De malignis cogitationibus · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

αὐτὸς λόγος, καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων ῥηθήσεται, κατὰ τὸν κακόνα τοῦτον μυστικῶς γυμναζόμενος. ΚΕΦΑΛ. Ηʹ. Ἔστι δαίμων, πλάνος λεγόμενος, καὶ ὑπὸ τὴν ἕω μάλιστα τοῖς ἀδελφοῖς παρίσταται, ὅστις περιάγει τοῦ ἀναχωρητοῦ τὸν νοῦν ἀπὸ πόλεως εἰς πόλιν, καὶ ἀπὸ οἰκίας εἰς οἰκίαν, καὶ ἀπὸ κώμης εἰς κώμην, ψιλὰς δῆθεν πρῶτον τὰς συντυχίας ποιούμενον, καὶ γνωρίμοις τισὶ τυγχάνοντα, καὶ λαλοῦντα μακρότερα, καὶ τὴν οἰκείαν πρὸς τοὺς ἀπαντῶντας κατάστασιν διαφθείροντα, καὶ μακρὰν γινόμενον, κατ' ὀλίγον τῆς γνώσεως τοῦ Θεοῦ, καὶ τῆς ἀρετῆς, καὶ τοῦ ἐπαγγέλματος λήθην λαμβάνοντα. ∆εῖ οὖν τὸν ἀναχωροῦντα, τοῦτον τηρεῖν, πόθεν τε ἄρχεται, καὶ ποῦ καταλήγει· οὐ γὰρ εἰκῆ, οὐδὲ ὡς ἔτυχε μακρὸν ἐκεῖνον κύκλον ἐργάζεται, ἀλλὰ τὴν κατάστασιν τοῦ ἀναχωρητοῦ διαφθείρειν βουλόμενος, ταῦτα ποιεῖ, ἵνα ἐκκαυθεὶς ἐκ τούτων ὁ νοῦς, καὶ ἐκ τῶν πολλῶν συντυχιῶν μεθυσθεὶς εὐθέως τῷ τῆς πορνείας, ἢ τῆς ὀργῆς, ἢ τῷ τῆς λύπης δαίμονι περιπέσῃ, οἵτινες μάλιστα λυμαίνονται τῆς καταστάσεως αὐτοῦ τὴν λαμπρότητα. Ἀλλ' ἡμεῖς, εἴπερ ἔχομεν σκοπὸν τοῦ γνῶναι σαφῶς τὴν τούτου πανουργίαν, μὴ ταχέως φθεγξώμεθα πρὸς αὐτὸν, μηδὲ δεικνύωμεν τὰ γινόμενα, πῶς κατὰ τὴν διάνοιαν τὰς συντυχίας ἐργάζεται, καὶ τίνα τρόπον κατ' ὀλίγον συνελαύνει τὸν νοῦν πρὸς τὸν θάνατον, ἐπεὶ φεύξεται ἀφ' ἡμῶν· 79.1212 ὁρᾶσθαι γὰρ ταῦτα πράττων οὐ καταδέχεται· καὶ οὐδὲν λοιπὸν εἰσόμεθα ὧν μαθεῖν ἐσπουδάκαμεν. Ἀλλὰ καὶ ἄλλην μίαν ἡμέραν, ἢ καὶ δευτέραν συγχωρήσωμεν αὐτῷ τελειῶσαι τὸ δρᾶγμα, ἵνα ἀκριβῶς μαθόντες αὐτοῦ τὸ σκαιώρημα, λόγῳ μετὰ ταῦτα ἐλέγξαντες αὐτὸν φυγαδεύσωμεν. 4 ΚΕΦΑΛ. Θʹ. Ἀλλ' ἐπειδὴ κατὰ τὸν καιρὸν τοῦ πειρασμοῦ συμβαίνει, τεθολωμένον ὄντα τὸν νοῦν μὴ ἀκριβῶς ἰδεῖν τὰ γινόμενα, μετὰ τὴν ἀναχώρησιν τοῦ δαίμονος τοῦτο γινέσθω· καθεσθεὶς καθ' ἑαυτὸν, μνημόνευσον τῶν συμβεβηκότων σοι πραγμάτων, πόθεν τε ἤρξω καὶ ποῦ ἐπορεύθης, καὶ ἐν ποίῳ τόπῳ συνελήφθης ὑπὸ τοῦ πνεύματος τῆς πορνείας, ἢ τῆς ὀργῆς, ἢ τῆς λύπης, καὶ πῶς πάντα γέγονε τὰ γινόμενα, καὶ σαφῶς ταῦτα κατάμαθε, καὶ παράδος τῇ μνήμῃ ἵνα ἔχῃς ἐλέγχειν αὐτὸν προσιόντα, καὶ τὸν κρυπτόμενον ὑπ' αὐτοῦ τόπον καταμήνυε, καὶ οὐκ ἀκολουθήσεις αὐτῷ λοιπόν. Εἰ δὲ βούλει ποτὲ καὶ εἰς μανίαν προκαλέσασθαι, ἔλεγξον αὐτὸν εὐθὺς ἐπιστάντα, καὶ τὸν πρῶτον τόπον εἰς ὃν εἰσῆλθε φανέρωσον, καὶ τὸν δεύτερον, καὶ τὸν τρίτον, πάνυ γὰρ χαλεπαίνει μὴ φέρων τὴν αἰσχύνην· ἀπόδειξις δὲ ἔσται τοῦ καιρίως σε φθέγξασθαι πρὸς αὐτὸν, τὸ πεφευγέναι τὸν λογισμὸν ἀπὸ σοῦ· ἀδύνατον γὰρ λοιπὸν στῆναι αὐτὸν φανερῶς ἐλεγχόμενον. Τοῦτον δὲ ἡττηθέντα τὸν τῆς πλάνης δαίμονα διαδέχεται ὕπνος βαρύτατος, καὶ νέκρωσις μετὰ ψυχρότητος πολλῆς τῶν βλεφάρων, καὶ χασμοὶ ἄπειροι, καὶ ὦμοι βαρούμενοι, καὶ ναρκῶντες, ἅπερ τῇ συντόνῳ προσευχῇ διαλύσει τὸ Πνεῦμα τὸ ἅγιον. ΚΕΦΑΛ. Ιʹ. Πάνυ τὸ μῖσος τὸ κατὰ τῶν δαιμόνων ἡμῖν πρὸς σωτηρίαν συμβάλλεται, καὶ πρὸς τὴν ἐργασίαν τῆς ἀρετῆς ἐστιν ἐπιτήδειον· ἀλλὰ τοῦτο ἐκτρέφειν ἐν ἑαυτοῖς, ὥσπερ τι γέννημα ἀγαθὸν οὐκ ἰσχύομεν, τῶν φιληδόνων πνευμάτων διαφθειρόντων αὐτὸ, καὶ πρὸς φιλίαν, καὶ συνήθειαν πάλιν τὴν ψυχὴν ἐκκαλουμένων· ἀλλὰ ταύτην τὴν φιλίαν, μᾶλλον δὲ τὴν δυσίατον γάγραιναν ὁ ἰατρὸς τῶν ψυχῶν δι' ἐγκαταλείψεως θεραπεύει· συγχωρεῖ γάρ τι φοβερὸν παθεῖν ἡμᾶς ὑπ' αὐτῶν νύκτωρ ἢ μεθ' ἡμέραν, καὶ πάλιν ἡ ψυχὴ πρὸς τὸ ἀρχέτυπον μῖσος ἐπανατρέχει διδασκομένη πρὸς τὸν Κύριον λέγειν, κατὰ τὸν ∆αβὶδ, τὸ, «Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι.» Οὗτος γὰρ τέλειον μῖσος μισεῖ τοὺς ἐχθροὺς, ὁ μήτε κατ' ἐνέργειαν, μήτε κατὰ διάνοιαν ἁμαρτάνων· ὅπερ τῆς πρώτης, καὶ τῆς μεγίστης ἐστὶν ἀπαθείας τεκμήριον. ΚΕΦΑΛ. ΙΑʹ. Περὶ δὲ τοῦ δαίμονος, τοῦ τὴν ψυχὴν ἀναισθητεῖν ποιοῦντος, τί δεῖ λέγειν; Ἐγὼ γὰρ δέδοικα καὶ γράφειν περὶ αὐτοῦ, πῶς ἡ ψυχὴ τῆς οἰκείας ἐξίσταται καταστάσεως· παρὰ γὰρ τὸν καιρὸν τῆς ἐπιδημίας αὐτοῦ, καὶ τὸν φόβον τοῦ Θεοῦ, καὶ τὴν εὐλάβειαν 79.1213 ἀποδύεται, καὶ τὴν ἁμαρτίαν, οὐχ ἁμαρτίαν εἶναι λογίζεται, καὶ τὴν παρανομίαν οὐ νομίζει παρανομίαν, κολάσεως δὲ καὶ κρίσεως αἰωνίου, ὡς ψιλοῦ ῥήματος μέμνηται, καταγελᾷ δὲ ὄντως σεισμοῦ πυρφόρου, καὶ Θεὸν μὲν δῆθεν ὁμολογεῖ, τί δὲ προσέταξεν οὐκ ἐπίσταται· τύπτεις εἰς τὰ στήθη, κινουμένης αὐτῆς πρὸς τὴν ἁμαρτίαν, καὶ αὕτη οὐκ αἰσθάνεται. Ἀπὸ

About this text

Evagrius Ponticus, De malignis cogitationibus (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s De malignis cogitationibus — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.