταλείποιμι. Ἀλλ' ἐπεὶ Θεοῦ βουλομένου σὸς πατὴρ ἐγενόμην, πάλιν τούτῳ αἰτοῦντι ἀνατίθημί σε. Φέρε οὖν γενναίως τὴν καθιέρωσιν· τῷ Θεῷ γάρ σε παραχωρῶ, ταύτης ἀξιώσαντι παρ' ἡμῶν τῆς τιμῆς, ἀνθ' ὧν εὐμενὴς καὶ προστάτης μοι γέγονεν. Ἄπιθι οὖν οὐκ ἀποθανὼν τὸν κοινὸν ἐκ τοῦ ζῇν τρόπον, ἀλλ' ὑπὸ πατρὸς ἰδίου Θεῷ τῷ πάντων πατρὶ νόμῳ θυσίας προπεμπόμενος. Ἄξιον οἶμαί σε κρίναντος αὐτοῦ, μήτε νόσῳ, μήτε πολέμῳ, μήτε ἄλλῳ τινὶ τῶν παθῶν, ἃ συμπίπτειν ἀνθρώποις πέφυκε, μετ' εὐχῶν δὲ καὶ ἱερουργίας ἐκείνου τὴν σὴν ψυχὴν προσδεξαμένου. Ἔσῃ δέ μοι εἰς κηδεμόνα καὶ γηροκόμον τὸν Θεόν μοι ἀντὶ σαυτοῦ παρασχόμενος.» Τούτων ἀκούσας ὁ Ἰσαὰκ ἔφη πρὸς αὐτόν· «Οὐδὲ τὴν ἀρχὴν γεγονέναι δίκαιος εἴην ἂν, εἰ Θεοῦ καὶ πατρὸς μέλλοιμι κρίσιν ἀπωθεῖσθαι, καὶ μὴ παρέχειν ἐμαυτὸν τοῖς ἀμφοτέρων βουλήμασιν ἑτοίμως. Ἀλλ' εἰ καὶ μόνος ταῦτα ὁ πατὴρ προῃρεῖτο, μὴ ὑπακούειν ἄδικον ἦν.» Καὶ ταῦτα λέγων ὥρμησεν ἐπὶ τὸν βωμὸν, καὶ τὴν σφαγήν. Ὁ δὲ Θεὸς, τὴν ἑκατέρου προθυμίαν ἀποδεξάμενος, ἐχαρίσατο τῷ πατρὶ τὸν παῖδα, κριὸν ἀντὶ τῆς τοῦ παιδὸς δείξας ὁλοκαυτώσεως· καὶ παραχρῆμα τοῦτον ἀνήνεγκε ἀντὶ Ἰσαὰκ τοῦ παιδὸς αὐτοῦ. Πρώτῳ δὲ τῷ Ἀβραὰμ ὁ τοῦ Θεοῦ Λόγος ἐπιφανεὶς ἐν σχήματι ἀνθρώπου τὴν τῶν ἐθνῶν κλῆσιν ἐθέσπισεν, ἣν καθ' ἡμᾶς ἐπιδημήσας τῷ κόσμῳ, ἐπὶ πέρας ἤγαγεν διὰ τῆς εἰς πάντα τὰ ἔθνη εὐαγγελικῆς διδασκαλίας αὐτοῦ. Ἄγων δὲ τεσσαρακοστὸν ἔτος τῆς ἡλικίας ὁ Ἰσαὰκ 765 τὴν Ῥεβέκκαν πρὸς γάμον ἄγεται, ἐξ ἧς δύο παῖδας ἐγέννησεν, Ἡσαῦ καὶ Ἰακώβ. Καὶ ὁ Ἀβραὰμ, τελευτησάσης Σάῤῥας, τὴν Χεττοῦραν γαμεῖ, καὶ ποιεῖ ἓξ παῖδας ἐξ αὐτῆς, Ζεμβρὰν, Ἰαζὰν, Μαδὴν, Μαδιανὴν, Λουσουβάκον, Σοῦον. Φύονται δὲ καὶ ἐκ τούτων παῖδες, Σούου μὲν Σαβακάνης, καὶ ∆αδάνης, ἐκ δὲ τούτου Λατούσιμος, καὶ Ἄσουρος, καὶ Λούοβος· Μαδάμου δὲ Ἡθὰ, Θωφρῆς, Ἄμωχος, Ἔβιδος, Ἔλδος. Καὶ τούτοις ἅπασινἈβραὰμ ἀπὸ κοιλίας ἐπενόησεν, οἵτινες τὴν Τρογλωδύτην, καὶ τὰ μέρη τῆς Εὐδαίμονος Ἀραβίας, καὶ ὅσον ἐπὶ τὴν Ἐρυθρὰν καθήκει θάλασσαν, κατέλαβον. Καὶ ἀπὸ μὲν Ἀσοὺρ Ἀσσυρία ἐκλήθη· Σωφρὴν δὲ, ἐπὶ Λιβύην στρατεύσας, κατέσχεν αὐτὴν, καὶ οἱ ἀπόγονοι αὐτοῦ, τουτέστιν οἱ υἱωνοὶ κατοικοῦντες αὐτὴν, ἀπὸ τοῦ ὀνόματος αὐτοῦ τὴν χώραν Ἀφρικὴν προσηγόρευσαν, οἵτινες Ἡρακλεῖ συνεμάχησαν ἐπὶ Ἀνταῖον τὸν γηγενῆ στρατεύσαντι. Τοῦ δὲ Οὐαφρῆ θυγατέρα ἄγεται Ἡρακλῆς, ἐξ ἧς Βόδωρον παῖδα ἐποίησε, ὅστις ἐγέννησεν υἱὸν Σωφονὰ, ἐξ οὗ τοὺς βαρβάρους Σωφονὰς λέγουσιν. Ὁ δὲ Ἀβραὰμ, βιώσας ἔτη ροεʹ, ἀπέθανεν. Ἰακὼβ, παραρπάσας τὴν εὐλογίαν τοῦ Ἡσαῦ, εἰς τὴν Μεσοποταμίαν παρεγένετο πρὸς Λάβαν ἀδελφὸν τῆς μητρὸς αὑτοῦ, καὶ δουλεύσας αὐτῷ ἔτη ιδʹ τὰς δύο θυγατέρας αὐτοῦ ἄγεται, τὴν Λείαν καὶ τὴν Ῥαχὴλ, ἧς μᾶλλον εἰς ἐπιθυμίαν ἦλθεν. Ἐπεθύμησε δὲ αὐτὴν οὐ τῷ κάλλει ἡττώμενος, (ἐπειδὴ καθὼς γέγραπται, Ῥαχὴλ ἦν καλὴ τῷ εἴδει, καὶ ὡραία τῇ ὄψει σφόδρα·) ἀλλ' ὅτι, πρώτην αὐτὴν ἰδὼν, ὡς ἂν ἐκ θείας οἰκονομίας συναντήσασαν, ἠσπάσατό τε, καὶ ἠγάπησεν, εἰδὼς ὅτι τὸ θαῦμα τοῦτο, καὶ ἐπὶ τῆς μητρὸς αὐτοῦ Ῥεβέκκας γεγένηται, ὅτε, τοῦ παιδὸς Ἀβραὰμ εὐξαμένου, συνήντησεν αὐτῷ τὰ κατ' εὐχὰς, καὶ τὰ προηργμένα
Unit 5 rem close§u05-rem-close
u05-rem-closeRem CLOSEOUT: Unit 5 CLOSEOUT.
Greek · §u05-rem-close
αὐτῷ δι' ἔργων ἐπληρώθη. Τίκτονται δὲ παῖδες ἐκ τῆς Λείας ἓξ αὐτῷ· Ῥουβὴν, Συμεὼν, Λευὶ, Ἰούδας, Ἰσσάχαρ, Ζαβουλών· ἐκ τῆς Ῥαχὴλ δὲ Ἰωσὴφ καὶ Βενιαμίν· ἐκ δὲ τῆς παιδίσκης Ῥαχὴλ τῆς Βάλλης, ∆ὰν καὶ Νεφθαλείμ· ἐκ δὲ τῆς παιδίσκης Λείας ὀνόματι Σελφὰς, Γὰδ καὶ Ἀσήρ. Τὸ δὲ Σύρων γένος ἐκ τοῦ Ἡσαῦ συνέστηκεν, οἳ καὶ Ἰδουμαῖοι ἐκαλοῦντο, τοῦ πρὶν Ἰδουμαίου τοῦ Ἡσαῦἐπικληθέντος, διὰ τὸ ξανθῆς ἐπιθυμῆσαι αὐτὸν φακῆς· Ἰδουμὰ γὰρ οἱ Ἑβραῖοι τὸ ξανθὸν λέγουσι. Ὕστερον δὲ Σύροι μετωνομάσθησαν, Σύρου τινὸς ὀνόματι τοῦ ἔθνους αὐτῶν κρατήσαντος. Ὁ δὲ Ἡσαῦ γυναῖκας τρεῖς ἀπὸ τῶν Χαναναίων πρὸς γάμον ἄγεται, τὴν Ἀδδὰ θυγατέρα Ἐλὼμ τοῦ Χετταίου, καὶ τὴν Ἐλιβεμὰν θυγατέρα Ἐνὰν τοῦ Ἑβραίου, καὶ τὴν Βασεμμὰθ θυγατέρα Ἰσμαὴλ, ἀδελφὴν δὲ Ναβεώθ. Καὶ ἐκ μὲν τῆς Ἀδδᾶς τὴν Ἐλιφὰζ, ἐκ δὲ τῆς Βασεμμὰθ τὸν Ῥαγγὴλ, καὶ ἐκ τῆς Ἐλιβεμὰν τὸν Ἰεοὺλ, καὶτὸν Ἰεγλὸμ, καὶ τὸν Κορὲ ἐγέννησε. Τούτους ἐν τῇ τῶν Χαναναίων ποιήσας γῇ, εἰς Σηεὶρ ὄρος μετῴκησε, διὰ τὸ μὴ δύνασθαι τοῦ ἀδελφοῦ αὐτοῦ Ἰακὼβ ἐκ 768 τῆς Μεσοποταμίας ἐπανελθόντος ὁμοσκηνεῖν διὰ τὸ πλῆθος τῶν ὑπαρχόντων αὐτοῖς. Ποιήσας οὖν κἀκεῖθεν παῖδα, ἐκ τῆς ἑαυτοῦ ἐπωνυμίας Ἐδὼμ αὐτὸν ἐπωνόμασε. Ἐγένοντο δὲ καὶ τοῖς υἱοῖς αὐτοῦ παῖδες γνήσιοι, τῷ μὲν Ἐλιφὰς πέντε, Θεμὰν, Ὑμὰρ, Σωφὰρ, Γομὸθ, Κενὲξ, ἐν οἷς ἦν καὶ νόθος, τεχθεὶς αὐτῷ Ἀμαλὴκ ἐκ παλλακίδος Θαμνᾶς ὀνόματι· τῷ δὲ Ῥαγουὴλ καὶ αὐτῷ τέσσαρες παῖδες ἐτέχθησαν, Ναμὶν, Ζαρὲς, Σομὲ, Ῥοζέ· καὶ Ἐδὼμ ἕνδεκα, Θαμμὰ, Γωλὰ, Ἰοθὸμ, Αἰλιβαιμὰν, Ἰήλας, Φίνων, Κενὺξ, Θεμὰν, Μαζαριεὶ, Μαεδιὴλ, Ζεφονήν. Τῷ δὲ Σηεὶρ τῷ Χωῤῥαίῳ τῷ τὴν γῆν τοῦ Λωτὰν κατοικήσαντι υἱοὶ πέντε ἐγένοντο, Σώβαλ, Σεβεγὼν, Ἀναδησὼν, Ἀσὴρ, Ῥησών· καὶ τῷ Λωτὰν δύο, Χωῤῥεὶ, Ἐμάν. Ἡ δὲ Θαμνὰ ἀδελφὴ τοῦ Λωτὰν ἐτύγχανεν, ἥτις τὸν Ἀμαλὴκ τῷ Ἐλιφὰζ ἐγέννησεν. Ὁ δὲ Σωβὰλ ὁ υἱὸς τοῦ Σηεὶρ πέντε παῖδας ἐποίησεν, Ὀδομνὰν, Ναχὰθ, Γεβεὴλ, Σὼφ, Ὠμνᾶν· καὶ Ὀσεβεγὼν δύο, Αἰδεὶ καὶ Αἰνὰν, ὅστις εὗρεν ἐν τῇ ἐρήμῳ τὸν Ἀμὶν τὰ ὑποζύγια νέμοντα τοῦ πατρὸς αὐτοῦ Σεβεγών. Αἰνὰν δὲ τὸν ∆ησὼν καὶ Ἐλιβαμὰ θυγατέρα ἐγέννησεν· ὁ δὲ ∆ησὼν τὸν Ἀμαδὰν, καὶ Ἀσβὰν, καὶ Γεθρὰν, καὶ Χαρῥάν. Ὁ δὲ Ἀσὴρ ὁ τέταρτος υἱὸς τοῦ Σηεὶρ, τέσσαρας παῖδας ἐγέννησεν, Βαλὰμ, Ζουκὰμ, Ἰουκὰμ, Οὐκάμ· ὁ δὲ πέμπτος υἱὸς τοῦ Σηεὶρ Ὀρήσων τὸν Ὠσσαράν. Πρὸ δὲ τοῦ βασιλεῦσαι βασιλέας ἐν Ἰσραὴλ, τῆς Ἐδὼμ οὗτοι οἱ βασιλεῖς ἐβασίλευσαν· Βαλὰκ υἱὸς Βεὼρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ ∆ενάβα, μεθ' ὃν Ἰωβὰβ υἱὸς Ζαῤῥὰ ὁ ἐκ Βοσσύρας, μεθ' ὃν Ἀζὸμ ὁ ἐκ γῆς Θεμανὼν, μεθ' ὃν Ἀδὰδ, υἱὸς Βαρὰδ, ὅστις ἐν τῷ πεδίῳ Μωὰβ ἐξέκοψε τὴν Μαδιὰμ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γετθέμ· μετὰ δὲ τοῦτον Σαμαλὰκ ὁ ἐκ Μασέκκας, μεθ' ὃν Σαοὺλ ὁ ἐκ Ῥοβὼθ τῆς παρὰ τὸν ποταμὸν, μεθ' ὃν Βαλαεννὼν υἱὸς Ἀβοχὼρ ἔχων γυναῖκα ὀνόματι Μετεβεὴλ, θυγατέρα Ματρὰδ, υἱοῦ Μεζοὼφ, οἳ πάντες ἦσαν ἔτη ἀριθμὸν φʹ. Οἱ δὲ υἱοὶ Ἰακὼβ, τὸν ἀδελφὸν αὐτῶν Ἰωσὴφ φθόνῳ μισήσαντες, τοῖς Ἰσμαηλίταις ἀπέδοντο. καὶ αὐτοὶ εἰς Αἴγυπτον τῷ Πετεφρῇ τῷ ἀρχιμαγείρῳ Φαραώ. Καὶ ἐν τῷ χρόνῳ τούτῳ Ἰούδας ἀφικνεῖται πρὸς Ἰράν τινα Ὀδολλαμίτην· καὶ θεασάμενος ἐκεῖ Χαναναίαν γυναῖκα Σάβαν ὀνόματι, ταύτην πρὸς γάμον ἄγεται, καὶ ποιεῖ παῖδας ἐξ αὐτῆς τέσσαρας, Ἢρ, Αὐνὰν, Σηλὼμ, Φαρές. Καὶ Ἰούδας λαμβάνει τῷ πρωτοτόκῳ αὐτοῦ υἱῷ τῷ Ἢρ γυναῖκα ὀνόματι Θάμαρ, καὶ διὰ πονηρίαν πολλὴν τῶν τρόπων αὑτοῦ ἄπαις ἀποθνήσκει, τοῦ Θεοῦ αὐτὸν θανατώσαντος. Καὶ ἐπιτρέπει ὁ Ἰούδας τῷ δευτέρῳ αὐτοῦ παιδὶ Αὐνὰν συνευνασθῆναι τῇ Θάμαρ, ὥστε ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. Καὶ ὁ Αὐνὰν γνοὺς, ὅτι οὐκ αὐτῷ καθῆκεν ἡ τῶν τέκνων σπορὰ, ἐν τῷ μέλλειν συνεῖναι τῇ γυναικὶ ἐξέχεεν ἐπὶ τῆς γῆς αὑτοῦ τὴν γονήν· καὶ νεμεσηθεὶς ἐπὶ τοῦτο ὑπὸ Θεοῦ, παραχρῆμα ἀπέθανεν. Καὶ ὁ Ἰούδας κελεύει τὴν Θάμαρ ἐν τοῖς πατρῴοις οἵκοις χήραν καθέζεσθαι, ἕως οὗ ὁ Σηλὼμ αὔξεται. Ἀνδρωθέντος οὖν αὐτοῦ ἐφοβήθη συνάψαι αὐτὸν τῇ Θάμαρ, ὑποτοπήσας μὴ καὶ οὗτος ἀπολεῖται. Ἡ δὲ ἐπὶ τούτῳ ἀχθεῖσα ὀδυνηρῶς, τοιῷδε τρόπῳ τὸν Ἰούδαν ἀμείβεται. Ἀφιχθέντος οὖν αὐτοῦ 769 ἐπὶ τὴν κουρὰν τῶν προβάτων, ἀκούσασα αὐτὴ ἀπαμφίσκεται μὲν τὴν ἐσθῆτα τὴν πενθικὴν, ἀμφιέννυται δὲ πολυτελῆ, καὶ πρὸς ταῖς πύλαις τῆς πόλεως Αἰνὰν ἐκαθέζετο, ἣν ὁ Ἰούδας ἐκεῖθεν παριὼν θεασάμενος, ὡς ἑταίρας ἠράσθη αὐτῆς· τὸ γὰρ πρόσωπον αὐτῆς πρὸς τὸ μὴ ἐπιγνωσθῆναι ἐπεκάλυψε, καὶ ὑποσχόμενος αὐτῇ ἔριφον ἀποστεῖλαι, ἠξίου συμμιγῆναι
Commentarius in hexaemeron Unit 6 opening§u06-open
u06-openUnit 6.
Lemma-led open — αὑτῇ. Ἡ δὲ οὐ πρότερον εἶξεν, εἰ μὴ ἐνέχυρον τὸν δακτύλιον, καὶ τὸν ὁρμίσκον, καὶ τὴν βακτ
Greek · §u06-open
αὑτῇ. Ἡ δὲ οὐ πρότερον εἶξεν, εἰ μὴ ἐνέχυρον τὸν δακτύλιον, καὶ τὸν ὁρμίσκον, καὶ τὴν βακτηρίαν εἴληφεν. Ὡς δὲ συνεμίγη αὐτῇ, αὐτὸς μὲν εἰς τὰ ποίμνια αὐτοῦ ἀφίκετο· ἡ δὲ μεταμφιεσαμένη πάλιν τὰ τῆς χήρας ἐνδύματα, ἐκρύπτετο λανθάνουσα. Ὡς δ' ἀποστείλας ὁ Ἰούδας τὸν ἔριφον ἐπεζήτει τὸν ὁρμίσκον καὶ τὰ ἑξῆς, καὶ οὐχ εὗρεν, ἐπὶ τῷ παραλογισμῷ διεπρίετο μέντοι, ἐκαρτέρει δὲ φωρᾶσαι παντοίως τὴν ἀπάτην βουλόμενος. Χρόνου οὖν παρελθόντος ἔγγυος ἡ Θάμαρ γίνεται, καὶ ἀκούσας ὁ Ἰούδας, ὅτι ἐκ πορνείας συνείληφε, προστάττει ζῶσαν αὐτὴν καταφλεχθῆναι. Ἡ δὲ ἀγομένη ἀποστέλλει τῷ Ἰούδᾳ τὸν ὁρμίσκον, καὶ τὸν δακτύλιον, καὶ τὴν ῥάβδον, φάσκουσα· Ἐκ τοῦ ἀνθρώπου, οὗτινος ταῦτά ἐστι, ἐγὼ συνείληφα, Ἐπίγνωθι οὖν τίνος ὁ δακτύλιος, καὶ ὁ ὁρμίσκος, καὶ ἡ ῥάβδος. Ὁ δὲ Ἰούδας, σχετλιάσας ἐπὶ τῷ πράγματι. καὶ ἔνθους γενόμενος, αὐτὸς ἑαυτὸν ἐπὶ τῇ ἀδικίᾳ κατεμέμφετο, λέγων· ∆εδικαίωται αὕτη, ἢ ἐγὼ, οὗ ἕνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου. Αὕτη δὲ, γενομένη ἐπίτεξ, διδύμους ἐν τῷ τίκτειν προσήνεγκεν. Καὶ ὁ μὲν μείζων, τουτέστιν ὁ πρῶτος τὴν χεῖρα αὑτοῦ προεξέβαλε, καὶ ἡ μαῖα λῶμα κόκκινον τῇ χειρὶ αὐτοῦ προσέδησε, φάσκουσα· Οὗτος ἐξελεύσεται πρῶτος· καὶ εὐθέως τὸ παιδίον τὴν χεῖρα ἕνδον συνήγαγε, καὶ ἐξῆλθε πρῶτος ὁ ἀδελφὸς αὐτοῦ καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Φαρές· καὶ μετὰ τοῦτον ἐξῆλθεν ὁ ἀδελφὸς, ἐφ' ᾧ ἦν τὸ κόκκινον ἐν τῇ χειρὶ, καὶ ἐπωνομάσθη Ζαρά. Τούτων ἐτύγχανεν ὁ Ἰωσὴφ ἀπόγονος ὁ μνήστωρ τῆς ἀχράντου Μαρίας, ἐξ ἧς ὁ Χριστὸς τὸ σαρκίον ἀνείληφεν. Φαρὲς γὰρ, ὡς ὁ εὐαγγελιστὴς Ματθαῖος ἱστορεῖ, ἐγέννησε τὸν Ἐσρὼμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀρὰμ, Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδὰβ, Ἀμινδὰβ δὲ ἐγέννησε τὸν Ναασσὼν, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμὼν, Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὀβὴδ ἐκ τῆς Ῥοὺθ, Ὀβὴδ δεἐγέννησε τὸν Ἰεσσαὶ, Ἰεσσαὶ δὲ ἐγέννησε τὸν ∆αυῒδ τὸν βασιλέα· ∆αυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοὰμ, Ῥοβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιὰ,Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσὰ, Ἀσὰ δὲ ἐγέννησετὸν Ἰωσαφάτ· Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωρὰμ,Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησετὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, Ἐζκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμμὼν, Ἀμμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶτοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος· μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος, Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιὴλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησε 772 τὸν Ἀβιοὺδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακεὶμ,Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζὼρ, Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδὼκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχεὶμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιοὺδ, Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθὰν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακὼβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι νῦν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως ∆αυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ ∆αυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. Ζητητέον δὲ ἡμῖν κατὰ ποῖον λόγον ὁ Ματθαῖος καὶ ὁ Λουκᾶς ἐν τῇ γενεαλογίᾳ διαφωνοῦσι τοῦ Ἰωσήφ· ὁ μὲν υἱὸν Ἰακὼβ γράφων αὐτὸν υἱοῦ Ματθὰν, ὁ δὲ Λουκᾶς υἱὸν Ἡλεὶ τοῦ Μελχεί· καὶ πῶς οὗτοι, διαφόρων γενῶν ὑπάρχοντες, ὅ τε Μελχεὶ καὶ ὁ Ματθὰν, πάπποι τοῦ Ἰωσὴφ ἀναφαίνονται. Ἔστιν οὖν τοῦτο σαφηνιζόμενον. Πρῶτος γὰρ Ματθὰν, ὁ ἐκ γένους Σολομῶντος, ἄγεται γυναῖκα Αἰθὰν ὀνόματι, καὶ ἐκ ταύτης γεννᾷ τὸν Ἰακὼβ, καὶ ἀποθνήσκει. Καὶ ἄγεται αὐτὴν ὁ Μελχεὶ ὁ ἐκ γένους Ματθὰν, ἐκποιεῖ ἐξ αὐτῆς τὸν Ἡλεί. Καὶ δὴ οὖν ὅ τε Ματθὰν καὶ ὁ Μελχεὶ, τὴν αὐτὴν ἀγαγόμενοι γυναῖκα, δύο ὁμομητρίους
Unit 6 rem early§u06-rem-early
u06-rem-earlyRem early: Unit 6; lemma and argument toward the thesis.
