Unit 3 rem close
Rem CLOSEOUT: Unit 3 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
ΣΖʹ. Ἐπειδὴ δὲ γίνονται καὶ διαδοχαὶ τῶν δαιμόνων, τοῦ πρώτου κατὰ τὸν πόλεμον ἀσθενήσαντος, καὶ τὸ προσφιλὲς αὐτῷ πάθος κινῆσαι μὴ δυναμένου, ταύτας παρατηρήσαντες, εὑρίσκομεν οὕτως· Ὅταν πάθους τινὸς ἐν χρόνῳ πολλῷ σπανίσωσι λογισμοὶ, καὶ γένηται αἰφνίδιος τούτου ζέσις καὶ κίνησις, ἡμῶν μηδεμίαν ἀφορμὴν δεδωκότων ἐξ ἀμελείας, τότε γινώσκομεν, ὅτι χαλεπώτερος ἡμᾶς τοῦ προτέρου διεδέξατο δαίμων, καὶ τὸν τόπον τοῦ πεφευγότος οὗτος τηρῶν, οἰκείᾳ πονηρίᾳ προσανεπλήρωσεν. Ἀλλὰ καὶ οὗτος τῆς ψυχῆς ἡμῶν πάνυ συνίησι, πολλῷ σφοδρότερον παρὰ τὴν συνήθειαν πολεμούμενος, καὶ τῶν χθὲς καὶ τρίτην ἡμέραν λογισμῶν ἀθρόως ἐκπεπτωκὼς, μηδεμιᾶς ἔξωθεν παρεμπεσούσης προφάσεως. Φευγέτω τοίνυν ὁ νοῦς ταῦτα θεώμενος πρὸς τὸν Κύριον, τὴν περικεφαλαίαν τὴν σωτηρίου δεξάμενος, καὶ τὸν θώρακα τῆς δικαιοσύνης ἐνδυσάμενος, καὶ τὴν μάχαιραν σπασάμενος τοῦ πνεύματος, καὶ τὸν θυρεὸν κουφίσας τῆς πίστεως, λεγέτω εἰς τὸ οἰκεῖον μετὰ δακρύων ἀναβλέψας οὐρανόν· «Κύριε» Χριστὲ, «δύναμις τῆς σωτηρίας μου, κλῖνον πρός με τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με. Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς τόπον καταφυγῆς τοῦ σῶσαί με.» Μάλιστα δὲ νηστείαις καὶ ἀγρυπνίαις στιλβωσάτω τὴν μάχαιραν. Ἐν ἑπτὰ γὰρ ὅλαις ἡμέραις θλιβήσεται πολεμούμενος, καὶ βαλλόμενος τοῖς πεπυρωμένοις βέλεσι τοῦ Πονηροῦ, καὶ μετὰ 13 τὴν ἑβδόμην γνώσεται αὐτὸν ὅμοιον κατ' ὀλίγον τῷ διδαχθέντι γενόμενον, καὶ παραμένοντα λοιπὸν ἐν ὅλῳ ἐνιαυτῷ, τὰ πολλὰ τιτρωσκόμενον μᾶλλον ἤπερ τιτρώσκοντα, μέχρις ἂν καὶ ὁ τοῦτον διαδεχόμενος παραγένηται· εἴγε χρόνον, τὰ κατὰ τὸν Ἰὼβ, πίπτομεν ὑπ' αὐτοὺς, καὶ οἱ οἶκοι ἡμῶν ἐκπορθοῦνται ὑπὸ ἀνόμων. ΞΗʹ. Ἀκάθαρτοι λογισμοὶ, πολλάκις εἰς αὔξησιν ὕλας προσδέχονται, καὶ πολλοῖς συμπαρεκτείνονται πράγμασι. Καὶ γὰρ πελάγη κατὰ διάνοιαν περῶσι μεγάλα, καὶ μακρὰς ὁδοὺς ὁδεύειν οὐ παραιτοῦνται, διὰ πολλὴν τοῦ πάθους θερμότητα. Οἱ δὲ ὁπωσοῦν κεκαθαρμένοι, στενώτεροι τούτων μᾶλλόν εἰσι, πολλοῖς συμπαρεκτείνεσθαι πράγμασι μὴ δυνάμενοι, διὰ τὴν τοῦ πάθους ἀσθένειαν· ὅθεν καὶ παρὰ φύσιν μᾶλλον κινοῦνται, καὶ κατὰ τὸν σοφὸν Σολομῶντα, χρόνον τινὰ ἔξω ῥέμβονται, καὶ καλάμην συνάγουσιν εἰς τὴν παράνομον πλινθουργίαν, μηκέτι λαμβάνοντες ἄχυρα. ∆εῖ οὖν πάσῃ φυλακῇ τηρεῖν τὴν καρδίαν, ἵνα σώζηται ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Ῥᾷον γὰρ ἀκάθαρτον καθᾶραι ψυχὴν, ἢ καθαρθεῖσαν καὶ πάλιν τραυματισθεῖσαν, εἰς ὑγίειαν αὖθις ἀνακαλέσασθαι, τοῦ δαίμονος τῆς λύπης μὴ συγχωροῦντος, ἀλλ' ἀεὶ ταῖς κόραις τῶν ὀφθαλμῶν ἐμπηδῶντος, καὶ κατὰ τὸν καιρὸν τῆς προσευχῆς, τὸ τῆς ἁμαρτίας προφέροντος εἴδωλον. ΞΘʹ. Φύσιν μὲν λογικὴν ὑπὸ κακίας θανατωθεῖσαν ἐγείρει Χριστὸς διὰ τῆς θεωρίας πάντων τῶν αἰώνων· 40.1244 ὁ δὲ τούτου Πατὴρ τὴν ἀποθανοῦσαν ψυχὴν τὸν θάνατον τοῦ Χριστοῦ, ἐγείρει διὰ τῆς γνώσεως τῆς ἑαυτοῦ. Καὶ τοῦτό ἐστι τὸ ὑπὸ τοῦ Ἀποστόλου λεγόμενον, τὸ, «Εἰ συναπεθάνομεν τῷ Χριστῷ, πιστεύομεν, ὅτι καὶ συζήσομεν αὐτῷ.» Οʹ. Ὅταν ὁ νοῦς τὸν παλαιὸν ἄνθρωπον ἀποδυσάμενος, τὸν ἐκ χάριτος ἐπενδύσηται, τότε καὶ τὴν ἑαυτοῦ κατάστασιν ὄψεται κατὰ τὸν καιρὸν τῆς προσευχῆς, σαπφείρῳ ἢ οὐρανίῳ χρώματι παρεμφερῆ, ἥντινα καὶ τόπον Θεοῦ ἡ Γραφὴ ὀνομάζει ὑπὸ τῶν πρεσβυτέρων ὀφθέντα ἐπὶ τοῦ ὄρους Σινᾶ. ΟΑʹ. Οὐκ ἂν ἴδῃ ὁ νοῦς τὸν τοῦ Θεοῦ τόπον ἐν ἑαυτῷ, μὴ πάντων τῶν ἐν τοῖς πράγμασιν ὑψηλότερος γεγονώς· οὐ γενήσεται δὲ ὑψηλότερος, μὴ τὰ πάθη ἀπεκδυσάμενος τὰ συνδεσμοῦντα αὐτὸν διὰ τῶν νοημάτων τοῖς πράγμασι τοῖς αἰσθητοῖς· καὶ τὰ μὲν πάθη ἀποθήσεται διὰ τῶν ἀρετῶν, τοὺς δὲ ψιλοὺς λογισμοὺς διὰ τῆς πνευματικῆς θεωρίας· καὶ ταύτην πάλιν, ἐπιφανέντος αὐτῷ τοῦ φωτὸς ἐκείνου τοῦ κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἐκτυποῦντος τὸν τόπον τοῦ Θεοῦ. 14
About this text
Evagrius Ponticus, De malignis cogitationibus (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s De malignis cogitationibus — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.