In inscriptione titulorum · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

Τοιγαροῦν οὐδὲ τὸ ἔλαιον ἀργῶς ἐπὶ τὸ ἄκρον ἐπέχεε τῆς στήλης· ἀλλὰ τοῦτο μὲν ἐκείνου δηλωτικὸν ἦν οὗ διεπράττετο σπουδαίως ἡ Μαρία, μύρον ἐξ ἄκρων ἐπιχέουσα τοῖς τοῦ Χριστοῦ ποσίν· αὐτὸ δὲ πάλιν ἐτύγχανεν ἐκεῖνο μήνυμα τῆς ταφῆς, ὡς αὐτὸς ἐσαφήνισεν ἀναφανδὸν ὁ Κύριος· ὁ δὲ λίθος οὗτος εἰκονίζει τὸν ἀκρογωνιαῖον ἐκεῖνον λίθον, ὃν ἀπεδοκίμασαν μὲν οἰ οἰκοδομοῦντες, εἰς γωνίας δὲ κεφαλὴν ἐγένετο. 8 ∆ύο ἔθνη καὶ δύο λαοὺς αἱ θεῖαι δηλοῦσι γραφαί. Καὶ τούτου μάρτυς Μωϋσῆς· ἐν τῇ κοσμοποιΐᾳ γοῦν τὸν τῆς Ῥεβέκκας διηγούμενος βίον, λέγει μὲν ὅπως ἐπορεύθη πυθέσθαι παρὰ Κυρίου περὶ ὧν εἶχε συλλαβοῦσα. Τηνικαῦτα δέ φησι· ὁ Κύριος εἶπεν αὐτῇ· δύο ἔθνη ἐν τῇ γαστρί σού εἰσιν, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου

About this text

Eustathius of Antioch, In inscriptione titulorum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eustathius of Antioch’s In inscriptione titulorum — new OET from PG 18 Greek.

Witnesses

  • Copy-text PG 18 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.