Greek · §u06-rem-early
ἐπαιδοποιήσαντο ἀδελφοὺς, διὸ καὶ ἐκ διαφόρων δύο γενῶν εὑρίσκομεν τὸν Ἰακὼβ καὶ τὸν Ἡλεί. Ἡλεὶ δὲ, λαβὼν γυναῖκα, ἄπαις ἐτελεύτησε, καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἰακὼβ ἔλαβε τὴν γυναῖκα αὐτοῦ, ὅπως κατὰ τὸν νόμον ἐγείρῃ τέκνα τῷ ἀδελφῷ, καὶ γεννᾷ ἐξ αὐτῆς τὸν Ἰωσήφ. Ὥστε οὖν κατὰ φύσιν μὲν ἦν υἱὸς τοῦ Ἰακὼβ ὁ Ἰωσὴφ, κατὰ νόμον δὲ τοῦ Ἡλεί. Ἄξιον δὲ καὶ τὴν ἱστορίαν, ἣν διέξεισι περὶ τῆς ἁγίας Μαρίας Ἰάκωβός τις, ἐπελθεῖν. Φάσκει γὰρ, ἐν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ ἄνδρα πλούσιον γεγενῆσθαι ὀνόματι Ἰωακεὶμ, ὃς καθ' ἑορτὴν διπλάσιον τῶν ἅλλων δῶρα τῷ Θεῷ προσεκόμιζεν, οὕτω λέγων· Τὸ τῆς περιουσίας ἐν παντὶ τῷ λαῷ, καὶ τὸ τῆς ἀφέσεως εἰς ἱλασμὸν ἐμοὶ Κυρίῳ τῷ Θεῷ. Ἐνστάσης οὖν τῆς μεγίστης τοῦ Κυρίου ἑορτῆς, καὶ πάντων κατὰ τὸ εἰωθὸς τὰ δῶρα τῷ Θεῷ προσκομιζόντων, προσενεγκεῖν πρῶτος αὐτὸς ὥρμησεν. Καὶ Ῥουβίν τις διεκώλυσεν αὐτὸν προσοῖσαι πρῶτον, λέγων, μὴ ἐξεῖναι αὐτῷ, καθότι ἄτεκνος ἐν τῷ Ἰσραὴλ καθέστηκε. Καὶ λυπηθεὶς ἐπὶ τοῦτο, εἰς τὴν ἔρημον ἀφίκετο, κἀκεῖ πήξας σκηνὴν ἱκέτευε τὸν Θεὸν παρασχεῖν καὶ αὐτῷ, ὥσπερ τῷ Ἀβραὰμ γνησίου παιδὸς σποράν· μόνον γὰρ ἐγνώκει ἑαυτὸν ὑπάρχειν ἐν τῷ Ἰσραήλ· ἄχρις ἡμερῶν νηστεύων τεσσαράκοντα ἱκέτευε τὸν Θεόν. Ὁμοίως δὲ καὶ ἡ ὁμόζυγος αὐτοῦ, περιθεμένη ἐσθῆτα εὐτελῆ, ἐδεῖτο τοῦ Θεοῦ τυχεῖν γονῆς. Ἐπιστάσης δὲ τῆς μεγίστης ἡμέρας τοῦ Θεοῦ, λαμπρὰν στολὴν ἀμφιέννυται· οὐ γὰρ ἦν θεμιτὸν ἐν ταύτῃ τῇ ἑορτῇ πένθιμον ἠμφιέσθαι στολήν. Περὶ γοῦν τὴν ἐννάτην ὥραν τῆς ἡμέρας ὑπό τι δένδρον ἐν τῷ παραδείσῳ αὐτῆς καθεσθεῖσα. ἱκέτευε λέγουσα τῷ Θεῷ· «Ὁ Θεὸς τῶν πατέρων ἡμῶν, εὐλόγησόν με, καὶ ἐπάκουσον τῆς δεήσεώς μου, καθὼς εὐλόγησας τὴν μήτραν Σάῤῥας, καὶ ἔδωκας αὐτῇ υἱὸν τὸν Ἰσαάκ.» Καὶ ταῦτα λέγουσα ἀφορᾷ εἰς τὸ δένδρον, καὶ θεασαμένη στρουθὸν τὰ νεοσσία ἑαυτοῦ πε 773 ριέποντα, πικρῶς στενάξασα, καὶ κωκύσασα εἶπε· «Ὦ δὴ, Κύριε, ὅτι οὐδὲ τοῖς πετεινοῖς τούτοις ὡμοίωμαι γονίμοις ὑπάρχουσι!» Καὶ ταῦτα βοώσης αὐτῆς πρὸς τὸν Θεὸν, ἄγγελος Κυρίου ἐπιφανεὶς αὐτῇ εὐαγγελίζεται αὐτῇ παιδοποιίαν. Ἡ δὲ ἀκούσασα εὐθὺς τὸ γεννηθὲν ἀναθεῖναι τῷ Θεῷ ἐπηγγείλατο. Τοιαῦτα δὲ καὶ τῷ Ἰωακεὶμ ὁ ἄγγελος ἐν τῷ ὄρει διεσήμανε. Καὶ καταβὰς Ἰωακεὶμ ἀπὸ τοῦ ὄρους, δέκα ἀμνάδων θυσίαν τῷ Κυρίῳ προσήνεγκε, καὶ τοῖς ἱερεῦσι μόσχους δεκαδύο, καὶ τῇ γερουσίᾳ καὶ παντὶ τῷ λαῷ ἑκατὸν χιμάρους. Καὶ ἐπιτελέσας τὰς θυσίας ταύτας ἐν τῷ ναῷ τοῦ Θεοῦ, ἀφικνεῖται εἰς τὸν οἶκον αὐτοῦ· καὶ γνοὺς τὴν γυναῖκα αὑτοῦ, ποιεῖ ἐξ αὐτῆς θυγατέρα, καὶ ὀνομάζει αὐτὴν Μαριὰμ, ἥντινα τριετῆ γενομένην τῷ ναῷ τοῦ Θεοῦ ἀφιέρωσαν. Γενομένης δὲ αὐτῆς δωδεκαετοῦς, οἱ ἱερεῖς συμβούλιον ἐποιήσαντο, τῶν τίνι αὐτὴν πρὸς γάμον συνάψωσι. Καὶ ἐπιτρέπουσι τὸν ἀρχιερέα Ζαχαρίαν, εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελθόντα, αἰτήσασθαι τὸν Θεὸν ἀποκαλύψαι αὐτῷ, τὸ τίνι προσήκει ζευχθῆναι αὐτήν. Καὶ τοῦ Ζαχαρίου εὐχομένου, ἄγγελος ἐπιφανεὶς σημαίνει πάντας συναγαγεῖ τοῦ λαῦ τοὺς χηρεύοντας, καὶ κατέχειν ἕκαστον ῥάβδον· καὶ ᾧ ἂν ὁ Θεὸς ἐπιδείξῃ σημεῖον, τούτῳ συνάψαι τὴν παρθένον. Ἐξελθὼν δὲ ὁ Ζαχαρίας ἐποίησεν οὕτως, καθὼς ὁ ἄγγελος αὐτῷ προσέταξε. Καὶ λαβὼν πάντων τὰς ῥάβδους αὐτῶν, ἀπῆλθεν ἐν τῷ ἱερῷ, καὶ προσηύξατο, καὶ ἐξελθὼν ἑκάστῳ τὴν ἰδίαν ῥάβδον ἀπένειμε. Τελευταῖον δὲ ἐπιδιδοὺς τὴν ῥάβδον τῷ Ἰωσὴφ, σημεῖον μέγα ἐγένετο. Ἀθρόως γὰρ τὴν ῥάβδον αὐτοῦ παρὰ τοῦ ἱερέως λαμβάνοντος, περιστερὰ ἐξέπτη ἀπὸ τῆς ῥάβδου, καὶ ἐπὶ τὴν κεφαλὴν ἐκαθέσθη τοῦ Ἰωσήφ· καὶ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ συνόντες ἱερεῖς, θαυμάσαντες τὸ γεγονὸς, αὐτὸν γενέσθαι μνηστῆρα τῆς κόρης ἔκριναν, ἣν λαβὼν ὁ Ἰωσὴφ ἐφύλασσε, καὶ καταλιπὼν ἐν τῷ οἴκῳ αὐτοῦ ἀφικνεῖται τὰς οἰκοδομὰς ἐκτελέσων· ἦν γὰρ τέκτων τῇ ἐπιστήμῃ. Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἔδοξε τοῖς ἱερεῦσι κατασκευασθῆναι ὑπὸ ἁγνῶν παρθένων τῷ ναῷ τοῦ Θεοῦ καταπέτασμα, καὶ εὑρέθησαν ἐν τῇ φυλῇ Ἰούδα παρθένοι ἑπτά. Καὶ τῆς Μαρίας δὲ μνησθεὶς Ζαχαρίας, ἐκέλευσε καὶ αὐτὴν παρεῖναι εἰς τὸν κατάλογον· καὶ εἰσαγαγὼν αὐτὰς εἰς τὸν οἶκον τοῦ Θεοῦ, κλῆρον βαλεῖν προσέταξε, ποίαν οἶσαι τὸν χρυσὸν καὶ τὸ ἀμίαντον καὶ τὴν βύσσον, καὶ τὸ σηρικὸν, καὶ τὴν ἀληθῆ πορφύραν, καὶ τὸν ὑάκινθον, καὶ τὸν κόκκον· καὶ ἐκληρώθη Μαρία τὴν πορφύραν καὶ τὸν κόκκον ἐργάζεσθαι. Καὶ δὴ ἐπὶ τοῦ οἴκου ἐργαζομένης αὐτῆς ἐπιφανεὶς ἄγγελος τὸν παράδοξον τόκον εὐαγγελίζεται αὐτῇ, καθὼς ἱστορεῖ τὰ Εὐαγγέλια. Τὸ γοῦν ὁρισθὲν αὐτῇ ἔργον ἐκτελέσασα, δίδωσι τῷ ἀρχιερεῖ, καὶ εὐλογηθεῖσα παρ' αὐτοῦ ἄπεισι· καὶ
Unit 6 rem mid§u06-rem-mid
u06-rem-midRem mid: Unit 6; lemma continues; reading with the letter.
Greek · §u06-rem-mid
μετὰ χρόνον τίκτει τὸν Χριστὸν κατὰ σάρκα. Καὶ τῶν μάγων ἀπὸ Ἀνατολῆς ὡς βασιλεῖ προσκυνησάντων μετὰ δώρων αὐτῷ, ὁ Ἡρώδης ἐταράχθη, καὶ διενοεῖτο ἀνελεῖν παραχρῆμα αὐτόν. Ὁ δὲ ὑπὸ Ἰωσὴφ καὶ τῆς Μαρίας εἰς Αἴγυπτον ἀπεκομίσθη, καὶ τὸν ἐξ 776 Ἡρώδου διέφυγε θάνατον. Αὐτὸς δὲ, ἀγνοήσας τὴν φυγὴν, πάντα τὰ ἐν τῇ Βηθλεὲμ παιδία ἀναιρεθῆναι προσέταξεν· ἐν οἷς καὶ τὸν Ἰωάννην ἔτι νήπιον ὄντα ἀνελεῖν ἐσπούδαζεν. Ἡ δὲ Ἐλισάβετ, ἁρπάσασα αὐτὸν, εἰς τὴν ἔρημον ἔφυγε· καὶ εὐξαμένης αὐτῆς, διεσχίσθη τὸ ὅρος, καὶ μετὰ τοῦ παιδίου αὐτὴν ἐδέξατο, καὶ ἄγγελος τοῦ Θεοῦ διεφύλαττεν αὐτούς. Πέμπει γοῦν πρὸς Ζαχαρίαν ὁ Ἡρώδης· ∆ὸς τὸν υἱόν σου· ποῦ ἔκρυψας αὐτὸν, ἀπάγγειλόν μοι. Ὁ δὲ Ζαχαρίας ἀντεπιστέλλει φάσκων αὐτῷ· Ἐγὼ τῷ θυσιαστηρίῳ προσεδρεύων ἀεὶ, τί ἐγένετο ὁ υἱός μου οὐκ ἐπίσταμαι. Καὶ ὀργισθεὶς ὁ Ἡρώδης πάλιν ἐπέστελλεν αὐτῷ. ∆ὸς ἔξω, λέγων, τὸν υἱόν σου. Οὐκ οἶδας, ὅτι τὸ αἷμά σου ὑπὸ τὴν χεῖρά μού ἐστιν; Καὶ ὁ Ζαχαρίας ἔφη· Μάρτυς εἰμὶ τοῦ Θεοῦ. Σὺ μὲν ἔχε μου τὸ αἷμα, τὸ δὲ πνεῦμά μου ὁ Θεός. ∆έξαι δὲ καὶ γίνωσκε, ὅτι ἀθῶον αἷμα ἐκχέεις εἰς τὰ πρόθυρα τοῦ ναοῦ Κυρίου. Καὶ ὁ Ἡρώδης, ἐπὶ τούτοις ὀργισθεὶς, μεταξὺ τοῦ θυσιαστηρίου ἀναιρεθῆναι αὐτὸν πρὸ τοῦ διαφαῦσαι προσέταξεν, πρὸς τὸ μὴ ὑπὸ τοῦ λαοῦ κωλυθῆναι αὐτοῦ τὴν ἀναίρεσιν. Ὄρθρου δὲ οἱ ἱερεῖς παραγενόμενοι εἰς τὸν ναὸν, ἐξενίζοντο, κατὰ τὸ εἰωθὸς μὴ ὑπαντήσαντος αὐτοῖς τοῦ ἀρχιερέως, καὶ ἐπέμενον ἔξω. Ὥρας οὖν παρελκούσης, εἷς τις ἐξ αὐτῶν εἰσελθεῖν ἀπετόλμησεν. Ὁ δὲ θεωρεῖ αἷμα πεπηγὸς παρὰ τὸ θυσιαστήριον, καὶ ἀκούει φωνῆς λεγούσης· Ζαχαρίας πεφόνευται, καὶ οὐκ ἐξαλειφθήσεται τὸ αἷμα αὐτοῦ, ἕως ἂν ἔλθῃ ὁ ἔκδικος. Ἀκούων γοῦν ταῦτα ἔμφοβος ἐγένετο, καὶ ἐξελθὼν τοῖς ἱερεῦσιν ἀπήγγειλεν. Οἱ δὲ, εἰσελθόντες, τὸ μὲν σῶμα οὐκ εἶδον, εἰ μὴ τὸ αἷμα, καὶ τὰς στολὰς ἑαυτῶν διαῤῥήξαντες, ἐκόψαντο, καὶ τῷ λαῷ ἀνήγγειλαν, καὶ τρία νυχθήμερα ἐπ' αὐτῷ θρῆνον ἐποίησαν. Καὶ μετὰ ταῦτα Συμεῶνα εἰς τὴν τάξιν αὐτοῦ κλήρῳ κατέστησαν, ὃς ὑπῆρχεν ὑπὸ τοῦ ἁγίου Πνεύματος χρηματισθεὶς μὴ ἰδεῖν θάνατον, ἕως ἂν ἴδῃ τὸν Χριστὸν Κυρίου. Ἄλλη δέ τις ἱστορία περὶ τοῦ Ζαχαρίου ἐμφέρεται· ὡς ἄρα ἦν τις περὶ τὸν ναὸν τόπος, ἔνθα μόνας τὰς παρθένους ἐξῆν εἰσιούσας προσκυνεῖν τῷ Θεῷ· τὰς δὲ γαμηθείσας μὴ εἶναι νόμιμον. Ἡ οὖν Μαρία, γεννήσασα τὸν Σωτῆρα, ἐλθοῦσα, ἔστη ἐν τῷ τόπῳ τούτῳ. Κωλυόντων οὖν αὐτὴν τῶν εἰδότων γεγεννηκυῖαν αὐτὴν, ὁ Ζαχαρίας ἔλεγεν ἀξίαν αὐτὴν εἶναι τοῦ τόπου τῶν παρθένων. Ὡς οὖν παρανομοῦντα αὐτὸν εἰς τὸν τόπον τῶν παρθένων μεταξὺ τοῦ θυσιαστηρίου ἀπέκτειναν. Καὶ ταῦτα μὲν ὡς ἐν παρόδῳ ἐλέχθη. Ἰωσὴφ δὲ, ἀποδοθεὶς ἐν Αἰγύπτῳ ὑπὸ τῶν ἀδελφῶν, θείᾳ ἐπινοίᾳ τῷ Φαραὼ διακρίνας ὀνείρατα, ἡγεμὼν πάσης τῆς Αἰγύπτου καθίσταται. Καὶ λιμοῦ πᾶσαν πιέζοντος τὴν γῆν, οἱ ἀδελφοὶ αὐτοῦ κατῆλθον εἰς Αἴγυπτον, σῖτον καὶ αὐτοὶ διὰ τὸν λιμὸν ὠνησόμενοι· καὶ ἀναγνωρισθεὶς αὐτοῖς Ἰωσὴφ, μεθιστᾷ 777 αὐτοὺς ἅμα τῷ πατρὶ Ἰακὼβ εἰς τὴν Αἴγυπτον παγγενῆ. Τῷ μὲν γὰρ Ῥουβὶν τέσσαρες παῖδες ἐγένοντο, Ἐνὼχ, Φαλὲς, Ἀῤῥὼμ, Χαρμεί· τῷ δὲ Συμεὼν ἓξ, Ἰεβουὴλ, Ἰαβὴν, Ἀὼδ, Ἀχιὴ, Σαδὴ, Σαούλ· καὶ τῶ Λευῒ τρεῖς, Γεδσὼν, Βωὰδ, καὶ Μεναρεί· τῷ δὲ Ἰούδα πέντε, Ἢρ, Αὐνὼν, οἵτινες, καθὼς προεγράφη, ἀπέθανον, Σηλὼμ, Φαρὲς, Ζαρά· τῷ δὲ Φαρὲς δύο, Ἀῤῥὼμ, καὶ Ἰεμοήλ· τῷ δὲ Ἰσσάχαρ τέσσαρες, Θαλὰ, Φονὰ, Ἰασοὺφ, Ζαβράν· τῷ Σαβουλὼν τρεῖς, Σερδὲρ, Ἀλδὼν, Αἰήλ· οἱ πάντες τριάκοντα τρεῖς, ἐκ τῆς Λείας τὸ γένος ἔχοντες, καὶ θυγατέρα ∆ίνα. Ἐγένοντο δὲ καὶ τῷ Γὰδ υἱοὶ ἑπτὰ, Σαφὼν, Ἄγγεις, Σαῦνις, Θασοβὰθ, Ἀήδις, Ἀνοήδης, Ἀρίλης· τῶδὲ Ἀσὴρ τέσσαρες, Ἰεμνὰ, Ἰοὺλ, Μερία, καὶ Σερὰθυγάτηρ· ἐκ δὲ τοῦ Βερία ἐγεννήθησαν Χοβὼρ, καὶ Μελχιήλ· οὗτοι πάντες ἓξ καὶ δέκα υἱοὶ Ζελφᾶς τῆς παιδίσκης Λείας, ἥτις εἰς ὄνομα τῆς Λείας τῷ Ἰακὼβ αὐτοὺς ἐγέννησεν. Ἐτέχθησαν δὲ καὶ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ παῖδες δύο, Μανασσῆς καὶ Ἐφραῒμ, οὓς ἔτεκεν αὐτῷ Ἀσινὲθ θυγάτηρ Πετεφρῆ Ἡλιοῦ. Καὶ ἐκ μὲν τοῦ Μανασσῆ ἐγεννήθη Μαχεὶρ ἐκ παλακῆς Συρίας τῷ γένει· ὁ δὲ Μαχεὶρ ἐγέννησε τὸν Γαλαάδ· ἐκ δὲ τοῦ Ἐφραῒμ ἐγεννήθησαν υἱοὶ Σουταλὰμ, Βὰδ, Λάμ. Ἐκ δὲ τοῦ Σουταλὰμ ἐγεννήθη Ἐδέν. Τῷ δὲ Βενιαμὶν καὶ αὐτῷ δύο παῖδες ἐγένοντο, Βαλλαχοβὼρ καὶ Ἀσσαήρ· ἐκ δὲ τοῦ Βαλλαχοβὼρ Γηρὰν, καὶ Νοεμὶν, καὶ Λάχης, καὶ Ἐσρὼμ, καὶ Μαμφί. Μαμφὶ δὲ ἐγέννησε τὸν Ἀράδ· οὗτοι υἱοὶ Ῥαχὴλ οἱ πάντες ὀκτωκαίδεκα. Υἱὸς δὲ ἐγένετο τῷ ∆άδ· τοῦ δὲ Νεφθαλεὶμ Ἀσιὴλ, καὶ Γοϋμὶν, καὶ Ἰσαὰρ,
Unit 6 rem close§u06-rem-close
u06-rem-closeRem CLOSEOUT: Unit 6 CLOSEOUT.
Greek · §u06-rem-close
καὶ Συλήμ· οὗτοι υἱοὶ Βάλλας παιδίσκης Ῥαχὴλ οἱ πάντες ἑπτά. Ὁ δὲ μακάριος Ἰακὼβ ἔτη τὰ πάντα βιώσας ρμζʹ, ἐν Αἰγύπτῳ ἀπέθανε, πρότερον ἕκαστον τῶν υἱῶν αὐτοῦ διαφόροις εὐλογίαις εὐλογήσας. Καὶ τὴν μὲν εὐλογίαν τῶν πρωτοτόκων Ἰωσὴφ παρέσχετο, καὶ οὐχὶ Ῥουβίν· διότι ὁ μὲν Ἰωσὴφ μὴ εἴξας ἡδονῇ τῆς Αἰγυπτίας ἐδικαιώθη, ὁ δὲ Ῥουβὶν ἡττηθεὶς ἥμαρτεν· ἄλλως τε ὅτι καὶ ἐκ τῆς Ῥαχὴλ πρωτότοκος ὑπῆρχε, καὶ τῇ Ἰούδα φυλῇ ἀπεκλήρωσε τὴν βασιλείαν, καὶ οὐ τῇ τοῦ Ῥουβίν· διότι ὁ μὲν Ἰούδας ἐν γυναικὶ ὠνειδίσθη, ὁ δὲ ἐδικαιώθη, ὁμολογήσας εὐγνωμόνως ἑαυτὸν τυγχάνειν τῇ ἁμαρτίᾳ ὑπεύθυνον, καὶ οὐ τὴν γυναῖκα. Ἀλλὰ καὶ κατὰ τοῦτο βασιλεύειν ἐτάχθη, ἐπειδὴ μόνη τῶν ἄλλων φυλῶν ἰταμωτέρα πρὸς ζῆλον καὶ ἐκδίκησιν Θεοῦ ἐτύγχανεν· διὸ καὶ ἐξ αὐτοῦ φῦναι προφητεύει τὸν Χριστὸν κατὰ σάρκα, καὶ τὴν κλῆσιν δι' αὐτοῦ τῶν ἐθνῶν. Καὶ τῷ Λευῒ δὲ τὴν ἀρχιερωσύνην μόνῳ ἀπένειμε, καθότι ὁ Ἀμρὰμ ἐξ αὐτοῦ φὺς, τὸ δόγμα τοῦ Φαραὼ παρεκρούσατο, καὶ τὸν υἱὸν ἑαυτοῦ τὸν Μωϋσῆν ἐζωοποίησε. Μόνον δὲ τὸν Ῥουβὶν πολὺν τῷ ἀριθμῷ ἐποίησε, διὰ τὸ μὴ συναινέσαι ἐπὶ τῇ Ἰωσὴφ ἐπιβουλῇ. Τελευτήσαντος γοῦν τοῦ Ἰακὼβ ἐν Αἰγύπτῳ, εἰς τὴν Χαναναίαν γῆν κηδεύουσιν ἀποκομίσαντες· ὁμοίως δὲ καὶ τοὺς υἱοὺς αὐτοῦ πάντας. Ἐπὶ τέλει δὲ καὶ τὸν Ἰωσὴφ, τῆς Αἰγύπτου ἀποχωρήσαντες, κηδεύουσιν ἔνθα ὁ προπάτωρ αὐτῶν Ἀβραὰμ προκε 780 κήδευτο· ἐν ᾧ τόπῳ ὑπῆρχε καὶ ἡ τερέβινθος, ὑφ' ᾗ ἔκρυψεν Ἰακὼβ τῆς Λάβαν τὰ εἴδωλα, ἥτις ἔτι καὶ νῦν εἰς τιμὴν τῶν προγόνων ὑπὸ τῶν πλησιοχόρων θρησκεύεται· ἔστι γὰρ ἄχρι τοῦ δεῦρο παρὰ τὸν πρέμνον αὐτῆς βωμὸς, ἐφ' ὃν τά τε ὁλοκαυτώματα, καὶ τὰς ἑκατόμβας ἀνέφερον· εἶναί τε φασὶ ῥάβδον αὐτὴν ἑνὸς τῶν ἐπιξενωθέντων ἀγγέλων τῷ Ἀβραὰμ, ἥνπερ τῷ τόπῳ τότε παρὼν ἐνεφύτευσε, καὶ ἐξ αὐτῆς ἡ ἀξιάγαστος ἐνεφύη [φ. ἀν–] τερέβινθος. Ὑπαφθεῖσα γὰρ ὅλη πῦρ γίνεται, καὶ νομίζεται τοῖς πᾶσιν εἰς κόνιν ἐκ τῆς φλογὸς ἀναλύεσθαι, καίτοι σβεσθεῖσα