Commentary on the Hexaemeron · §u04-rem-mid

Unit 4 rem mid

Rem mid: Unit 4; lemma continues; reading with the letter.

Greek

τὸν Κάϊν, καὶ τὸν Ἄβελ. Καὶ ὁ μὲν Κάϊν ἦν γεωργὸς, ὁ δὲ Ἄβελ ποιμὴν, καὶ τοῦ γεωργοῦ οὐ μετῄει τὰς ἀπαρχὰς τῶν καρπῶν. Προσήνεγκεν ὁ Ἄβελ τῷ Θεῷ· καὶ ἡ θυσία αὐτοῦ ἐδέχθη. Ὁ δὲ Κάϊν, πρῶτος αὐτὸς τῶν γεννωμένων ἐμφορηθεὶς, οὕτως ἀνήνεγκε· καὶ ἄδεκτος αὐτοῦ ἡ θυσία ἐγένετο. Καὶ ὀργισθεὶς ἐπὶ τούτῳ ὁ Κάϊν, ἀνεῖλε φθόνῳ τὸν ἀδελφὸν αὐτοῦ· καὶ ὁ Θεὸς ἐπάρατον αὐτὸν ποιησάμενος, καὶ τῆς γῆς ἐκείνης ἐξέβαλεν. Ὁ δὲ, πολλὴν περινοστήσας ὁδὸν, εἰς τόπον τινὰ Καϊνᾶν ὀνομαζόμενον ἦλθε, καὶ πᾶσαν ἀῤῥητοποιίαν μετήρχετο, τοὺς παριόντας ἐνεδρεύων, καὶ ἀναιρῶν, καὶ ἐκ τῶν σκύλων χρημάτων συνάγων πλῆθος ἀμύθητον. Πρῶτος δὲ Κάϊν μέτρα, καὶ σταθμοὺς, καὶ ὅρους γῆς ἐπενόησε, καὶ οἰκοδομὴν πόλεως, πάντων τῶν κατ' ἐκεῖνο καιροῦ τὸν ἀκέραιον καὶ ἀπράγμονα βίον ἀσπαζομένων. Ὁ δὲ Ἀδὰμ, μένων ἐν ᾧ τόπῳ ἐτύγχανε, πολλοὺς παῖδας καὶ θυγατέρας ἐποίησεν, ἐν οἷς ἐξαίρετός τις ὑπῆρχεν ὁ Σὴθ, ὅστις ἐν ἡλικίᾳ γενόμενος πολλὰς ἀρετὰς ἐπενόησεν, ὧν καὶ τοὺς ἀπογόνους αὐτοῦ ζηλωτὰς καταλέλοιπεν. Οὗτος γὰρ πρῶτος ἀστρονομίαν καὶ πᾶσαν τὴν οὐράνιον ἐφεῦρε διακόσμησιν, ἥντινα ἄχρι τῶν ἐσχάτων χρόνων διαμεῖναι τοιῶσδε ὁ Ἀδὰμ παρεσκεύασε· μέλλων γὰρ τελευτᾷν ὁ Ἀδὰμ προφητεύει τοῖς παισὶ μέλλειν τὸν Θεὸν τὴν 752 ἐν κόσμῳ φύσιν ἀπαλείφειν πυρὶ καὶ ὕδατι· καὶ ἀκούσαντες οἱ περὶ τὸν Σὴθ δύο στήλας ἐποίησαν, τὴν μὲν ἐκ λίθου, τὴν δὲ ἐξ ὀπτῆς πλίνθου κατασκευάσαντες· καὶ ἐν ταύταις πᾶσαν τὴν οὐράνιον φορὰν ἐνεχάραξαν, πρὸς τὸ μὴ ἄληστον τὴν τῆς ἀστρονομίας αὐτῶν γενέσθαι εὕρεσιν· ἵνα, εἰ μὲν ὕδατι τὰ πάντα φθείρεται, ἡ λίθινος στήλη φυλάττηται, εἰ δὲ πυρὶ, ἡ ὀστρακώδης. Γενομένης οὖν τῆς κατομβρίας, ἡ λίθινος στήλη διέμεινεν, ἥτις ἄχρι τῆς δεῦρο μένει ἐν γῇ τῇ Σηϊρειὰδ ἐστηλωμένη. Ἐγέννησε δὲ ὁ Κάϊν τὸν Ἐνὼχ, καὶ ὁ Ἐνὼχ τὸν Γαϊδὰδ, καὶ ὁ Γαϊδὰδ τὸν Μαλελεὴλ, καὶ ὁ Μαλελεὴλ τὸν Μαθουσάλα, καὶ οὗτος τὸν Λάμεχ. Καὶ ὁ Λάμεχ δύο γυναῖκας ἠγάγετο, Ἀδὰν καὶ Σελὰν, καὶ ἐξ αὐτῶν τρεῖς παῖδας ἐποίησεν, ἐκ μὲν τῆς Ἀδὰν τὸν Ἰωβὴλ, ὅστις κτηνοτρόφος ἐγένετο, καὶ τὸν Ἰουβὰλ, ὃς ψαλτήριον καὶ κιθάραν ἐξεῦρεν. Ἐκ δὲ τῆς Σελὰν τὸν Θόβελ, ὅστις σφυροκόπος χαλκοῦ καὶ σιδήρου ἐγένετο. Ὁ δὲ Ἀδὰμ, ζήσας ἔτη ἐννακόσια δέκα δύο, ἀπέθανεν. Ἐνὼς δὲ υἱὸς τοῦ Σὴθ ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου· ζήσας