In Ecclesiasten In Ecclesiasten opening
In Ecclesiasten.
Lemma-led open — Πνεῦμα τὴν ψυχὴν ὀνομάζει· προαίρεσις γάρ ἐστι ποία νοῦ κίνησις· καὶ ὁ ∆αυῒδ· εἰς χεῖράς σ
Greek
In Ecclesiasten (fragmenta e catenis) 79 Πνεῦμα τὴν ψυχὴν ὀνομάζει· προαίρεσις γάρ ἐστι ποία νοῦ κίνησις· καὶ ὁ ∆αυῒδ· εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου· καὶ ἐν ταῖς Βασιλείαις· οὐκ ἐλύπησε, φησὶ, ∆αυῒδ τὸ πνεῦμα Ἀμνὼν τοῦ υἱοῦ αὐτοῦ. 80 Ὅτι ἓν τέλος τῶν τοιούτων πάντων ἡ ματαιότης ἐστίν· ἧς περισσεύειν εἰς τὸ ἐφεξῆς οὐχ εὑρίσκεται· παυσαμένης γὰρ τῆς ἐνεργείας, ἐξηλείφθη καὶ ἡ ἀπόλαυσις, καὶ οὐδὲν εἰς τὸ ἐφεξῆς ταμιεύεται. Οὐδὲ ὑπολείπεταί τι τοῖς ἡδομένοις ἴχνος εὐφροσύνης ἢ λείψανον παρελθούσης τῆς κατὰ τὴν ἡδονὴν ἐνεργείας.
About this text
Eustathius of Antioch, In Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Eustathius of Antioch’s In Ecclesiasten — new OET from PG 18 Greek.
Witnesses
- Copy-text PG 18 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.