μέντοι ἀσινὴς ὅλη, καὶ ἀκέραιος δείκνυται. Μετὰ δὲ τὴν τελευτὴν τοῦ Ἰωσὴφ, τῆς εὐποιίας ἀμνημονεύσαντες οἱ Αἰγύπτιοι, ποικίλαις συμφοραῖς τὸ γένος τῶν Ἰσραηλιτῶν ὑπέβαλον, φθόνῳ καὶ ζήλῳ πρὸς αὐτοὺς διακείμενοι. Οἱ γὰρ Ἰσραηλῖται πρὸς πόνους ὄντες καρτεροὶ, ἀρετῇ καὶ πλούτῳ τοὺς Αἰγυπτίους διήνεγκαν, ἐκείνων εἰς μέθην κεχαυνωμένων καὶ ἀργίαν, καὶ ῥᾳθυμίᾳ πεπεδημένων ἀεί. Εἷς δέ τις τῶν παρ' Αἰγυπτίοις ἱερογραμματέων προσημαίνει τῷ Φαραὼ τεχθήσεσθαι παρὰ τοῖς Ἰσραηλίταις τινὰ, ὃς πᾶσαν μὲν ταπεινώσει τὴν Αἴγυπτον, αὐξήσει δὲ ἐπὶ μέγα προκοπῆς τὸ οἰκεῖον ἔθνος, ἀειμνημόνευτον δόξαν κτησάμενος. Καὶ διὰ τοῦτο παντοίως τοὺς Ἑβραίους ὁ Φαραὼ ἀπολέσαι διενοεῖτο· ἔργα μὲν αὐτοῖς προστάττων ἐπιμοχθεύειν, τειχίζειν δὲ πάσας τῆς Αἰγύπτου τὰς πόλεις, καὶ τὸν ποταμὸν εἰς πολλὰς διατέμνειν διωρυγάς· καὶ χώματα ἐγείρειν, κελεύων, ὅπως κατὰ μηδὲν τὴν πόλιν ἐπιλιμνίζων λυμαίνηται· πρὸς δὲ τούτοις καὶ πυραμίδας ἐγείρειν, καὶ τὰ παρ' αὐτοῖς τικτόμενα βρέφη κατακρημνίζειν ἐπὶ τοῦ ποταμοῦ ἀπεφήνατο, οἰόμενος καὶ τὸν θεσπισθέντα καταλῦσαι τὴν Αἴγυπτον ἀραιρήσειν [φ. καθαιρήσειν] ἐπὶ τοῦ ποταμοῦ. Ὑπῆρχεν οὖν τις ἐκ τῆς φυλῆς τοῦ Λευῒ Ἀμρὰμ ὀνόματι, ὃς γυναῖκα τὴν Ἰωχαβὲθ κτησάμενος, ἐξ αὐτῆς τὸν θεσπέσιον Μωϋσῆν ἐγέννησε, καὶ ἔκρυπτεν αὐτὸν ἐπὶ χρόνον τινά. Ὡς δὲ εἶδε τὸν νόμον τοῦ βασιλέως ἐπικρατοῦντα σφοδρότερον, δεδοικὼς μὴ κατάφωρος γένηται, εἰς θήκην ἐμβαλὼν τὸ παιδίον, παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ ἐκτίθεται. Καὶ ἡ θυγάτηρ τοῦ Φαραὼ, λουτροῦ χάριν ἀφικομένη, θεωρήσασα τὴν θήκην ἀνοίγει, καὶ πρὸς τὸ κάλλος τοῦ παιδίου ἡσθεῖσα εἰσεποιήσατο ἀποροῦσα παιδός· καὶ πολλὰς τροφοὺς συγκαλέσασα τῶν Αἰγυπτίων, οὐκ εἶχεν ὅπως τὸ παιδίον ἐκθρέψειεν· οὐδεμιᾶς γὰρ αὐτῶν μαζὸν προσίετο. Ἐπὶ τέλει γοῦν ἡ μήτηρ, ἀνεῖσα κρύβδην τῇ βασιλίσσῃ, γαλουχεῖν προσετάχθη· μόνης γὰρ αὐτῆς τὸν μαζὸν προσεδέξατο, ἐξ αὐτῶν, οἶμαι, σπαργάνων τὸ μὲν οἰκεῖον γένος προσιέμενον, τὸ δὲ ἀλλότριον μυσαττόμενον. Ἀνδρωθέντα γοῦν αὐτὸν, Μωϋσῆν προσεῖπεν ἡ Θέρμουθις (τοῦτο γὰρ τῇ βασιλίσσῃ ὄνομα), ἐπειδὴ διεσώθη ἐκ τοῦ ὕδατος· Αἰγύπτιοι γὰρ τὸ ὕδωρ μῶϋ, καὶ τὸ σὴς σωθῆναι προσαγορεύουσιν. Ἐκάλουν δὲ τὸ πρὶν αὐτὸν οἱ γονεῖς Μελχείς. Ἦν δὲ ἀστεῖος ἅγαν τῇ ὄψει, ὡς τὸν καθ' ὁδὸν ἀπαντῶντα αὐτῷ ἀφίστασθαι ἐκπληττόμε 781 νον, καὶ ὑπερθαυμάζοντα τὸ κάλλος. Προσάγει αὐτὸν οὖν αὐξηθέντα ἡ
Commentarius in hexaemeron Unit 7 opening§u07-open
u07-openUnit 7.
Lemma-led open — Θέρμουθις τῷ πατρὶ αὐτῆς, ἀξιοῦσα ποιῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ διάδοχον, καὶ τίθησιν
Greek · §u07-open
Θέρμουθις τῷ πατρὶ αὐτῆς, ἀξιοῦσα ποιῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ διάδοχον, καὶ τίθησιν αὐτὸν ἐν ταῖς χερσὶν αὐτοῦ. Ὁ δὲ λαβὼν, καὶ προστερνισάμενος, κατεφίλει· χαριεντιζόμενός τε, περιελὼν τῆς ἑαυτοῦ κεφαλῆς τὸ διάδημα, ἐπιτίθησι τῇ ἐκείνου κεφαλῇ. Ὁ δὲ Μωϋσῆς, ἀποῤῥίψας ἐπὶ τῆς γῆς τὸ διάδημα, κατεπάτει. Καὶ ὁ γραμματεὺς, ὁ τὴν γένεσιν αὐτοῦ προειπὼν, θεασάμενος καὶ συνεὶς ἐκεῖνον εἶναι τὸν θεσπιζόμενον τῆς Αἰγυπτίων ἀρχῆς πολέμιον, ὥρμησε μὲν ἀποκτεῖναι, καὶ οὐκ ἴσχυσε· βοήσας δὲ ἔφη τῷ βασιλεῖ· «Οὗτος ἐκεῖνός ἐστι, βασιλεῦ, ὅνπερ ἡμῖν ἀναφυῆναι ἐκ τῶν Ἑβραίων τὸ δαιμόνιον ἔχρησε τῆς βασιλείας Αἰγυπτίων ἐπίβουλον· ὅσγε καὶ νῦν σύμβολον τοῦ μέλλοντος οὐ μικρὸν ἐπεδείξατο, αὐτὸ δὴ τῆς βασιλείας τὸ σύνθημα ῥίψας, καὶ καταπατήσας εἰς τοὔδαφος Τοῦτον γοῦν ἀνελὼν, Αἰγυπτίους μὲν τῶν προσδοκωμένων στερήσεις κακῶν, Ἑβραίους δὲ σφαλῆναι τῆς ἐλπίδος τῆς ἐπ' αὐτῷ καταστήσεις.» Ταῦτα εἰπόντος αὐτοῦ, ὁ μὲν βασιλεὺς κατὰ πρόνοιαν Θεοῦ ὀκνηρὸς πρὸς τὸν φόνον ἐγένετο· ἡ δὲ Θέρμουθις, τῶν χειρῶν τοῦ βασιλέως τὸν Μωϋσῆν ἐξαρπάσασα, ἐφύλαττεν ἀσφαλῶς. Αἰθίοπες δὲ, πρόσοικοι τοῖς Αἰγυπτίοις τυγχάνοντες, ἄφνω ἐπελθόντες, ἐπολιόρκουν τὴν Αἴγυπτον, καὶ ἀντιπαραταξαμένους τοὺς Αἰγυπτίους τροπωσάμενοι, προέβησαν ἄχρι Μέμφεως καὶ τῆς θαλάσσης, ὅσῳ Αἰγύπτιοι κατὰ χρησμὸν σύμμαχον τὸ τῶν Ἑβραίων γένος λαβόντες ἐπῄεσαν. Καὶ ὁ Φαραὼ, καιρὸν ἐπιτήδειον εὑρηκέναι νομίζων πρὸς τὴν Μωϋσέως ἀναίρεσιν, τὴν Θερμούθιδα ἠξίωσε παρασχεῖν αὐτῷ τὸν Μωϋσῆν, ὅπως αὐτὸν στρατηγὸν τῶν Ἑβραίων ποιήσειεν, ἐπομνύμενος μηδὲν κακουργήσειν αὐτὸν, ἀλλὰ ταξίαρχον μόνον καταστῆσαι τῶν Ἑβραίων, ὑπολαμβάνω ῥᾳδίως αὐτὸν ὑπὸ τῶν πολεμίων φθαρήσεσθαι, ὡς μάχης ὑπάρχοντα ἄπειρον. Ἡ δὲ πολλὰ πρότερον τὸν πατέρα καὶ τοὺς γραμματεῖς ὀνειδίσασα, ὅτι ὅνπερ ὡς πολέμιον ἀποκτεῖναι ἐβούλοντο, νῦν ὡς ἐπίκουρον παρακαλοῦσι, δίδωσιν αὐτοῖς τὸν Μωϋσῆν. Ὁ δὲ τοῦ οἰκείου ἔθνους στρατηγὸς προαχθεὶς, λάθρα τῶν Αἰθιόπων δι' ἑτέρας ὁδοῦ ἄγει τὴν στρατιὰν, τῆς ἀβάτου καὶ θηριοτόκου (πᾶσαν γὰρ θηρίων ἐκτρέφει φύσιν, ὡς εἶναί τινα ἐν αὐτῇ καὶ πετόμενα), καὶ πρὸς τὸ μὴ πλήττεσθαι ὑπὸ τῶν θηρίων τινὰ, κιβωτοὺς πλεκτὰς προστάττει ἕκαστον ἐπιφέρεσθαι ἴβεων πεπληρωμένας· ἔστι γὰρ τοῦτο τὸ ζῶον ταῖς ἀσπίσι πολέμιον. Ὡς οὖν τὸν τόπον ἐκεῖνον διώδευον, τὰς ἴβεας τοῖς θηρίοις ἐπαφῆκαν, κἀκεῖνα τὴν ἔφοδον τούτων μὴ ὑπομείναντα, διεφθείροντο· καὶ τοῦτον τὸν τρόπον διοδεύσας ἄφνω προσπίπτει τοῖς Αἰθίοψι, καὶ πολὺ πλῆθος αὐτῶν κατασφάξας, τοὺς λοιποὺς εἰς φυγὴν ἔτρεψεν. Οἱ δὲ Αἰθίοπες, μόλις φόνον τῇ φυγῇ διαδράσαντες, τὴν πόλιν Σαβὰ καταλαμβάνουσιν. Ἦν γὰρ αὐτῶν αὕτη βασίλειος, ὠχυρωμένη τείχει κρατερῷ καὶ χώμασιν, ἀπρόσβατος διὰ τὸν Νεῖλον (ἐπειδὴ πᾶσαν αὐτὴν περιτειχίζει τῷ ῥεύματι)· διόπερ καὶ δυσπολι 784 όρκητος τοῖς Αἰγυπτίοις ἐτύγχανεν. Ὁ γοῦν Μωσῆς προσῆγε τῇ πόλει τὴν στρατιὰν, ἐν ἀμηχανίᾳ μεγίστῃ ὢν, διὰ τὸ εἶναι δυσάλωτον. Μηχανωμένων οὖν πολλὰ τῶν Αἰγυπτίων, καὶ μηδὲν ἰσχυόντων, ἡ θυγάτηρ τοῦ βασιλέως Θάρμεις ὀνόματι, τὸν Μωϋσέα διὰ τῶν πύργων θεασαμένη, καὶ ἡσθεῖσα ἐπὶ τῷ κάλλει αὐτοῦ, καὶ θαυμάσασα τῶν ἐπιχειρήσεων αὐτοῦ τὴν ἐπίνοιαν, εἰς πόθον ἔρχεται· καὶ ἀποστείλασα τῶν οἰκετῶν τὸν πιστότατον, περὶ γάμου πρὸς αὐτὸν διελέχθη. Ὁ δὲ Μωϋσῆς ποιήσειν τοῦτο ὑπέσχετο, εἰ τὴν πόλιν αὐτῷ παραδώσειεν. Ἡ δὲ παραχρῆμα τὴν εἰρήνην σπένδεται, καὶ τὴν πόλιν αὐτῷ παραδίδωσιν. Λυθείσης οὖν τῆς μάχης, καὶ τῶν Αἰγυπτίων εἰς τοὺς οἰκείους τόπους ἐπανελθόντων, ἄγεται πρὸς γάμον αὐτὴν, καὶ κτίζει πόλιν, καὶ Ἑρμούπολιν ἀναγορεύει· οὕτω γὰρ ὑπὸ τῶν Αἰγυπτίων ὁ Μωϋσῆς προσαγορεύεται, διὰ τὴν [φ. τὸ] τῶν ἱερῶν γραμμάτων ἑρμηνείαν ποιήσασθαι. Ἐτιμᾶτο
Unit 7 rem early§u07-rem-early
u07-rem-earlyRem early: Unit 7; lemma and argument toward the thesis.
