Oratio in illud Dominus creavit me · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

περιλαμβάνεται· οὐ τρῶσιν ὑπομένει, οὐχ ἥλοις προσηλοῦται, οὐ θανάτῳ κοινωνεῖ, οὐ κρύπτεται γῇ, οὐ τάφῳ κατακλείεται, οὐκ ἐκ μνημάτων ἀνίσταται. 27 Οὐδεὶς αἴρει τὴν ψυχὴν ἀπ' ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Εἰ δὲ ἑκατέρων τὴν ἐξουσίαν εἶχεν οἷα Θεὸς, συνεχώρει μὲν αὐτοῖς λύειν ἀβούλως τὸν νεὼν ἐγχειροῦσιν, ἐπιφανέστερον δὲ ἀνιστῶν ἐνεούργει. Ἐξ ἀναντιρρήτων δέδεικται ψήφων, ὅτι αὐτὸς δι' ἑαυτοῦ τὸν ἴδιον ἀνεστήσατο νεουργήσας οἶκον. Ἀναθετέον δὲ καὶ τῷ θειοτάτῳ Πατρὶ τὰς τοῦ Υἱοῦ μεγαλουργίας. Οὔτε γὰρ Υἱὸς ἄνευ τοῦ Πατρὸς δημιουργεῖ, κατὰ τὰς ἀρραγεῖς τῶν ἱερῶν γραμμάτων ἀποφάσεις. Τούτου γὰρ δὴ χάριν, τότε μὲν ὁ θειότατος Γεννήτωρ τὸν Χριστὸν ἐκ νεκρῶν ἐγηγερκέναι γράφεται· τότε δὲ ὁ Υἱὸς τὸν ἴδιον ἀναστήσειν ὑπισχνεῖται ναόν. Εἰ οὖν ἐκ τῶν προεξητασμένων ἀπαθὲς δέδεικται τὸ θεῖον τοῦ Χριστοῦ Πνεῦμα, περιττῶς τοῖς ἀποστολικοῖς ἐπισκήπτουσιν ὅροις οἱ ἐναγεῖς. Εἰ γὰρ ὁ Παῦλος ἔφρασε τὸν Κύριον τῆς δόξης ἐσταυρῶσθαι, σαφῶς εἰς τὸν ἄνθρωπον ἀφορῶν, οὐ παρὰ τοῦτο δεήσει πάθος τῷ θείῳ προσάπτειν. Τί οὖν τοῦτο συνάπτουσι πλέκοντες, ἐξ ἀσθενείας ἐσταυρῶσθαι λέγοντες τὸν Χριστόν; 28 Εἰ δὲ δὴ καὶ ἀσθενείας εἶδος περιάπτειν αὐτῷ προσῆκον ἦν, τῷ ἀνθρώπῳ ταῦτα προσαρτᾷν ἀκόλουθον εἶναι φαίη τις ἂν, οὔτι γε δὴ τῷ πληρώματι τῆς θεότητος, ἢ τῷ ἀξιώματι τῆς ἀνωτάτω Σοφίας, ἢ τῷ ἐπὶ πάντων κατὰ τὸν Παῦλον γραφομένῳ Θεῷ. 29 Οὗτος μὲν δὴ τῆς ἀσθενείας ὁ τρόπος, δι' ὃν εἰς θάνατον γράφεται κατὰ τὸν Παῦλον ἀφῖχθαι· Ζῇ γὰρ ἐκ δυνάμεως Θεοῦ, τῷ θείῳ Πνεύματι δηλονότι συνδιαιτώμενος ὁ ἄνθρωπος· ἐπειδὴ καὶ δύναμις ὑψίστου ὁ ἐν αὐτῷ πιστευόμενος κατὰ τοὺς φθάσαντας ὅρους ἀποδέδεικται. 30 Εἰ δὲ τῆς παρθενικῆς ἐπιβατεύσας μήτρας οὐκ ἐμείωσε τὴν ἐξουσίαν, οὐδὲ τῷ ξύλῳ τοῦ σταυροῦ προσπαγέντος τοῦ σώματος, χραίνεται τὸ Πνεῦμα. Τὸ μὲν γὰρ σῶμα μετάρσιον ἐσταυροῦτο, τὸ δὲ θεῖον τῆς Σοφίας Πνεῦμα καὶ τοῦ σώματος εἴσω διῃτᾶτο, καὶ τοῖς οὐρανίοις ἐπεβάτευε, καὶ πᾶσαν περιεῖχε τὴν γῆν, καὶ τῶν ἀβύσσων ἐκράτει, καὶ τὰς ἑκάστων ψυχὰς ἀνιχνεύων διέκρινε, καὶ πάντα ὁμοῦ συνήθως οἷα Θεὸς ἔπραττεν. Οὐ γὰρ εἴσω τῶν σωματικῶν ὄγκων ἡ ἀνωτάτω Σοφία καθειργμένη περιέχεται, καθάπερ αἱ τῶν ὑγρῶν καὶ ξηρῶν ὕλαι τῶν μὲν ἀγγείων εἴσω

About this text

Eustathius of Antioch, Oratio in illud Dominus creavit me (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eustathius of Antioch’s Oratio in illud Dominus creavit me — new OET from PG 18 Greek.

Witnesses

  • Copy-text PG 18 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.