Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
αὐτῶν.» Οἴνου δὲ οἱ Ναζιραῖοι ἀπείχοντο. Χολὴν δὲ καὶ ὀσφὺν ἄβρωτα τοῖς θεοῖς τις τῶν ἔξωθεν σοφῶν ἀπεφήνατο εἶναι, οὐκ εἰδὼς, οἶμαι, ὃ ἔλεγεν, ὧν τὸ μὲν ὀργῆς, τὸ δὲ ἀλόγου ἐπιθυμίας ἔγωγε σύμβολον εἶναι νομίζω. Περὶ δὲ τοῦ μὴ δεῖν μεριμνᾷν ἐνδυμάτων ἕνεκεν, ἢ βρωμάτων, περιττὸν οἶμαι τὸ γράφειν, αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν ἐν τοῖς Εὐαγγελίοις ἀπαγορεύσαντος, «Μὴ μεριμνήσητε γὰρ, φησὶ, τῇ ψυχῇ ὑμῶν τί φάγητε, ἢ τί πίητε ἢ τί περιβαλεῖσθε.» Ἐθνικῶν γὰρ 79.1208 ἄντικρυς τοῦτο, καὶ ἀπίστων ἀθετούντων τὴν πρόνοιαν τοῦ ∆εσπότου, καὶ τὸν ∆ημιουργὸν ἀρνουμένων· Χριστιανῶν δὲ τὸ τοιοῦτον παντελῶς ἀλλότριον, ἅπαξ πεπιστευκότων, ὅτι καὶ τὰ πρασσόμενα δύο στρουθία τοῦ ἀσσαρίου ὑπὸ τὴν οἰκονομίαν τῶν ἁγίων ἀγγέλων ἐστί. Πλήν ἐστι καὶ αὕτη συνήθεια τῶν δαιμόνων, μετὰ τοὺς ἀκαθάρτους λογισμοὺς ἐμβάλλειν καὶ τοὺς τῆς μερίμνης, ἵνα ἐκνεύσῃ ὁ Ἰησοῦς ὄχλου ὄντος νοημάτων ἐν τῷ κατὰ διάνοιαν τόπῳ, καὶ ἄκαρπος γένηται ὁ λόγος ὑπὸ τῆς μερίμνης πνιγόμενος τῶν ἀκανθῶν. ΚΕΦΑΛ. ϛʹ. Οὐκοῦν τοὺς ἐκ μερίμνης ἀποθέμενοι λογισμοὺς, ἐπιῤῥίψωμεν ἐπὶ Κύριον τὴν μέριμναν ἡμῶν τοῖς παροῦσιν ἀρκούμενοι, καὶ πενιχρᾷ ζωῇ χρησάμενοι, καὶ στολῇ τοὺς πατέρας τῆς κενοδοξίας μεθ' ἡμέραν ἀποδυσώμεθα. Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ πενιχρᾷ νομίζει στολῇ, βλεπέτω τὸν ἅγιον Παῦλον ἐν ψύχει, καὶ γυμνότητι, τὸν τῆς δικαιοσύνης προσδοκήσαντα στέφανον. Ἀλλ' ἐπειδὴ θέατρον, καὶ στάδιον ὁ Ἀπόστολος τὸν κόσμον τοῦτον ὠνόμασεν, ἴδωμεν, εἰ ἔστι δυνατὸν, μερίμνης ἐνδυσάμενον λογισμοὺς, δραμεῖν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἢ παλαῖσαι πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου· ἐγὼ μὲν οὐκ οἶδα, καὶ ἀπ' αὐτῆς τῆς αἰσθητῆς παιδευόμενος ἱστορίας. Ἐμποδισθήσεται γὰρ ἐκεῖνος ὁ ἀθλῶν ὑπὸ τοῦ χιτῶνος δηλονότι, καὶ εὐκόλως περιελκυσθήσεται, καθάπερ καὶ ὁ νοῦς ὑπὸ τῶν λογισμῶν τῆς μερίμνης, εἴπερ ἀληθινὸς ὁ λέγων τῷ ἰδίῳ τὸν νοῦν προσκαρτερεῖν θησαυρῷ, «Ὅπου γάρ ἐστιν ὁ θησαυρός σου, φησὶν, ἐκεῖ ἔσται, καὶ ἡ καρδία σου.» ΚΕΦΑΛ. Ζʹ. Τῶν λογισμῶν οἱ μὲν τέμνουσιν, οἱ δὲ τέμνονται· καὶ τέμνουσι μὲν οἱ πονηροὶ τοὺς ἀγαθοὺς, τέμνονται δὲ πάλιν ὑπὸ τῶν ἀγαθῶν οἱ πονηροὶ τὸ τοίνυν Πνεῦμα τὸ ἅγιον πρώτως τεθέντι προσέχει λογισμῷ, καὶ πρὸς ἐκεῖνον