Greek · §u07-rem-early
δὲ καὶ παρὰ τοῖς Αἰθίοψιν οὐ μικρῶς διὰ τὴν σοφίαν τὴν ἀξιάγαστον. Πλοίων γὰρ τὴν χρῆσιν, καὶ μηχανὰς πρὸς λιθοθεσίαν, καὶ ὅπλα Αἰγύπτια, καὶ ὄργανα ὑδρευτικὰ καὶ πολέμια πρῶτος αὐτοῖς ἐπενόησεν. Ἕτι δὲ καὶ τὴν Αἴγυπτον πᾶσαν εἰς τριάκοντα διεῖλε νομοὺς, πρὸς τὸ τῷ Χενεφρῇ τὴν βασιλείαν βεβαιῶσαι· ἐπειδὴ ἀτάκτως ἐβασιλεύοντο Αἰγύπτιοι, γνώμῃ προσάγοντες καὶ καθαιροῦντες ὃν ἂν προῄρηντο. ∆ι' ἃ γοῦν ὑπὸ μὲν τῶν ἱερέων ὡς θεὸς ἐτιμᾶτο, ὑπὸ δὲ τῶν Αἰθιόπων ὡς βασιλεύς· καὶ γὰρ καὶ τὴν περιτομὴν παρ' αὐτοῦ μαθόντες ἄχρι τοῦ δεῦρο φυλάττουσιν. Πρῶτος γὰρ οὗτος σοφὸς γεγένηται, ὡς ἱστορεῖ ὁ Εὐπόλεμος, καὶ γράμματα πρῶτος Ἑβραίοις παραδέδωκεν, ἅπερ ὁ μακάριος Ἀβραὰμ ἀπὸ τῶν Χαλδαίων ἐκόμισε· πρῶτοι γὰρ εὑρεταὶ τούτων οἱ Χαλδαῖοι γεγένηνται· παρὰ δὲ τῶν Ἑβραίων ἔλαβον Φοίνικες· καὶ Κάδμος ταῦτα μετήγαγεν εἰς τοὺς Ἕλληνας. Μετὰ δὲ τὴν κατὰ τῶν Αἰθιόπων στρατηγίαν ἀφικνεῖται εἰς Αἴγυπτον· καὶ ὁ Χενεφρῆς λόγοις μὲν εὐφήμοις ἐδεξιοῦτο αὐτὸν, ἔργοις δὲ τὸ θάνατον κατὰ αὐτοῦ ἤρτυεν· ἔρημον γὰρ τῶν ὁμοφύλων καταστήσας αὐτὸν, εἰς Μέμφιν μετ' αὐτοῦ παραγίνεται· καὶ ἐρωτᾷ αὐτὸν, τί τοῖς ἀνθρώποις ὑπάρχει εὔχρηστον. Ὁ δὲ ἔφη· Τῶν βοῶν τὸ γένος, διὰ τὸ ἀρώσιμον τὴν γῆν ὑπ' αὐτῶν καθίστασθαι. Κελεύσας οὖν τοῖς ὄχλοις ὁ Χενεφρῆς ταύρου Ἄπιδος σηκὸν τεκτήνασθαι, τὰ τοῦ Μωϋσέως τῆς ἀρετῆς ὑπομνήματα (ἦν δὲ ταῦτα ἐκ χαλκοῦ πεποιημένα, τῶν ἴβεων τὴν ἐπίνοιαν, καὶ τὴν ἱστορίαν τῆς κατ' Αἰθιόπων ἀνδραγαθίας κηρύττοντα) ὑπὸ τὸ ἔδαφος ἐνέκρυψε τοῦ ναοῦ πρὸς τὸ λήθῃ παραδοῦναι τὰ τούτου δράματα. Τὸν δὲ ὄχλον τῶν Ἑβραίων τὸν περιέποντα αὐτὸν, εἰς δύο ἔργα διένειμε· τοὺς μὲν γὰρ εἰς φυλακὴν τῆς Αἰθιοπίας ἐξέπεμψε, τοὺς δὲ τὸν ἐν ∆ιὸς πόλει ναὸν ἐκ λίθου κατασκευάσαι, λατομήσαντας τὸ πλησίον ὄρος, ἐπέτρεψε· πάλαι γὰρ ἐξ ὀπτῆς πλίνθου ὁ ναὸς κατεσκεύαστο· Ἀποξενώσας δὲ καὶ τῶν Αἰγυπτίων αὐτὸν, ἀνελεῖν αὐτὸν τοῖς φίλοις αὐτοῦ ἐνετέλλετο, πάντας ὁρκωμοτῶν, μὴ ποιῆσαι αὐτῷ τὴν κατ' αὐτοῦ τυρευομένην κατάδηλον. Πάντων οὖν τὴν βουλὴν ταύτην ἀπειπαμένων, Χανενώθης τις διακονῆσαι τῇ γνώμῃ τοῦ βασιλέως κατέθετο, δολοφονῆσαι τὸν Μωϋσέα ἐπαγγειλάμενος. Τότε δὴ καὶ τῆς 785 Μεῤῥόης (οὕτω γὰρ ἡ Θέρμουθις ἐκαλεῖτο) τελευτησάσης, ἕρμαιον ὁ Φαραὼ τὸν καιρὸν ἡγησάμενος, προστάττει Μωϋσῇ καὶ Χανενώθῃ εἰς τοὺς ὑπὲρ Αἰγύπτου τόπους κηδεῦσαι αὐτήν. Ἀφικνουμένων δὲ αὐτῶν, εἷς τις τῶν συνειδότων τὴν γνώμην τοῦ Φαραὼ ἀνακοινοῦται τῷ Μωϋσῇ· καὶ φυλάξας ἑαυτὸν πάντοθεν ὁ Μωϋσῆς, τὴν Μεῤῥόην ἔθαψε, καὶ τὸν τόπον καὶ τὸν ποταμὸν Μεῤῥόην ἐξ αὐτῆς προσηγόρευσεν. Αὐτὸς δὲ ἐκ μὲν Μέμφεως τὸν Νεῖλον διαπορθμεύσας, καθ' ὑπόθεσιν Ἀαρὼν τοῦ ἀδελφοῦ αὐτοῦ, εἰς τὴν Ἀραβίαν ἀπέφευγεν· ὁ δὲ Χανενώθης πυθόμενος, γυμνώσας τὸ ξίφος ὑπαντιάξει αὐτῷ· ὁ δὲ Μωϋσῆς κατεῖχεν αὐτοῦ τὴν χεῖρα, καὶ ἐκσπάσας τὸ ξίφος αὐτοῦ τῆς χειρὸς, τῷ οἰκείῳ ξίφει αὐτὸν διεχειρίσατο, καὶ εἰς Ἀραβίαν πρὸς Ῥαγουῆλον τὸν τῶν τόπων ἄρχοντα παρεγένετο, καὶ τὴν θυγατέρα αὐτοῦ Σεπφόραν ἀγόμενος, ἐξ αὐτῆς δύο παῖδας ἐγέννησεν. Ὁ δὲ Φαραὼ, πᾶσαν τὴν δραματουργίαν τοῦ Μωϋσέως πυθόμενος, τὸν θυμὸν ἐπὶ τὸ πλῆθος τῶν Ἰουδαίων ἔχεε, καὶ ἄρδην τούτους ἀναιρεῖσθαι προσέταξε· μόνους γὰρ αὐτοὺς λινῆν ἐσθῆτα φορεῖν κελεύσας διὰ τὸ εὔσημον, εἰς σφαγὴν αὐτοὺς τοῖς Αἰγυπτίοις ἐκδίδωσιν· ἐφ' ᾧ ὁ Θεὸς μεγίστῃ τιμωρίᾳ τοῦτον ἐκόλασε· πρῶτος γὰρ παντὸς ἀνθρώπου ἐλεφαντιάσας ὁ Φαραὼ, αἰσχρῷ τὸν βίον τέλει κατέλυσεν. Ὁ δὲ τούτου τὴν αὐτὴν ἀρχὴν τῆς βασιλείας διαδεξάμενος, ὁμοῦ καὶ τῆς πονηρίας αὐτοῦ ἦν διάδοχος· τοῖς γὰρ αὐτοῖς κακοῖς τοὺς Ἰουδαίους ὑπέβαλλε. Καὶ θρήνου πολλοῦ περιέχοντος αὐτοὺς, ὁ Θεὸς οἶκτον λαβὼν αὐτῶν, τὸν Μωϋσῆν ἐξέπεμψεν εἰς τὴν Αἴγυπτον, προστάττων τῷ Φαραὼ ἀπολῦσαι τῶν Ἰουδαίων τὸ ἔθνος εἰς τὴν ἔρημον, ὥστε λατρεῦσαι αὐτῷ. Ἐπὶ γοῦν τῇ τοιαύτῃ ῥήσει τοῦ Μωϋσέως χαλεπήνας ὁ Φαραὼ, εἰς εἰρκτὴν παραχρῆμα ἐμβληθῆναι αὐτὸν προσέταξε· καὶ διὰ τῆς νυκτὸς σεισμῷ διεσείσθη πᾶσα ἡ γῆ, ὡς τινὰς τῶν φυλάκων ἐκ τοῦ δέους ψυχοῤῥαγῆσαι, τινὰς δὲ ὕπνῳ βαθεῖ παραθεῖναι τὰ μέλη· αὐτὰς δὲ τὰς πύλας τῆς εἱρκτῆς ἀναπετασθῆναι, καὶ ἐξελθεῖν τὸν Μωϋσῆν, καὶ παραγενέσθαι νυκτὸς εἰς τὰ βασίλεια· καὶ γὰρ κἀκείνου αἱ θύραι κλονουμένης τῆς γῆς διέστησαν· καὶ πάντων τῶν σωματοφυλάκων καθευδόντων, διύπνησε τὸν Φαραὼ λέγων· «Ὁ Θεὸς ἐξαπέστειλέ με ἀπολῦσαι προστάττων σοι τὸν τῶν Ἰουδαίων λαόν.» Ὁ δὲ καταπλαγεὶς ἠρώτα καὶ ποῖος οὗτός ἐστι, καὶ τί τὸ ὄνομα τοῦ
Unit 7 rem mid§u07-rem-mid
u07-rem-midRem mid: Unit 7; lemma continues; reading with the letter.
