On Joseph · §frag-open

In Joseph In Joseph opening

In Joseph.

Lemma-led open — ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΙΩΣΗΦ Ἀλλὰ γὰρ ἀνδρὶ μὲν ἐπράθης εὐνούχῳ, πολιτείᾳ δὲ προὔχων ἐτιμήθης, ἠράσ

Greek

In Joseph (fragmenta) ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΙΩΣΗΦ 72 Ἀλλὰ γὰρ ἀνδρὶ μὲν ἐπράθης εὐνούχῳ, πολιτείᾳ δὲ προὔχων ἐτιμήθης, ἠράσθη σου τῆς εὐμορφίας ἡ τούτου γυνή. Θεῖος οὐ δήπου προέγραφεν νόμος φάσκων· οὐ μοιχεύσεις, πόθεν ὁρμώμενος ἐπίταγμα νόμου περιεποίεις ἄγραφον; Ἀλλὰ δεσπότην ἐδεδοίκεις, ὀνόματι καὶ τῷ δοκεῖν ἄνδρα γυναικὸς ἐπιγραφόμενον ἀσῴτου (πῶς γὰρ οἷόν τε ἦν ἀνθρώπῳ σπάδοντι γυναῖκα νομίμου γάμου συζυγίᾳ λαβεῖν; ἀλλὰ συνοικοῦσα δῆλον καὶ τῆς οἰκίας αὐτοῦ προστάτις οὖσα τοὔνομα μόνον τῆς κηδεμονίας ἐδόκει φρουρεῖν). Ἄρ' οὖν ἐταμιεύου καθαρᾷ συνειδήσει τῷ κτησαμένῳ συνεῖναι, μηδὲ τὸ λεγόμενον ὀνόματι πρᾶγμα χρᾶναι βουληθείς, ἑαυτῷ δὲ φυσικὸν ἐκδικῆσαι νόμον,

About this text

Eustathius of Antioch, In Joseph (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eustathius of Antioch’s In Joseph — new OET from PG 18 Greek.

Witnesses

  • Copy-text PG 18 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.