κρίνει ἡμᾶς, ἢ ἀποδέχεται, Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. Ἔχω τινὰ φιλοξενίας λογισμὸν, καὶ 3 τοῦτον ἔχω διὰ τὸν Κύριον, ἀλλ' οὗτος ἐπελθόντος τοῦ πειράζοντος τέμνεται καὶ δόξης χάριν φιλοξενεῖν ὑποβάλλοντος. Πάλιν· ἔχω φιλοξενίας λογισμὸν πρὸς τὸ τοῖς ἀνθρώποις φανῆναι, ἀλλὰ καὶ οὗτος ἐπελθόντος κρείττονος λογισμοῦ διατέμνεται, τοῦ πρὸς τὸν Κύριον μᾶλλον ἡμῶν τὴν ἀρετὴν ἀπευθύνοντος, καὶ μὴ δι' ἀνθρώπους ταῦτα πράττειν ἡμᾶς ἀναγκάζοντος. Ἂν οὗν διὰ τῶν ἔργων λοιπὸν τοῖς προτέροις ἐμμείνωμεν ὑπὸ τῶν δευτέρων πειραζόμενοι, μόνων τῶν προτέρων τεθέντων λογισμῶν ἕξομεν τοὺς μισθοὺς, διότι ἄνθρωποι ὄντες, καὶ παλαίοντες δαίμοσιν, ἀεὶ κατέχειν τὸν ὀρθὸν λογισμὸν ἄφθαρτον οὐκ ἰσχύομεν, οὐδὲ πάλιν τὸν πονηρὸν λογισμὸν ἔχειν ἀπείραστον, 79.1209 ἀρετῶν σπέρματα κεκτημένοι. Πλὴν ἐάν τις χρονίσῃ τῶν τεμνόντων λογισμῶν ἐν τῇ χώρᾳ τοῦ πειραζομένου καθίσταται, καὶ κατ' ἐκεῖνον λοιπὸν τὸν λογισμὸν ὁ ἄνθρωπος κινούμενος ἐνεργήσει. Τῶν ἀγγελικῶν λογισμῶν, καὶ τῶν ἀνθρωπίνων καὶ τῶν ἐκ δαιμόνων ταύτην τὴν διαφορὰν μετὰ πολλῆς τῆς παρατηρήσεως ἐγνώκαμεν εἶναι, ὅτι πρῶτον μὲν οἱ ἀγγελικοὶ τὰς φύσεις τῶν πραγμάτων περιεργάζονται, καὶ τοὺς πνευματικοὺς αὐτῶν ἐξιχνιάζουσι λογισμούς. Οἷον, τίνος χάριν γεγένηται ὁ χρυσὸς, καὶ διὰ τί ψαμμώδης, καὶ κάτω που τοῖς μορίοις τῆς γῆς ἐγκατέσπαρται, καὶ μετὰ πολλοῦ καμάτου, καὶ πόνου εὑρίσκεται; ὅπως τε εὑρεθεὶς ὕδατι πλύνεται, καὶ πυρὶ παραδίδοται, καὶ οὕτως εἰς τεχνιτῶν ἐμβάλλεται χεῖρας, τῶν ποιούντων τῆς σκηνῆς τὴν λυχνίαν, καὶ τὸ θυμιατήριον, καὶ τὰς θυΐσκας, καὶ τὰς φιάλας, ἐν αἷς οὐκέτι νῦν πίνει διὰ τὴν χάριν τοῦ Σωτῆρος ἡμῶν ὁ Βαβυλώνιος βασιλεύς, Κλεόπα δὲ φέρει καρδίαν καιομένην ὑπὸ τούτων μυστηρίων. Ὁ δὲ δαιμονιώδης λογισμὸς, ταῦτα μὲν οὔτε οἶδεν, οὔτε ἐπίσταται· μόνην δὲ τὴν κτῆσιν τοῦ αἰσθητοῦ χρυσίου ὑποβάλλει, καὶ τὴν ἐκ τούτου τρυφήν τε καὶ δόξαν ἐσομένην προλέγει· ὁ δὲ ἀνθρώπινος λογισμὸς, οὐδὲ τὴν κτῆσιν ἐπιζητεῖ, οὔτε τίνος περιεργάζεται σύμβολον ὁ χρυσὸς, ἀλλὰ μόνον εἰς τὴν διάνοιαν τοῦ χρυσοῦ τὴν μορφὴν εἰσφέρει ψιλὴν, πάθους πλεονεξίας κεχωρισμένην· ὁ δὲ
About this text
Evagrius Ponticus, De malignis cogitationibus (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s De malignis cogitationibus — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.