De malignis cogitationibus Unit 1 opening
Unit 1.
Lemma-led open — ΤΟΥ ΑΥΤΟΥ ΚΕΦΑΛΑΙΑ ΚΖ· ΠΕΡΙ ∆ΙΑΦΟΡΩΝ ΠΟΝΗΡΩΝ ΛΟΓΙΣΜΩΝ . ΚΕΦΑΛ. Αʹ. Τῶν ἀντικειμένων δαιμόν
Greek
De malignis cogitationibus (sub nomine Nili Ancyrani) ΤΟΥ ΑΥΤΟΥ ΚΕΦΑΛΑΙΑ ΚΖ· ΠΕΡΙ ∆ΙΑΦΟΡΩΝ ΠΟΝΗΡΩΝ ΛΟΓΙΣΜΩΝ 79.1200 ΚΕΦΑΛ. Αʹ. Τῶν ἀντικειμένων δαιμόνων τῇ πρακτικῇ, πρῶτοι κατὰ τὸν πόλεμον συνίστανται οἱ τὰς τῆς γαστριμαργίας ἡδονὰς, ἤτουν ὀρέξεις πεπιστευμένοι, καὶ οἱ τὴν φιλαργυρίαν ἡμῖν ὑποβάλλοντες, καὶ οἱ πρὸς τὴν τῶν ἀνθρώπων δόξαν ἡμᾶς ἐκκαλούμενοι. Οἱ δ' ἄλλοι πάντες κατόπιν τούτων βαδίζοντες, τοὺς ὑπὸ τούτων 79.1201 τιτρωσκομένους διαδέχονται. Οὐκ ἔστι γὰρ ἐμπεσεῖν εἰς χεῖρας τοῦ πνεύματος τῆς πορνείας, μὴ ὑπὸ τῆς γαστριμαργίας καταπεσόντα· καὶ οὐκ ἔστι ταράξαι θυμὸν, μὴ ὑπὲρ βρωμάτων ἢ χρημάτων, ἢ δόξης ἀλόγων ἐπιθυμιῶν μαχόμενον· καὶ οὐκ ἔστι τὸν τῆς λύπης δαίμονα διαφυγεῖν, τούτων πάντων στερηθέντα, ἢ μὴ δυνηθέντα τυχεῖν· οὐδὲ ἀποφεύξεται τὴν ὑπερηφανίαν τις, τὸ πρῶτον γέννημα τοῦ διαβόλου, μὴ τὴν τῶν κακῶν πάντων ῥίζαν ἐξορίσας φιλαργυρίαν, εἴπερ καὶ πενία ἄνδρα ταπεινοῖ, κατὰ τὸν σοφὸν Σολομῶντα· καὶ συλλήβδην εἰπεῖν, οὐκ ἔστιν ἄνθρωπον περιπεσεῖν δαίμονι, μὴ πρότερον ὑπ' ἐκείνων τῶν πρωτοστατῶν κατατρωθέντα, διὸ καὶ τοὺς τρεῖς τούτους λογισμοὺς ὁ διάβολος τότε τῷ Σωτῆρι προσήγαγε. Πρῶτον μὲν τοὺς λίθους, ἄρτους γενέσθαι παρακαλῶν, ἔπειτα δὲ τὸν κόσμον ὅλον ἐπαγγελλόμενος εἰ πεσὼν προσκυνήσει· καὶ τρίτον εἰ ἀκούσοι δοξασθήσεσθαι λέγων, μηδὲν ἐκ τοῦ τηλικούτου πτώματος πεπονθότα, ὧν ὁ Κύριος ἡμῶν κρείττων φανεὶς, εἰς τοὐπίσω τῷ διαβόλῳ χωρεῖν προσέταττε, διὰ τούτων καὶ ἡμᾶς διδάσκων, ὡς οὐκ ἔστιν ἀπώσασθαι τὸν διάβολον, μὴ τῶν τριῶν τούτων καταφρονήσαντας λογισμῶν. ΚΕΦΑΛ. Βʹ. Πάντες οἱ δαιμονιώδεις λογισμοὶ, νοήματα εἰς τὴν ψυχὴν αἰσθητῶν πραγμάτων εἰσφέρουσιν, ἐν οἷς τυπούμενος ὁ νοῦς τὰς μορφὰς τῶν πραγμάτων ἐκείνων ἐν ἑαυτῷ περιφέρει, καὶ ἀπ' αὐτοῦ τοῦ πράγματος λοιπὸν ἐπιγινώσκει τὸν προσεγγίσαντα δαίμονα· οἷον, εἰ τοῦ ζημιώσαντός