Greek · §u07-rem-mid
ἀποστείλαντος αὐτὸν Θεοῦ· ὁ δὲ Μωϋσῆς, προκύψας εἰς τὴν ἀκοὴν αὐτοῦ, τοῦ Θεοῦ τὸ ὄνομα αὐτῷ διεσάφησε· καὶ μὴ καρτερήσας τὴν ἀκοὴν ὁ Φαραὼ, ἐπὶ τῆς γῆς ἔπεσεν ἄφωνος. Καὶ προσελθὼν ἤγειρεν αὐτὸν ὁ Μωϋσῆς, καὶ εἰς δέλτον τὸ πανάγιον ὄνομα ἐγχαράξας, ἐσφράγισε· καί τις τῶν παρ' Αἰγυπτίοις ἱερέων, φαυλίσαι τοῦτο τολμήσας τὸ ὄνομα, σπασμονῇ εὐθέως τὸν βίον κατέλυσε. Ὁ δὲ Φαραὼ ποιῆσαί τι σημεῖον τὸν Μωϋσῆν ἐπέτρεπε· καὶ ὁ Μωϋσῆς, ἣν κατεῖχε ῥάβδον ἀφεὶς ἐπὶ τῆς γῆς, εἰς ὄφιν αὐτὴν μετέβαλε· καὶ πάλιν αὐτῆς ἁψάμενος, εἰς τὸ ἀρχαῖον ἀποκατέστησε. 788 Τούτου δὲ ἐπὶ τοῦτο μὴ εἴξαντος ἀπολῦσαι τὸν λαὸν, εὐξαμένου τοῦ Μωϋσέως πρὸς τὸν Θεὸν, σεισμὸς μέγας μετὰ χαλάζης ἐνέσκηψεν, ὡς τὸν φεύγοντα ἐκ τῶν δωμάτων τὸν σεισμὸν ὑπὸ τῆς χαλάζης ἀπόλλυσθαι, τοὺς δ' αὖ πάλιν τὴν χάλαζαν ἐκκλίνειν σπεύδοντας ὑπὸ τοῦ σεισμοῦ καταφθείρεσθαι. Ὡς δὲ καὶ ἐπὶ τοῦτο ἔμεινεν ἀδυσώπητος, τῇ ῥᾴβδῳ τὸ Νειλώϊον ὕδωρ ἐπάταξε, καὶ τὴν Αἴγυπτον πλημμυρήσας ὁ ποταμὸς, μικροῦ δεῖν πᾶσαν ἐπέκλυσεν, ὡς ἔκτοτε ἄχρι τοῦ νῦν ποιεῖσθαι αὐτὸν τὴν κατάβασιν. Ὁ γοῦν Φαραὼ, τοὺς ὑπὲρ Μέμφιν ἱερεῖς προσκαλεσάμενος, ἠπείλησεν αὐτούς τε καὶ πάντας τοὺς τῶν εἰδώλων ἐξαφανίσαι σηκοὺς, εἰ μὴ τῷ Μωϋσῇ παραπλησίως τερατουργήσειαν. Οἱ δὲ, ταῖς εἰωθυίαις γοητείαις χρησάμενοι, δράκοντας ἐξέρπειν ἐποίησαν, καὶ τὸν ποταμὸν δοκήσει μετέχρωσαν, ὡς ἐκ τούτου τυφωθέντα τὸν Φαραὼ τιμωρίᾳ μεγίστῃ τοὺς Ἰουδαίους ὑποβαλεῖν. Καὶ ὁ Μωϋσῆς, τῇ ῥάβδῳ παίσας τὴν γῆν, πτηνόν τι ζῶον ἐξερπύσαι αὐτὴν παρεσκεύασεν, ὅπερ τοῖς σώμασιν ἐφιζάνον τῶν Αἰγυπτίων ἑλκώσεις ἀνιαρὰς αὐτοῖς παρείχετο, ὡς μηδεμίαν τὴν ἰατρικὴν ποιῆσαι τούτοις ἐπικουρίαν δύνασθαι. Ὡς δὲ καὶ ἐπὶ τῆς μάστιγος ταύτης ἐσκληρύνθη Φαραὼ, τελευταῖον θανάτῳ τὰ πρωτότοκα τῆς Αἰγύπτου πάσης ὑπέβαλε. Καὶ πένθους ἐπὶ τοῦτο ἀμέτρου καταλαβόντος τὴν Αἴγυπτον, ἀπὸ τῆς χώρας παγγενῆ πάντας ὁ Φαραὼ τοὺς Ἰουδαίους ἐξέπεμψε· καὶ πολλὴν οὗτοι ὁδὸν διανύσαντες, καὶ τοὺς Ἀραβίας διαβάντες ποταμοὺς, τριταῖοι ἐπὶ τὴν Ἐρυθρὰν θάλασσαν παρεγένοντο. Τοῦ δὲ Θεοῦ τὴν καρδίαν σκληρύναντος τοῦ Φαραὼ, πάλιν οἱ Αἰγύπτιοι ἐπιλησθέντες τῶν προλαβόντων κακῶν, τοὺς Ἰσραηλίτας ἅμα τῷ Φαραὼ ἐπεδίωκον. Μηδεὶς δὲ ὑπολάβῃ τὸν Φαραὼ ὑπὸ τοῦ Θεοῦ εἰς ἀναισθησίαν τῶν πραττομένων χωρεῖν ἐκβιάζεσθαι· ἀδικίας γὰρ ἵσως τοῦ Θεοῦ ὁ τοιοῦτος καταψηφίζεται φάσκων· Εἰ αὐτὸς σκληρύνει τὴν καρδίαν, τί μέμφεται τῷ σκληρυνομένῳ; Ἀλλὰ γινωσκέτω, ὅτι ἀνοχὴ τῶν μαστίγων αἰτία τῆς πωρώσεως αὐτῷ ἐγίνετο· ἡνίκα γὰρ ἐπῆγεν ἐπ' αὐτὸν τὰς πληγὰς, ἀπολύειν τὸν λαὸν ἐπηγγείλατο· ἡνίκα δὲ ἠφίει τῶν βασάνων αὐτὸν, ἐσκληρύνετο· τοῦτο γὰρ ἐπὶ λέξεως σημαίνει καὶ ἡ Γραφὴ λέγουσα· Ἰδὼν δὲ Φαραὼ, ὅτι γέγονεν ἀνάψυξις, ἐβάρυνε τὴν καρδίαν αὐτοῦ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησεν ὁ Κύριος· καὶ, Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ πᾶσαν τὴν δύναμίν μου. Ἀλλ' ἀκούων μὴ δυσφήμως ὑπολάβῃς, λέγων· ∆ιὰ τί τιμωρεῖται αὐτοὺς, ἀντιστῆναι αὐτῷ παρασκευάζων αὐτόν; διὰ τί τύπτει, εἰ οὐκ ἔστιν ἀδικία παρὰ τῷ Θεῷ; Ἀλλὰ γινωσκέτω πρῶτον, ὅτι τὰ δοκοῦντα εἶναι ἀντιλεγόμενα παρὰ τῇ Γραφῇ, οὐ λογισμοῖς, ἀλλὰ παραδείγμασι λύεται. Ὥσπερ γὰρ οἱ ἄριστοι τῶν ἰατρῶν, ὠφέλιμόν τι ἐπινοῆσαι τῇ ἀνθρωπίνῃ φύσει σπουδάζοντες, τοὺς θανατικῇ ἀποφάσει ὑποβληθέντας αἰτησάμενοι ἀνατέμνουσιν. ἵνα διὰ τῶν ὑποδίκων τῷ θανάτῳ ὠφέλιμόν τι τοῖς ἀνθρώποις ἐφεύρωσιν· οὕτως ὁ πᾶσαν ἀνθρωπί 789 νην σοφίαν ὑπερβαίνων Θεὸς διὰ τοῦ ἀνίατον ἡμαρτηκότος Φαραὼ σημεῖα μεγάλα δείκνυσι, τὸν μὲν ἄξιον τιμωρίας κολάζων, τοὺς δὲ μετὰ ταῦτα γεννωμένους θεραπεύων, σωτηρίας ὑπόθεσιν τὴν αὐτοῦ τιμωρίαν αὐτοῖς παρεχόμενος. Συναγαγὼν οὖν πᾶσαν τὴν δύναμιν ὁ Φαραὼ, ἅρματα μὲν διακόσια, ἱππέων δὲ μυριάδας κʹ, τοὺς Ἰσραηλίτας ἐδίωκεν. Οἱ δὲ, διαιρεθείσης τῆς Ἐρυθρᾶς θαλάσσης ὑπὸ Μωϋσέως, προστάγματι Θεοῦ ἐπορεύοντο· καὶ Αἰγύπτιοι κατόπιν αὐτῶν ἐλαύνοντες κατεποντώθησαν, τῇ ῥάβδῳ τοῦ Μωϋσέως πατάξαντος, καὶ συναγαγόντος τὰ ὕδατα. Τῇ δ' ὑστεραίᾳ ἡμέρᾳ, τὰ ὅπλα τῶν Αἰγυπτίων τῷ πλήθει τῶν Ἑβραίων προσήνεγκε τὸ ὕδωρ ὠθούμενον ὑπὸ τοῦ πνεύματος. Καὶ ὁ Μωϋσῆς εἰκάσας καὶ τοῦτο τῇ τοῦ Θεοῦ γεγενῆσθαι προνοίᾳ, ἐκέλευσεν αὐτὰ πορίσασθαι, ὅπως μὴ εἶεν ἄνοπλοι. Ἀφικνοῦνται γοῦν εἰς τὴν ἕρημον. Καὶ ὁ Ῥαγουῆλος καὶ Ἰοθὼρ (διώνυμος γὰρ ἐτύγχανεν) ἀφικνεῖται πρὸς τὸν Μωϋσῆν, ἐπαγόμενος αὐτῷ
Unit 7 rem close§u07-rem-close
u07-rem-closeRem CLOSEOUT: Unit 7 CLOSEOUT.
Greek · §u07-rem-close
τὴν γυναῖκα καὶ τοὺς υἱούς· καὶ μαθὼν πᾶσαν παρ' αὐτοῦ τὴν κατ' Αἰγυπτίων τοῦ Θεοῦ θαυματουργίαν, κατεπλάγη, καὶ ἐδόξασε τὸν Θεόν. Ἦν δὲ οὗτος, ὥς φασι, τοῦ Ἀβραὰμ ἀπόγονος, ἐξ ἑνὸς τῶν ἐκ Χεττόυρας γεννηθέντων αὐτῷ τεχθείς· ἐκ γὰρ τοῦ Ἰεζὰν ἐγένετο ∆άδαν, Ῥαγουὴλ, Ἰοθὼρ καὶ Ὀβάβ. ∆εξιῶς οὖν αὐτὸν φιλοφρονησάμενος ὁ Μωϋσῆς, εἰς τοὺς οἰκείους τόπους προέπεμψεν. Αὐτὸς δὲ πολλὰς πρὸς τὸ χρήσιμον τοῖς Ἑβραίοις νομοθετήσας ὁ Μωϋσῆς ἐτελεύτησε, βιώσας ἔτη ρκʹ. καὶ Ἰησοῦς ὁ Ναυῆ τὴν ἡγεμονίαν αὐτοῦ διαδέχεται, καὶ ἐξάγει τῆς ἐρήμου τὸν λαὸν, ἔτη μʹ ἐν αὐτῇ διατρίψαντα, ἐφ' ἧς ἔτι τὰ ἴχνη τῆς κατοικήσεως τῶν Ἰουδαίων σώζεται. Οἱ γὰρ χάριν ἱστορίας τοῖς τόποις ἐπιδημήσαντες, τῶν σκηνῶν τύπους ἔτι συνεστάναι διηγοῦνται μυρίου πλήθους ὑπαρχούσας [φ. ὑπαρχουσῶν], τό τε Σιναῖον ὄρος θεωρεῖσθαι, παρ' ᾧ τὰς νομοθεσίας ὁ Μωϋσῆς εἴληφε, καὶ ἕκαστα τῶν ἐν μέρει ἀναγεγραμμένων. Ζητητέον δέ· Οἱ Ἑβραῖοι ἐν τῇ Αἰγύπτῳ παρῴκησαν ἔτη υʹ καὶ λʹ, καὶ οὐχὶ ιεʹ καὶ διακόσια· ἡ μὲν γὰρ τῶν χρόνων ἐφεξῆς ἀναγραφὴ σιεʹ σημαίνει, ἡ δὲ Γραφὴ υʹ καὶ λʹ. Λέγει γὰρ, ὅτι πάροικον ἔσται τὸ σπέρμα τοῦ Ἀβραὰμ ἐν γῇ ἀλλοτρίᾳ ἔτη υλʹ. Πρῶτον μὲν οὖν ἐπιτηρητέον, ὅτι οὐκ εἶπεν ἐν Αἰγύπτῳ, ἀλλ' ἐν γῇ ἀλλοτρίᾳ πάροικον ἔσται τὸ σπέρμα τοῦ Ἀβραάμ· ἀλλοτρία δὲ ὑπῆρχε καὶ ἡ Χαναναία γῆ, ἣν παρῴκησεν ὁ Ἰσαὰκ, σπέρμα τοῦ Ἀβραὰμ πρὸ πάντων αὐτὸς τυγχάνων ἐξαίρετον· υἱὸς γὰρ ἦν. ∆ῆλον οὖν, ὅτι πρὸ τοῦ κληρονομῆσαι τῶν ἀλλοφύλων τὴν γῆν, ὑπῆρχον πάροικοι μέχρις ἐτῶν υλʹ, ὥς που καὶ ὁ Ἀπόστολος