Oratio in illud Dominus creavit me · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

ὅτε βαδίσαι μηνυμάτων. Ὁπότε μάλιστα παῖδα μὲν αὐτὸν ὄντα ὀκταήμερον προθύμως οἱ γονεῖς περιτέμνειν ἠπείγοντο, καθάπερ ὁ εὐαγγελιστὴς ἐκδίδωσι Λοῦκας. Εἰς δὲ τὸ ἱερὸν ἀνῆγον μετέπειτα παραστῆσαι τῷ Κυρίῳ, τὰς καθαρσίους ἐπιτελοῦντες ἀναφορὰς, τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν. Εἰ τοίνυν τὰ καθάρσια δῶρα κατὰ τὸν νόμον ὑπὲρ αὐτοῦ προσεφέρετο, καὶ περιτομὴν ὀκταήμερον ἐφόρει, ταύτῃ καὶ ὑπὸ νόμον αὐτὸν οὐκ ἀπεικότως γεγενῆσθαι γράφει. Οὔτε δὲ ὁ Λόγος ὑπέκειτο τῷ νόμῳ, καθάπερ οἱ συκοφάνται δοξάζουσιν αὐτὸς ὢν ὁ νόμος, οὔτε ὁ Θεὸς ἐδεῖτο θυμάτων καθαρσίων, ἀθρόᾳ ῥοπῇ καθαρίζων ἅπαντα, καὶ ἁγιάζων. Ἀλλ' εἰ καὶ ἐκ τῆς παρθένου τὸ ἀνθρώπινον ὄργανον ἀναλαβὼν ἐφόρεσε, καὶ ὑπὸ νόμον ἐγένετο, κατὰ τὰς τῶν πρωτοτόκων ἀξίας καθαρισθεὶς, οὐκ αὐτὸς δεόμενος τῆς τούτων χορηγίας ὑπέμεινε τὰς θεραπείας, ἀλλ' ἵνα τῆς τοῦ νόμου δουλείας ἐξαγοράσῃ τοῦς πεπραμένους τῇ δίκῃ τῆς ἀρᾶς. 24 Ὁ ἄνθρωπος γὰρ ὁ ἀποθανὼν τριήμερος μὲν ἀνίσταται, τῇ δὲ Μαριὰμ ἅπτεσθαι προθυμουμένῃ τῶν ἁγίων μελῶν ἀνθυπενέγκας ἐκφωνεῖ· Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Τὸ δὲ· οὔπω ἀναβέβηκα πρὸς τὸν Πατέρα μου, οὐκ ὁ Λόγος ἔφασκε καὶ θεὸς ὁ οὐρανόθεν ὁρμώμενος, καὶ ἐν τοῖς κόλποις διαιτώμενος τοῦ Πατρὸς, οὐδ' ἡ πάντα τὰ γενητὰ περιέχουσα Σοφία· ἀλλ' αὐτὸς ὁ ἐκ παντοδαπῶν ἡρμολογημένος μελῶν ἄνθρωπος τοῦτο ἐπέφηνεν, ὁ ἐκ τῶν νεκρῶν ἐγερθεὶς, καὶ οὐδέπω μὲν πρὸς τὸν Πατέρα μετὰ τὸν θάνατον ἀνελθὼν, ταμιευόμενος δὲ αὐτῷ τῆς προόδου τὴν ἀπαρχήν. 25 Κύριον δὲ τῆς δόξης αὐτὸν τὸν ἄνθρωπον τὸν σταυρωθέντα σαφῶς ὀνομάζει γράφων· ἐπειδὴ καὶ Κύριον καὶ Χριστὸν ἀνέδειξεν αὐτὸν, καθάπερ οἱ ἀπόστολοι τῷ αἰσθητῷ Ἰσραὴλ ὁμοφρόνως διαλεγόμενοί φασιν· Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ὁ θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. Τὸν παθόντα τοιγαροῦν Ἰησοῦν Κύριον ἐποίησε, καὶ οὐ τὴν Σοφίαν, οὐδὲ τὸν Λόγον, τὸν ἀνέκαθεν ἔχοντα τῆς δεσποτείας τὸ κράτος, ἀλλὰ τὸν μετέωρον τῷ σταυρῷ προσεκπετάσαντα τὰς χεῖρας. 26 Εἰ γὰρ ἀσώματός ἐστιν οὔτε ἁφῇ χειρῶν ὑποπίπτει, οὔτε αἰσθητοῖς ὄμμασι

About this text

Eustathius of Antioch, Oratio in illud Dominus creavit me (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eustathius of Antioch’s Oratio in illud Dominus creavit me — new OET from PG 18 Greek.

Witnesses

  • Copy-text PG 18 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.