Unit 3 rem mid
Rem mid: Unit 3; lemma continues; reading with the letter.
Greek
ἅγιος ἱερεὺς, ἀνάξιον φήσας τὰ τοιαῦτα δημοσιεύεσθαι, καὶ εἰς ἀκοὰς βεβήλων ἐμβάλλεσθαι· εἴπερ, φησὶ, καὶ ὁ τῷ ἐφέδρῳ συγγινόμενος, κατὰ τὸν νόμον, ὑπεύθυνος γίνεται. Πλὴν ὅτι ἐκ τῶν τοιούτων συμβόλων ἐπιγινώσκουσι τὰ ἐν τῇ καρδίᾳ κρυπτόμενα, καὶ τὰς ἀφορμὰς ἐκ τούτων λαμβάνουσι καθ' ἡμῶν, πολλάκις γοῦν τινας κακολογήσαντας ἠλέγξαμεν, οὐκ ἀγαπητικῶς ἔχοντες πρὸς αὐτοὺς, διὸ καὶ τῷ τῆς μνησικακίας περιπεπτώκαμεν δαίμονι, καὶ λογισμοὺς πονηροὺς εὐθὺς εἰλήφαμεν κατ' αὐτῶν, οὕς τε πρότερον ἔγνωμεν ἡμῖν ἐπισυμβάντας. ∆ιόπερ καλῶς ἡμῖν ἐγκαλεῖ καὶ τὸ Πνεῦμα τὸ ἅγιον· «Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον,» καὶ τῶν τῆς μνησικακίας λογισμῶν ἤνοιγες θύραν, καὶ τὸν νοῦν κατὰ καιρὸν τῆς προσευχῆς ἐξετάρασσες, τοῦ ἐχθροῦ σου τὸ πρόσωπον ἀεὶ φανταζόμενος, καὶ τοῦτον θεοποιῶν· ὃ γὰρ βλέπει πάντως ὁ νοῦς προσευχόμενος, τοῦτο καὶ Θεὸν ἄξιον ὁμολογεῖν. Ἀλλὰ φύγωμεν, ἀγαπητοὶ, τῆς κακηγορίας τὴν νόσον, μηδενός ποτε κακῶς μνημονεύσωμεν, μηδὲ τὰς ὄψεις διαστρέφωμεν ἐπὶ μνήμῃ τοῦ πλησίον. Πάντα γὰρ τὰ σχήματα οἱ πονηροὶ περιεργάζονται δαίμονες, καὶ οὐδὲν τῶν καθ' ἡμῶν καταλιμπάνουσιν ἀνεξέταστον, οὐκ ἀνάκλισιν, οὐ καθέδραν, οὐ στάσιν, οὐ λόγον, οὐ πάροδον, οὐ βλέμμα, πάντα περιεργάζονται, πάντα κινοῦσιν, ὅλην τὴν ἡμέραν καθ' ἡμῶν δολιό79.1233 τητα μελετῶσιν, ἵνα τὸν ταπεινὸν κατὰ τὸν καιρὸν τῆς προσευχῆς συκοφαντήσωσι νοῦν, καὶ τὸ μακάριον αὐτοῦ κατασβέσωσι φῶς. Ὁρᾷς 12 καὶ ὁ ἅγιος Παῦλος τί φησι τῷ Τίτῳ; «Ἐν τῇ διδασκαλίᾳ, ἄφθορον λόγον, ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον·» ὁ δὲ μακάριος ∆αβὶδ καὶ προσεύχεται λέγων· «Ῥῦσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων,» ἀνθρώπους καὶ τοὺς δαίμονας ὀνομάζων διὰ τὸ τῆς φύσεως λογικόν· ἀλλὰ καὶ ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις, ἐχθρὸν ἄνθρωπον εἶπε τὸν σπείραντα ἡμῖν τὰ τῆς κακίας ζιζάνια. Οὗ καὶ ῥυσθείημεν χάριτι τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, ᾧ πρέπει τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 40.1240 Ξ†ʹ. Εἰσί τινες τῶν ἀκαθάρτων δαίμονες, οἵτινες ἀεὶ τοῖς ἀναγινώσκουσι προκαθέζονται, καὶ τὸν νοῦν αὐτῶν ἁρπάζειν ἐπιχειροῦσι, πολλάκις καὶ ἀπ' αὐτῶν τῶν θείων Γραφῶν λαμβάνοντες ἀφορμὰς, καὶ εἰς λογισμοὺς πονηροὺς καταλήγοντες· ἔστι δ' ὅτε καὶ παρὰ τὴν συνήθειαν χασμᾶσθαι καταναγκάζοντες, καὶ ὕπνον βαρύτατον ἐπιβάλλοντες, πολὺ τοῦ συνήθους ἀλλότριον· ὡς μέν τινες τῶν ἀδελφῶν ἐφαντάσθησαν, κατὰ φυσικὴν ἀντίθεσιν ἄῤῥητον· οὕτω δὲ ἐγὼ παρατηρήσας πολλάκις, κατέμαθον· ἐφαπτόμενοι τῶν βλεφάρων καὶ ὅλης τῆς κεφαλῆς, καὶ ταύτην τῷ οἰκείῳ σώματι καταψύχοντες· ψυχρὰ γὰρ λίαν τὰ τῶν δαιμόνων σώματα, καὶ κρυστάλλῳ παρεμφερῆ· ὅθεν καὶ ὡς ὑπὸ σικύας αἰσθανόμεθα τῆς κεφαλῆς ἑλκομένης μετὰ τρισμοῦ. Τοῦτο δὲ ποιοῦσιν, ἵνα τὴν ἐναποκειμένην τῷ κρανίῳ θερμότητα πρὸς ἑαυτοὺς ἐπισπώμενοι, ὑπὸ τῆς ὑγρότητος λοιπὸν καὶ ψυχρότητος χαλασθέντα τὰ βλέφαρα, περιῤῥυῇ ταῖς κόραις τῶν ὀφθαλμῶν. Πολλάκις γοῦν ψηλαφήσας, κατέλαβον δίκην κρυστάλλου πεπηγότα τὰ βλέφαρα, τὴν δὲ ὄψιν νενεκρωμένην ὅλην καὶ φρίσσουσαν. Καίτοι ὁ φυσικὸς ὕπνος θερμαίνειν μὲν τὰ σώματα πέφυκε. καὶ τῶν ὑγιαινόντων τὰς ὄψεις ἀνθηρὰς ἀπεργάζεται, ὡς ἔστι καὶ ἀπ' αὐτῆς τῆς πείρας μαθεῖν· τὰς δὲ παρὰ φύσιν καὶ διατεταμένας, χάσμα ποιοῦσι, λεπτύνοντες ἑαυτοὺς, καὶ τῶν ἔνδον τοῦ στόματος ἐφαπτόμενοι. Ἀλλὰ τοῦτο μὲν ἐγὼ μέχρι τῆς σήμερον οὐκ ἐνόησα, καίτοι πολλάκις αὐτὸ πεπονθώς· τοῦ δὲ ἁγίου Μακαρίου ἤκουσα τοῦτό μοι λελαληκότος, καὶ εἰς ἀπόδειξιν φέροντος, τοῦ σφραγίζειν τοὺς χασμωμένους τὸ στόμα, κατὰ ἀρχαίαν παράδοσιν ἄῤῥητον. Ταῦτα δὲ πάντα πάσχομεν, διὰ τὸ μὴ προσέχειν νηφόντως ἡμᾶς τῇ ἀναγνώσει, μηδὲ μεμνῆσθαι, ὅτι λόγια ἅγια Θεοῦ ζῶντος ἀναγινώσκομεν. 40.1241
About this text
Evagrius Ponticus, De malignis cogitationibus (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s De malignis cogitationibus — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.