Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
Θʹ. Ἔκστασις, ἔστι νεῦσις πάλιν πρὸς κακίαν λογικῆς ψυχῆς μετὰ τὴν ἀρετὴν καὶ γνῶσιν τὴν τοῦ Θεοῦ. Ιʹ. Θλάσις, ἔστιν ἕξις χειρίστη λογικῆς ψυχῆς, καθ' ἢν μετέρχεται τὰς ἀρετὰς οὐ δι' αὐτὸ τὸ καλόν. ΙΑʹ. Κολόβωσις ῥινὸς, ἔστι στέρησις ἀρετῆς ἀντιλαμβανομένης εὐωδίας τῆς τοῦ Χριστοῦ. ΙΒʹ. Ὠτότμησις. ἔστι σκληρία λογικῆς ψυχῆς πρὸς τὴν πνευματικὴν διδασκαλίαν ἀνθέλκουσα. ΙΓʹ. Ἐφηλὶς, ἔστι πνευματικῆς θεωρίας ἔκπτωσις, ἢ τῆς τῶν γεγονότων θεωρίας οὐκ ἀληθὴς κατανόησις. Ι∆ʹ. Μογιλαλία, ἔστι πάθος τοῦ λογιστικοῦ μέρους τῆς ψυχῆς, καθ' ὃ σκανδαλιζόμενος ἐπὶ τοῖς γινομένοις ἐν παντὶ εὐχαριστεῖν ἀδυνατεῖ τῷ Θεῷ. ΙΕʹ. Χωλότης, ἔστιν ἀδυναμία φύσεως λογικῆς πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν. Ιϛʹ. Ὕδρωψ, ἔστιν ἔκκλισις ἄλογος ψυχῆς, καθ' ἣν σβεσθεισῶν τῶν ἀρετῶν
About this text
Evagrius Ponticus, Capitula xxxiii (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Capitula xxxiii — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.