λέγει· ∆ιαθήκην προκεκυρωμένην ὑπὸ Θεοῦ μετὰ ἔτη υλʹ, εἰς τὸ καρποφορῆσαι τὴν ἐπαγγελίαν· καὶ ἐπιφέρει· Τῷ δὲ Ἀβραὰμ δι' ἐπαγγελίας ἐχαρίσατο ὁ Θεός. Εἰκὸς οὖν, ὅτι ἐν μὲν τῇ Χαναναίᾳ σιεʹ παρῴκησαν, ἐν δὲ 792 τῇ Αἰγύπτῳ τὰ αὐτὰ σιεʹ, ἅπερ ὁμοῦ γίνεται ἔτη υλʹ. ∆ιάγοντος δὲ τοῦ Ἰησοῦ τὸν λαὸν καὶ τὴν κιβωτὸν τῆς ∆ιαθήκης διὰ τοῦ Ἰορδάνου, διέστη τὰ ὕδατα εἰς πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα· τὸ δὲ καταβαῖνον εἰς τὴν θάλασσαν τῶν ἀλῶν Ἄραβα κατῆλθεν, ἕως οὗ εἰς τέλος ἐξέλιπε, καὶ πάντες ἐπὶ ξηρᾶς διέβησαν, καὶ στρατοπεδεύουσιν ἐπὶ τὴν Ἱεριχώ. Ἦν δὲ αὕτη μεγίστοις ὠχυρωμένη τείχεσι. Κυκλοῦσι γοῦν αὐτὴν ἐπὶ ἡμέρας ἓξ, Θεοῦ προστάξαντος· καὶ τῇ ἑβδόμη ὄρθρου περιῆλθον αὐτὴν ἕβδομον κυκλόθεν, καὶ οἱ ἱερεῖς σαλπίγξαντες ταῖς σάλπιγξι τὸν λαὸν πάντα ἀλαλάξαι ὁμοθυμαδὸν διήγειραν· καὶ βοησάντων αὐτῶν, παραχρῆμα τὸ τεῖχος ἔπεσε, καὶ ἑάλω ἡ πόλις, καὶ πᾶσα τῷ Κυρίῳ ὑπῆρξεν ἀνάθημα. Καὶ μετὰ τὴν Ἱεριχὼ ἐνεδρεύουσι τὴν πόλιν Οὐαῒ, καὶ λαβόντες αὐτὴν ἐνέπρησαν, καὶ τὸν βασιλέα αὐτῆς ἐπὶ ξύλου κρεμάσαντες, προστάξαντος τοῦ Ἰησοῦ, ἐσταύρωσαν. Καὶ δύνοντος τοῦ ἡλίου ἔῤῥιψαν τὸ σῶμα αὐτοῦ εἰς φάραγγα, καὶ σωρῷ αὐτὸ λίθων ἐπέχωσαν. Οἱ δὲ Γαβαωνῖται, τούτων τὰς πολιορκίας πυθόμενοι (ὑπῆρχον γὰρ αὐτῶν ἀστυγείτονες), πανούργως τοὺς Ἰσραηλίτας κατασοφίζονται. Ἦσαν [φ. ὡς ἂν] γὰρ μὴ φθάσαντες τῇ πόλει αὐτῶν παρεμβάλωσιν, ὑπαντῶσιν αὐτοῖς ἐσθῆτα καὶ ὑποδήματα διεῤῥωγότα ἠμφιεσμένοι, καὶ σάκκους ἄρτων ξηρῶν καὶ εὐρωτιώντων, καὶ ἀσκοὺς παλαιοὺς ἐπηχθισμένοι, φάσκοντες αὐτοῖς· «Ἡ μὲν πόλις ἡμῶν πολὺ ἀφ' ἡμῶν διέστηκε· τοὺς γὰρ ἄρτους τούτους νεαροὺς ἐφωδιάσθημεν, καὶ τὴν ἐσθῆτα ἣν περικείμεθα καινὴν ἠμφιέσμεθα, καὶ τὰ ὑποδήματα νέα τοῖς ποσὶν ὑπεβάλομεν· καὶ ταῦτα πάντα τὸ μῆκος τῆς ὁδοῦ κατέτριψε, καὶ ἐπαλαίωσε. ∆ιάθεσθε οὖν πρὸς ἡμᾶς εἰρήνην, καὶ φίλους ἡμῶν καταστήσατε.» Καὶ ὁ μακάριος Ἰησοῦς ὅρκοις εἰρήνην τὴν πρὸς αὐτοὺς ἐπιστώσατο. Ὕστερον δὲ τὴν πανουργίαν αὐτῶν ἐπιγνοὺς, ἐφείσατο μὲν αὐτῶν διὰ τὸν ὅρκον, ξυλοφορεῖν δὲ καὶ ὑδροφορεῖν τοῖς Ἰσραηλίταις ἀντὶ τῆς ἀπάτης προσέταξεν. Ὀργισθεὶς δὲ Ἀδωνιβεζὲκ ὁ βασιλεὺς Ἱερουσαλὴμ ἐπὶ τὸ αὐτομολῆσαι τοῖς Ἰσραηλίταις τοὺς Γαβαωνίτας, συμμάχους τοὺς πλησιοχώρους λαβὼν βασιλεῖς, τὸν Αἰλὰμ βασιλέα Χεβρὼν, καὶ τὸν Φιδὼν τὸν τῆς Ἰεριμοὺδ, καὶ Σιφὰ τὸν Λαχεὶς, ἕτι δὲ καὶ τὸν ∆ὰδ τῆς Σοδολλὰμ, ἐστρατοπέδευσε πρὸς αὐτοὺς, καὶ ἐπολιόρκει τὴν Γαβαών. Οἱ δὲ Γαβαωνῖται συνεχόμενοι πρεσβεύονται πρὸς Ἰησοῦν. Ὁ δὲ ἐν Γαλγάλοις ὢν, ἀντιπαρετάξατο αὐτοῖς, καὶ συμβολῆς γενομένης ἐτροπώθησαν οἱ ἀλλόφυλοι· καὶ οἱ μὲν ξίφει διεφθάρησαν, οἱ δὲ χαλάζῃ. Φευγόντων γὰρ αὐτῶν, ὁ Θεὸς χάλαζαν αὐτοῖς κατώμβρησεν, ἥτις πλείστους τῶν ἐναντίων ἀνεῖλε, ἤπερ ὁ πόλεμος. Ἵνα δὲ τέλεον ἐξαφανίσῃ αὐτοὺς Ἰησοῦς, ηὔξατο
Commentarius in hexaemeron Unit 8 opening§u08-open
u08-openUnit 8.
Lemma-led open — τῷ Θεῷ, ὅπως τὴν ἡμέραν παρὰ φύσιν μηκύνῃ αὐτοῖς στήσας τὸν ἥλιον κατὰ Γαβαὼν, καὶ τὴν σελ
Greek · §u08-open
τῷ Θεῷ, ὅπως τὴν ἡμέραν παρὰ φύσιν μηκύνῃ αὐτοῖς στήσας τὸν ἥλιον κατὰ Γαβαὼν, καὶ τὴν σελήνην κατὰ φάραγγα Ἀρνῶν. Καὶ ἔστησεν ὁ Θεὸς στάσει τὸν ἥλιον καὶ τὴν σελήνην, ἕως οὗ παηνμέριον τοὺς πολεμίους ἥλω. 793 Τοὺς δὲ πέντε βασιλεῖς τῶν ἐθνῶν Ἰησοῦς ὁ τοῦ Ναυῆ κρυπτομένους εὑρὼν, εἰς σπήλαιον ὑπτίους ἐπὶ τῆς γῆς, ῥιφῆναι αὐτοὺς προσέταξε, καὶ καταπατεῖσθαι ὑπὸ τοῦ λαοῦ ἐπὶ τοῦ τραχήλου ποιήσας, ἀπέκτεινε· καὶ τὰ σώματα αὐτῶν ἐπὶ ξύλου ἀναρτήσας, ὕστερον εἰς τὸ σπήλαιον αὐτὰ κατώρυξε. Πάσας δὲ τὰς πόλεις ἐκπορθήσας αὐτῶν, πᾶσαν τὴν ὀρεινὴν καὶ τὴν πεδινὴν ὑπέταξε. Ἀσὼρ δὲ, ὁ βασιλεὺς Ἰαβὶν, συμμάχους τοὺς πέριξ λαβὼν βασιλεῖς, πολλὴν συνήγαγε δύναμιν, ὡς εἰκάσαι τὸ πλῆθος τῆς στρατείας αὐτῶν τῇ ἀναριθμήτῳ τῆς
Unit 8 rem early§u08-rem-early
u08-rem-earlyRem early: Unit 8; lemma and argument toward the thesis.
Greek · §u08-rem-early
θαλάσσης ψάμμῳ, καὶ ἀντιπαρετάξατο τῷ Ἰησοῦ. Ὁ δὲ αὐτοῖς ἄφνω ἐπιπεσὼν Ἰησοῦς αὐτόν τε καὶ πάντας τοὺς συμμάχους πανστρατὶ κατέσφαξε, καὶ τοὺς ἵππους αὐτῶν ἐνευροκόπησε, καὶ πᾶσαν αὐτῶν τὴν γῆν τοῖς Ἰσραηλίταις διένειμε· τῇ μὲν φυλῇ τοῦ Ῥουβὶν τὴν τῶν Ἀμοῤῥαίων γῆν ἀπεκλήρωσε καὶ τὴν Ῥαφασὴν, τὴν δὲ Γὰδ τὴν αὐτὴν γῆν τῶν Ἀμοῤῥαίων, καὶ τὸ ἥμισυ φυλῇ Μανασσῆ ἀπένειμε, καὶ τῇ φυλῇ Ἰούδα τὴν τῶν Ἑβραίων, καὶ Χετταίων, καὶ τὴν Ἐνακείμ. Ἤγουν Ἰούδα φυλὴ, σύμμαχον λαβοῦσα τὴν φυλὴν Συμεὼν, τοὺς Χαναναίους καὶ Φερεζαίους ἐπόρθησε, καὶ φεύγοντα τὸν Ἀδωνιβεζὲκ χειρωσάμενοι, τοὺς πόδας αὐτοῦ καὶ τὰς χεῖρας ἠκρωτηρίασαν· καὶ
Unit 8 rem mid§u08-rem-mid
u08-rem-midRem mid: Unit 8; lemma continues; reading with the letter.
Greek · §u08-rem-mid
κατοδυρόμενος ἑαυτὸν ἔφη· «Καθὼς ἐποίησα, οὕτω μοι ὁ Θεὸς ἀνταπέδωκεν. Ἑβδομήκοντα γὰρ βασιλεῖς, τὰ ἄκρα τῶν ποδῶν αὐτῶν καὶ τῶν χειρῶν ἐκκεκομμένοι, ὑποκάτω ἦσαν τῆς τραπέζης μου τὰ ἐμπίπτοντα ἀναλέγοντες.» Κομισθεὶς οὖν εἰς Ἱερουσαλὴμ παραυτίκα ἀπέθανε. Τῇ δὲ φυλῇ Ἐφραῒμ τὴν τῶν Ἀμοῤῥαίων, καὶ Φερεζαίων, καὶ Σαμαραίων· καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ τὴν τῶν Γερσαίων, καὶ Ἀμοῤῥαίων γῆν ἀπένειμεν Ἰησοῦς· τὴν δὲ τῶν Ἑβραίων, καὶ Ἀμοῤῥαίων, καὶ Ἰεβουσαίων τῇ τοῦ Βενιαμὶν ἐκληροδότησε· τῇ δὲ τοῦ Συμεὼν τὴν τῶν Ἑβραίων καὶ Φερεζαίων· καὶ τῇ τοῦ Ζαβουλὼν τὴν τῶν Φερεζαίων· τὴν δὲ τῶν Κιναίων τῇ
Unit 8 rem close§u08-rem-close
u08-rem-closeRem CLOSEOUT: Unit 8 CLOSEOUT. SERIES CLOSEOUT.
Greek · §u08-rem-close
Νεφθαλείμ· καὶ τῇ φυλῇ τοῦ ∆ὰν τὴν Ἀμοῤῥαίων· τῇ δὲ φυλῇ Ἰσσάχαρ, καὶ τῇ φυλῇ Ἀσὴρ τὴν τῶν Φερεζαίων. Ταύτην πᾶσαν διανείμας τὴν γῆν Ἰησοῦς ρʹ καὶ ιʹ βιώσας ἔτη, ἀπέθανεν, Ἐλεαζάρου δὲ τοῦ υἱοῦ Ἀαρὼν τελευτήσαντος τὴν ἀρχιερωσύνην Φινὲς ὁ υἱὸς αὐτοῦ διεδέξατο. Μετὰ δὲ τὴν τελευτὴν Ἰησοῦ Ναυῆ οἱ Ἰσραηλῖται, ἀποστάντες τοῦ Θεοῦ, τῇ Ἀστάρτῃ ἐλάτρευσαν καὶ παρέδωκεν αὐτοὺς ὑποχειρίους ὁ Θεὸς Χουσαρθὰν τῷ Σύρων βασιλεῖ, ὅστις εἰς πολλὴν συνοχὴν αὐτοὺς κατέστησεν, ὡς ἐπὶ πολὺ καταπονηθέντας αὐτοὺς βοῆσαι πρὸς τὸν Θεὸν, καὶ δοθῆναι αὐτοῖς κριτάς.