δὲ ἔτη ἐννακόσια πέντε ἀπέθανε. Καὶ ὁ υἱὸς αὐτοῦ Καϊνὰν, ζήσας ἕτη ἐννακόσια δέκα, ἐτελεύτησε. Καὶ ὁ υἱὸς Μαλελεὴλ, ζήσας ἕτη ἑπτακόσια ἐννενήκοντα πέντε, ἀπέθανεν. Ὁ δὲ τούτου υἱὸς Ἰάρεδ, ἔτη βιώσας ἐννακόσια ἑξήκοντα, ἐτελεύτησεν. Τοῦ δὲ Ἰάρεδ υἱὸς Ἐνὼχ, εὐαρεστήσας τῷ Θεῷ, μετετέθη. Ὁ δὲ υἱὸς αὐτοῦ Μαθουσάλα, ζήσας ἔτη ἑπτακόσια καὶ ἑξήκοντα ἐννέα, ἐτελεύτησε. Λάμεχ δὲ ὁ υἱὸς Μαθουσάλα, ζήσας ἕτη ἑπτακόσια πεντήκοντα τρία, ἀπέθανεν. Τούτῳ τῷ Λάμεχ υἱὸς Νῶε ἐγένετο ἀρεταῖς ἀγαθῶν πράξεων ἡδόμενος, ὃς ἔπειθε τὸ ἀνθρώπινον γένος μεταβληθῆναι ἀπὸ τῆς κακίας εἰς ἀρετήν· ἄχρι γὰρ ἑβδόμης γενεᾶς οἱ ἄνθρωποι δεσπότην τῶν ἁπάντων τὸν Θεὸν ἐπεγράφοντο, καὶ δικαιοσύνης ἐφρόντιζον. Ὕστερον δὲ τοῦ χρόνου προϊόντος εἰς πᾶσαν παρανομίαν ἐξώκειλαν. Ὡς οὖν ὁ Νῶε οὐκ ἔπειθε τῆς κακίας ἀποστῆναι αὑτοὺς, τὴν συνουσίαν αὐτῶν βδελυξάμενος εἰς ἄλλην γῆν ἀνεχώρησε. Καὶ προστάττει αὐτῷ ὁ Θεὸς κατασκευάσαι κιβωτὸν τετράστεγον, ἔχουσαν τὸ μὲν μῆκος τριακοσίων πηχῶν, τὸ δὲ πλάτος πεντήκοντα, καὶ τὸ βάθος τριάκοντα, ὅπως, ἐπ' αὐτῆς ἅμα τῇ συγγενείᾳ αὐτοῦ καθείρξας ἑαυτὸν, ἐκφύγῃ τὸν ἐκ τοῦ κατακλυσμοῦ κίνδυνον. Ἐβούλετο γὰρ ὁ Θεὸς τοιαύτῃ τιμωρίᾳ τὴν πονηρίαν τῶν τότε ἐξαφανίσαι. Ἐπενεχθέντος δὲ τοῦ κατακλυσμοῦ ἐκαλύφθη τὰ ὑψηλὰ τῶν ὀρέων ὑπὸ τοῦ ὕδατος. Ἔτι γὰρ καὶ νῦν ἐπὶ τῆς ἀκρωρείας τοῦ Λιβάνου λίθους εἰς οἰκοδομήν τινες ἐκτέμνοντες, θαλαττίων ἰχθύων γένη εὑρίσκουσιν, οὓς συνέβη εἰς τὰ κοιλώματα τῶν ὀρέων συναποπαγῆναι τῇ ἰλύϊ. 753 Ἡ δὲ κιβωτὸς, ἀνυψωθεῖσα ὑπὸ τοῦ ὕδατος, εἰς ἄκραν τινὰ ὄρους τοῦ κατὰ τὴν Ἀρμενίαν ἔστη, καὶ λωφήσαντος τοῦ ὕδατος, οἱ ἐν τῇ κιβωτῷ πάντες ἐξεπορεύθησαν. Καὶ τὸν τόπον ἕτι καὶ νῦν ἐκεῖνον Ἀποβατήριον οἱ ἐπιχώριοι προσαγορεύουσι, καὶ τὰ λείψανα τῆς κιβωτοῦ ἐπιδεικνύουσι, καὶ τῇ ἀσφάλτῳ αὐτῆς εἰς ἀποτροπιασμοὺς κέχρηνται. Ὁ δὲ Νῶε ἐτελεύτησεν ἔτη ζήσας ἐννακόσια καὶ πεντήκοντα, καὶ οἱ υἱοὶ αὐτοῦ, δεδοικότας τοὺς ἄλλους πάντας ἀπὸ τοῦ ὄρους μεταναστῆναι, (ὑπώπτευον γὰρ ἑτέρας αὖθις πειρασθῆναι ἐπομβρίας·) πείθουσι κατελθεῖν, καὶ τὴν ἡπλωμένην

About this text

Eustathius of Antioch, Commentarius in hexaemeron (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eustathius of Antioch’s Commentarius in hexaemeron — new OET from PG 18 Greek.

Witnesses

  • Copy-text PG 18 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.