Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
διαδέξεται ἡμᾶς ναυάγιον, τοῦ τῆς κενοδοξίας ἡμῖν ἀντιπνεύσαντος δαίμονος. ∆ιὸ καὶ ὁ Κύριος ἡμῶν ἐν τοῖς Εὐαγγελίοις, τὸν κυβερνήτην νοῦν παιδεύων, «Προσέχετε, φησὶν, τὴν ἐλεημοσύνην ἡμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθεῖναι αὐτοῖς, εἰ δὲ μήγε μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.» Καὶ πάλιν· «Ὅταν προσεύχησθε, φησὶν, οὐκ ἔσεσθε ὥσπερ οἱ ὑποκριταὶ, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς, καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως φανῶσι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν.» Καὶ πάλιν λέγει· «Ὅταν νηστεύητε, μὴ γίνεσθε, ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.» Ἀλλὰ προσεκτέον ἐνταῦθα τῷ ἰατρῷ τῶν ψυχῶν, πῶς διὰ μὲν τῆς ἐλεημοσύνης τὸν θυμὸν θεραπεύει, διὰ δὲ τῆς προσευχῆς τὸν νοῦν καθαρίζει, καὶ πάλιν διὰ τῆς νηστείας τὴν ἐπιθυμίαν καταμαραίνει, ἐξ ὧν συνίσταται ὁ νέος ἄνθρωπος, ὁ ἀνακαινούμενος κατ' εἰκόνα τοῦ κτίσαντος αὐτὸν, ἐν ᾧ οὐκ ἔστι διὰ τὴν ἁγίαν ἀπάθειαν ἄρσεν, καὶ θῆλυ, οὐδὲ διὰ τὴν μίαν πίστιν, καὶ ἀγάπην, Ἕλλην, καὶ Ἰουδαῖος, περιτομὴ, καὶ ἀκροβυστία, Βάρβαρος, Σκύθης, δοῦλος, καὶ ἐλεύθερος, ἀλλὰ τὰ πάντα ἐν πᾶσι Χριστός. ΚΕΦΑΛ. ∆ʹ. Ζητητέον δὲ πῶς ἐν ταῖς καθ' ὕπνον φαντασίαις τυποῦσιν ἡμῶν τὸ ἡγεμονικὸν καὶ σχηματίζουσιν οἱ δαίμονες· τὸ γὰρ τοιοῦτον ἔοικε συμβαίνειν τῷ νῷ, ἢ δι' ὀφθαλμῶν ὁρῶντι, ἢ δι' ἀκοῆς ἀκούοντι, ἢ πάλιν δι' αἰσθήσεως ποιᾶς, ἢ ἀπὸ τῆς μνήμης ἤτις τυποῖ μὲν τὸ ἡγεμονικὸν, οὐ διὰ τοῦ σώματος, πλὴν ἅπερ διὰ τοῦ σώματος ἔσχε, ταῦτα κινεῖ. Οἱ οὖν δαίμονες ἐοίκασί μοι τὴν μνήμην κινοῦντες, τυποῦν τὸ ἡγεμονικόν· τὸ γὰρ ὄργανον ὑπὸ τοῦ ὕπνου κατέχεται ἀνενέργητον. Πῶς οὖν πάλιν τὴν μνήμην κινοῦσι ζητητέον, ἢ τάχα διὰ τῶν παθῶν; καὶ τοῦτο δῆλον ἐκ τοῦ μηκέτι τοὺς καθαροὺς, καὶ ἀπαθεῖς πάσχειν τι τοιοῦτον. Ἔστι δὲ καὶ κίνησίς τις ἁπλῆ ὑφ' ἡμῶν γινομένη, ἢ ὑπὸ ἁγίων δυνάμεων, καθ' ἣν ἁγίοις τε συντυγχάνομεν ἐν τοῖς ὕπνοις καὶ ὁμιλοῦμεν, καὶ συνεστιώμεθα. Πλὴν προσεκτέον, ὅτι ἅπερ μετὰ τοῦ σώματος ἡ ψυχὴ εἰσδέχεται εἴδωλα, 79.1205 ταῦτα ἄνευ τοῦ σώματος ἡ μνήμη κινεῖ καὶ τοῦτο σαφὲς ἐκ τοῦ πολλάκις, καὶ ἐν τοῖς ὕπνοις πάσχειν ἡμᾶς τοῦτο ἠρεμοῦντος τοῦ σώματος. Ὥσπερ ἔστι γὰρ μνημονεῦσαι ὕδατος, καὶ μετὰ δίψης, καὶ ἄνευ δίψης· οὕτως ἔστι μνημονεῦσαι χρυσίου μετὰ πλεονεξίας, καὶ ἄνευ πλεονεξίας, καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων ὡσαύτως. Τὸ δὲ τοιάσδε ἢ τοιάσδε εὑρίσκειν φαντασιῶν διαφορὰς τὸν νοῦν, τῆς ἐκείνων κακοτεχνίας ἐστὶ γνώρισμα. Ἅμα δὲ καὶ τοῦτο ἰστέον, ὅτι καὶ τοῖς ἔξωθεν πράγμασι κέχρηνται πρὸς τὰς φαντασίας οἱ δαίμονες, ὡς ἐπὶ τῶν πλεόντων τῷ ἤχῳ τῶν κυμάτων. Σφόδρα τῷ σκοπῷ τῶν δαιμόνων ὁ θυμὸς ἡμῶν συμβάλλεται παρὰ φύσιν κινούμενος, καὶ πρὸς πᾶσαν αὐτῶν κακομηχανίαν γίνεται χρησιμώτατος, ὅθεν νύκτωρ, καὶ μεθ' ἡμέραν ταράσσειν τοῦτον οὐδεὶς αὐτῶν παραιτεῖται, ἀλλ' ὅταν ἴδωσιν αὐτὸν δεθέντα πραότητι, τὸ τηνικαῦτα ἐπὶ δικαίαις προφάσεσιν εὐθὺς αὐτὸν ἀπολύουσιν, ἵνα ὀξύτερος γεγονὼς, καὶ πρὸς τοὺς θηριώδεις λογισμοὺς αὐτῶν χρησιμεύῃ, διόπερ ἀνάγκη, μήτε δικαίοις, μήτε ἐπ' ἀδίκοις πράγμασιν αὐτὸ ἐρεθίζειν, μήτε κακὸν ξίφος 2 διδόναι τοῖς ὑποβάλλουσιν. Ὅπερ πολλάκις πολλοὺς ποιοῦντας ἐπίσταμαι, καὶ πλέον ἢ χρὴ, ἐπὶ μικραῖς ἀναπτομένους προφάσεσιν. ΚΕΦΑΛ. Εʹ. Ὑπὲρ τίνος γὰρ, εἰπέ μοι, καὶ προσπίπτεις ταχέως εἰς μάχην, εἴπερ βρωμάτων, καὶ δόξης, καὶ χρημάτων καταπεφρόνηκας; τί δὲ τρέφεις τὸν κύνα, μηδὲν ἔχειν ἐπαγγελλόμενος; Εἰ δὲ οὗτος ὑλακτεῖ, καὶ τοῖς ἀνθρώποις ἐπέρχεται, πρόδηλος εἶ ἔνδον κεκτημένος τινὰ, καὶ ταῦτα φυλάσσειν βουλόμενος. Ἀλλ' ἐγὼ τὸν τοιοῦτον μακρὰν καθαρᾶς προσευχῆς πείθομαι εἶναι λυμεῶνα τὸν θυμὸν τῆς τοιαύτης ἐπιστάμενος. Πρὸς δὲ τούτοις θαυμάζω, ὡς καὶ τῶν ἁγίων ἐπιλελησμένων, τοῦ μὲν ∆αβὶδ βοῶντος, «Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν·» τοῦ δὲ Ἐκκλησιαστοῦ παραγγέλλοντος, «Ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου, καὶ πάραγε πονηρίαν ἀπὸ σαρκός σου·» τοῦ δὲ Ἀποστόλου προστάσσοντος, «Χωρὶς ὀργῆς, καὶ διαλογισμῶν ἐν παντὶ τόπῳ ἐπαίρειν ὁσίας χεῖρας πρὸς Κύριον.» Τί δὲ οὐ μανθάνομεν ἀπὸ τῆς τῶν ἀνθρώπων μυστικῆς, καὶ παλαιᾶς συνηθείας διωκούσης ἐκ τῶν οἴκων τοὺς κύνας ἐν τῷ καιρῷ τῆς προσευχῆς, καὶ τοῦτο αἰνιττομένης, ὡς οὐ δεῖ συμπαρῆναι τοῖς προσευχομένοις θυμόν; Καὶ πάλιν· «Θυμὸς δρακόντων ὁ οἶνος
About this text
Evagrius Ponticus, De malignis cogitationibus (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s De malignis cogitationibus — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.