με, καὶ ἀτιμάσαντός με ἐν τῇ διανοίᾳ μου τὸ πρόσωπον γένοιτο, ἐλέγχεται ὁ τῆς μνησικακίας παραβαλὼν λογισμός. Εἰ πάλιν χρημάτων, ἢ δόξης ἀνάμνησις γένοιτο, ἐκ τοῦ πράγματος δῆλον ὅτι ὁ θλίβων ἡμᾶς ἐπιγνωσθήσεται· καὶ ἐπὶ τῶν ἄλλων δὲ λογισμῶν ὡσαύτως, ἀπὸ τοῦ πράγματος εὑρήσεις τὸν παρεστῶτα, καὶ ὑποβάλλοντα τὰς φαντασίας δαίμονα. Οὐ πάσας δὲ τὰς μνήμας τῶν τοιούτων πραγμάτων ἐκ δαιμόνων λέγω συμβαίνειν· ἐπειδὴ πέφυκε καὶ αὐτὸς ὁ νοῦς κινούμενος ὑπὸ τοῦ ἀνθρώπου τῶν γεγονότων ἀναφέρειν τὰς φαντασίας, ἀλλ' ὅσαι τῶν μνημῶν θυμὸν, ἢ ἐπιθυμίαν παρὰ φύσιν συνεπισπῶνται. ∆ιὰ γὰρ τὴν ταραχὴν τῶν δύο δυνάμεων τούτων, ὁ νοῦς κατὰ διάνοιαν μοιχεύει, καὶ μάχεται, τοῦ νομοθετήσαντος αὐτὸν τὴν φαντασίαν ἀναδέξασθαι μὴ δυνάμενος. Εἴπερ ἡ λαμπρότης ἐκείνη κατὰ στέρησιν πάντων τῶν ἐν τοῖς πράγμασι νοημάτων ἐν τῷ καιρῷ τῆς προσευχῆς τῷ ἡγεμονικῷ παραφαίνεται. Οὐκ ἂν ἀπόθοιτο τὰς ἐμπαθεῖς μνήμας ὁ ἄνθρωπος, μὴ ἐπιθυμίας, καὶ θυμοῦ ἐπιμέλειαν ποιησάμενος, τὴν μὲν νηστείαις, ἀγρυπνίαις, καὶ χαμευνείαις καταναλώσας, τὸν δὲ μακροθυμίαις, καὶ ἀμνησικακίαις, καὶ ἐλεημοσύναις καθημερώσας· ἐκ γὰρ τῶν δύο τούτων παθῶν πάντες σχεδὸν οἱ δαιμονιώδεις συνίστανται λογισμοὶ οἱ τὸν νοῦν ἐμβάλλοντες εἰς ὄλεθρον, καὶ ἀπώλειαν. 79.1204 1 ΚΕΦΑΛ. Γʹ. Ἀδύνατον δέ τινα τῶν παθῶν τούτων περιγενέσθαι, μὴ παντελῶς βρωμάτων, καὶ χρημάτων, καὶ δόξης ὑπεριδόντα, ἔτι δὲ καὶ τοῦ ἰδίου σώματος διὰ τοὺς ῥαπίζειν αὐτὸ πολλάκις ἐπιχειροῦντας· πᾶσα οὖν ἀνάγκη μιμεῖσθαι τοὺς κινδυνεύοντας, ἐν θαλάττῃ, καὶ τῶν σκευῶν ἐκβολὴν ποιουμένους διὰ τὴν βίαν τῶν ἀνέμων καὶ τῶν ἐπανισταμένων κυμάτων. Ἀλλ' ἐνταῦθα προσεκτέον ἀκριβῶς, μήπως ἐκβολὴν ποιούμενοι τῶν σκευῶν, πρὸς τὸ θεαθεῖναι τοῖς ἀνθρώποις ποιήσωμεν· ἐπεὶ ἀπέχομεν τὸν μισθὸν ἡμῶν, καὶ ἄλλο τοῦ προτέρου χαλεπώτερον
About this text
Evagrius Ponticus, De malignis cogitationibus (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s De malignis cogitationibus — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.