On Joseph

Eustathius of Antioch · c. 320–337 · PG 18; In Joseph (Khazarzar) · Original English Translation

In Joseph In Joseph opening§frag-open

frag-openIn Joseph.

Lemma-led open — ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΙΩΣΗΦ Ἀλλὰ γὰρ ἀνδρὶ μὲν ἐπράθης εὐνούχῳ, πολιτείᾳ δὲ προὔχων ἐτιμήθης, ἠράσ

Greek · §frag-open

In Joseph (fragmenta) ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΙΩΣΗΦ 72 Ἀλλὰ γὰρ ἀνδρὶ μὲν ἐπράθης εὐνούχῳ, πολιτείᾳ δὲ προὔχων ἐτιμήθης, ἠράσθη σου τῆς εὐμορφίας ἡ τούτου γυνή. Θεῖος οὐ δήπου προέγραφεν νόμος φάσκων· οὐ μοιχεύσεις, πόθεν ὁρμώμενος ἐπίταγμα νόμου περιεποίεις ἄγραφον; Ἀλλὰ δεσπότην ἐδεδοίκεις, ὀνόματι καὶ τῷ δοκεῖν ἄνδρα γυναικὸς ἐπιγραφόμενον ἀσῴτου (πῶς γὰρ οἷόν τε ἦν ἀνθρώπῳ σπάδοντι γυναῖκα νομίμου γάμου συζυγίᾳ λαβεῖν; ἀλλὰ συνοικοῦσα δῆλον καὶ τῆς οἰκίας αὐτοῦ προστάτις οὖσα τοὔνομα μόνον τῆς κηδεμονίας ἐδόκει φρουρεῖν). Ἄρ' οὖν ἐταμιεύου καθαρᾷ συνειδήσει τῷ κτησαμένῳ συνεῖναι, μηδὲ τὸ λεγόμενον ὀνόματι πρᾶγμα χρᾶναι βουληθείς, ἑαυτῷ δὲ φυσικὸν ἐκδικῆσαι νόμον,

In Joseph rem early§frag-rem-early

frag-rem-earlyRem early: In Joseph; lemma and argument toward the thesis.

Greek · §frag-rem-early

ἐπειράθης ὑπερβολῇ σωφροσύνης ἀσκούμενος. 73 Ῥουβὴν καὶ Ἰούδας ἄριστα συνεβουλευσάτην, ἄλλως μέντοι, πρὸς ἄνδρας γὰρ εἶχον ἀνημέρους. Οἱ γὰρ ἀμφὶ τὸν

In Joseph rem mid§frag-rem-mid

frag-rem-midRem mid: In Joseph; lemma continues; reading with the letter.

Greek · §frag-rem-mid

Συμεῶνα καὶ τὸν Λευῒ, οὐ μετρίως ἀπογευσάμενοι τῆς ἀνδροφονίας, ἐν συνηθείᾳ μὲν ἤδη ποτὲ τοῦ πράγματος ἐγεγόνεισαν, ἕρπειν δὲ περὶ τὰς τοιαύτας ὠρέγοντο κνίσας

In Joseph rem close§frag-rem-close

frag-rem-closeRem CLOSEOUT: In Joseph CLOSEOUT. SERIES CLOSEOUT.

Greek · §frag-rem-close

ἰχνευτικῶς, οὕτω δὲ τολμηροὶ καὶ προπετεῖς ἦσαν ἄνδρες ὥστε μόνοι τοὺς Σικιμίτας ἀπέσφαζον ἐθνηδόν.

Contents ↑